Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 1.16, ed. Kühn, 1821, vol. 2, p. 60-67. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.16

11. Ἐρασίστρατος δὲ, οὐκ οἶδ’ ὅπως, ἑτέραις
12. μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν· ὑπερέβη δὲ
13. τελέως τὴν Ἱπποκράτειον, οὐδ’ ἄχρι τοῦ μνημονεῦσαι μόνον
14. αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν
15. ἐκείνοις μὲν γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς
16. τοὔνομα εἰπεῖν τῆς ὁλκῆς μόνον, ᾧδέ πη γράφων· Ὁλκὴ
17. μὲν οὖν τῆς κοιλίης οὐδεμία φαίνεται εἶναι. περὶ δὲ τῆς
1. ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδ’ ἄχρι συλλαβῆς μιᾶς
2. ἐμνημόνευσε τῆς Ἱπποκρατείου δόξης. καίτοι γ’ ἐπήρκεσεν
3. ἂν ἡμῖν, εἰ καὶ τοῦτ’ ἔγραψε μόνον, ὡς Ἱπποκράτης εἰπὼν,
4. Σάρκες ὁλκοὶ ἐκ κοιλίης εἴσωθεν καὶ ἔξωθεν, ψεύδεται·
5. οὔτε γὰρ ἐκ τῆς κοιλίας, οὔτ’ εἴσωθεν, οὔτ’ ἔξωθεν
6. δύναιντ’ ἂν ἕλκειν. εἰ δὲ |καὶ ὅτι μήτρας αἰτιώμενος
7. ἄῤῥωστον αὐχένα κακῶς εἶπεν· Οὐ γὰρ δύναται αὐτέης ὁ
8. στόμαχος εἰρύσαι τὴν γονήν. ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν
9. ὁ Ἐρασίστρατος ἠξίωσε, τότ’ ἂν καὶ ἡμεῖς, πρὸς αὐτὸν
10. ἀπολογούμενοι, εἴπομεν· Ὦ γενναῖε, μὴ ῥητορικῶς ἡμῶν
11. κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ’ εἰπέ τινα κατηγορίαν τοῦ
12. δόγματος, ἵν’ ἢ πεισθῶμέν σοι καλῶς ἐξελέγχοντι τὸν παλαιὸν
13. λόγον, ἢ μεταπείσωμεν ἀγνοοῦντα. καίτοι τί λέγω
14. ῥητορικῶς; μὴ γὰρ, ἐπειδή τινες τῶν ῥητόρων, ἃ μάλιστα
15. ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ’ ἐπιχειροῦσιν
16. ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡμεῖς ἡγώμεθα
17. εἶναι τὸ ῥητορικῶς. τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστὶ τὸ
1. ῥητορικῶς· τὸ δὲ ἄνευ λόγου πιθανοῦ βωμολοχικὸν, οὐ
2. ῥητορικόν. οὐκ οὖν οὔτε ῥητορικῶς, οὔτε διαλεκτικῶς ἀντεῖπεν
3. ὁ Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ.
4. τί γάρ φησιν; ὁλκὴ μὲν οὖν τῆς κοιλίης οὐδεμία φαίνεται
5. εἶναι. πάλιν οὖν αὐτῷ παρ’ ἡμῶν ἀντιμαρτυρῶν ὁ αὐτὸς
6. λόγος ἀντιπαραβαλλέσθω. περιστολὴ μὲν οὖν τοῦ στομάχου
7. οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ’ ἂν ἴσως
8. εἴποι τις τῶν ἀπ’ αὐτοῦ. τὸ γὰρ λέγειν, τῶν ἄνωθεν
9. αὐτοῦ μερῶν συστελλομένων, διαστέλλεσθαι τὰ κάτω, πῶς
10. οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡμεῖς, καὶ
11. πῶς οὐ φαίνεται, φήσομεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ
12. ἀεὶ, τῶν κάτωθεν μερῶν τοῦ στομάχου διαστελλομένων, συστέλλεσθαι
13. τὰ ἄνω, πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν;
14. εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη, τὸ φαινόμενον τοῦτο
15. μηδὲν μᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν,
16. ἀλλ’ ἀμφοτέρων εἶναι κοινὸν, οὕτως ἂν ἤδη δείξαιμεν αὐτῷ
17. τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως. ἀλλὰ περὶ μὲν
18. τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται
1. τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, ἅπαξ γε τῆς ἑλκτικῆς
2. δυνάμεως ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν, καίτοι πάνυ
3. σαφῶς ἀληθῆ γινώσκων ὑπάρχειν, ὁ Ἐρασίστρατος οὔτε
4. ἐμνημόνευσεν, οὔτ’ ἀντεῖπεν, οὔθ’ ὅλως ἀπεφῄνατό τινα
5. ἔχειν δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί,
6. προειπὼν εὐθὺς κατ’ ἀρχὰς τὸν καθ’ ὅλου λόγον, ὡς ὑπὲρ
7. τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον αἵτινές τέ εἰσι καὶ
8. πῶς γίγνονται, καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων
9. διακρίσεως, ὅτι μὲν διὰ νεφρῶν, ἀπεφῄνατο, τὸ δ’, ὅπως
10. γίγνεται, παρέλιπε. μάτην οὖν ἡμᾶς καὶ περὶ τῆς πέψεως
11. ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώματος
12. διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν καὶ ταῦτα
13. τὰ μόρια, δι’ ὧν γίγνεται, τὸ δ’ ὅπως παραλιπεῖν. ἀλλὰ
14. περὶ μὲν ἐκείνων εἶχε λέγειν, οὐ μόνον δι’ ὧν ὀργάνων,
15. ἀλλὰ καὶ καθ’ ὅντινα γίνεται τρόπον, ὥσπερ, οἶμαι, καὶ
16. περὶ τῆς ἀναδόσεως. οὐ γὰρ ἤρκεσεν αὐτῷ μόνον εἰπεῖν,
17. ὅτι διὰ φλεβῶν, ἀλλὰ καὶ πῶς, ὑπεξῆλθεν, ὅτι τῇ πρὸς
1. τὸ κενούμενον ἀκολουθίᾳ. περὶ δὲ τῶν οὔρων τε καὶ διακρίσεως,
2. ὅτι μὲν διὰ νεφρῶν γίνεται, γράφει, τὸ δ’ ὅπως
3. οὐκέτι προστίθησιν. οὔτε γὰρ, οἶμαι, τὴν πρὸς τὸ κενούμενον
4. ἀκολουθίαν ἦν εἰπεῖν· οὕτω γὰρ ἂν οὐδεὶς ὑπὸ
5. ἰσχουρίας ἀπέθανεν οὐδέποτε, μὴ δυναμένου πλέονος ἐπιῤῥυῆναί
6. ποτε παρὰ τὸ κενούμενον· ἄλλης γὰρ αἰτίας μηδεμιᾶς
7. προστεθείσης, ἀλλὰ μόνης τῆς πρὸς τὸ κενούμενον
8. ἀκολουθίας ποδηγούσης τὸ συνεχὲς, οὐκ ἐγχωρεῖ πλέον ἐπιῤῥυῆναί
9. ποτε τοῦ κενουμένου. ἀλλ’ οὐδ’ ἄλλην τινὰ προσθεῖναι
10. πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν
11. ἔκθλιψιν τῆς γαστρός. ἀλλ’ αὕτη γ’ ἐπὶ τοῦ κατὰ τὴν
12. κοιλίαν αἵματος ἀπολώλει τελέως, οὐ τῷ μήκει μόνον τῆς
13. ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειμένην
14. ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ’ ἑκάστην διαστολὴν
15. οὐκ ὀλίγον αἷμα. μόνη δή τις ἔτι καὶ πάντων ἔρημος ἀπολείπεται
16. τῶν σοφισμάτων ἐν τοῖς κάτω τῆς κοίλης ἡ πρὸς
1. τὸ κενοόμενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις
2. ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα, καὶ διὰ τὴν
3. τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. Εἰ μὲν γὰρ ἅπαν ἐπ’
4. αὐτοὺς ἐφέρετο τὸ αἷμα, δεόντως ἄν τις ἅπαν ἔφασκεν
5. αὐτὸ καθαίρεσθαι. νυνὶ δὲ, οὐ γὰρ ὅλον, ἀλλὰ τοσοῦτον
6. αὐτοῦ μέρος, ὅσον αἱ μέχρι νεφρῶν δέχονται φλέβες, ἐπ’.
7. αὐτοὺς ἔρχεται, καὶ μόνον ἐκεῖνο καθαρθήσεται. καὶ τὸ
8. μὲν ὀῤῥῶδες αὐτοῦ καὶ λεπτὸν οἷον δι’ ἠθμῶν τινων
9. τῶν νεφρῶν διαδύσεται· τὸ δ’ αἱματῶδές τε καὶ παχὺ,
10. κατὰ τὰς φλέβας ὑπομένον, ἐμποδὼν στήσεται τῷ κατόπιν
11. ἐπιῤῥέοντι. παλινδρομεῖν οὖν αὐτὸ πρότερον ἐπὶ τὴν κοίλην
12. ἀναγκαῖον, καὶ κενὰς οὕτως ἐργάζεσθαι τὰς ἐπὶ τοὺς νεφροὺς
13. ἰούσας φλέβας· αἳ δεύτερον οὐκέτι |παρακομιοῦσιν
14. ἐπ’ αὐτοὺς ἀκάθαρτον αἷμα· κατειληφότος γὰρ αὐτὰς τοῦ
15. προτέρου, πάροδος οὐδεμία λέλειπται. τίς οὖν ἡμῖν δύναμις
16. ἀπάξει πάλιν ὀπίσω τῶν νεφρῶν τὸ καθαρὸν αἷμα; τίς δὲ
17. τοῦτο μὲν διαδεξαμένη κελεύσει πρὸς τὸ κάτω μέρος ἰέναι
18. τῆς κοίλης, ἑτέρῳ δ’ ἄνωθεν ἐπιφερομένῳ προστάξει, πρὶν
1. ἐπὶ τοὺς νεφροὺς ἀπελθεῖν, μὴ φέρεσθαι; ταῦτ’ οὖν
2. ἅπαντα συνιδὼν ὁ Ἐρασίστρατος ἀποριῶν μεστὰ, καὶ μίαν
3. μόνην δόξαν εὔπορον εὑρὼν ἐν ἅπασι τὴν τῆς ὁλκῆς, οὔτ’
4. ἀπορεῖσθαι βουλόμενος, οὔτε τὰ πρὸς Ἱπποκράτους ἐθέλων
5. λέγειν, ἄμεινον ὑπέλαβε σιωπητέον εἶναι περὶ τοῦ τρόπου
6. τῆς διακρίσεως. ἀλλ’ εἰ κᾀκεῖνος ἐσιώπησεν, ἡμεῖς οὐ σιγήσομεν.
7. ἴσμεν γὰρ, ὡς οὐκ ἐνδέχεται παρελθόντα τὴν Ἱπποκράτειον
8. δόξαν, εἶθ’ ἕτερόν τι περὶ τῆς τῶν νεφρῶν
9. ἐνεργείας εἰπόντα, μὴ οὐ καταγέλαστον εἶναι παντάπασι.
10. διὰ τοῦτο Ἐρασίστρατος μὲν ἐσιώπησεν, Ἀσκληπιάδης δ’
11. ἐψεύσατο, παραπλησίως οἰκέταις, λάλοις μὲν τὰ πρόσθεν
12. τοῦ βίου, καὶ πολλὰ πολλάκις ἐγκλήματα διαλυσαμένοις ὑπὸ
13. περιττῆς πανουργίας, ἐπ’ αὐτοφώρῳ δέ ποτε κατειλημμένοις,
14. εἶτ’ οὐδὲν ἐξευρίσκουσι σόφισμα, κᾄπειτ’ ἐνταῦθα τοῦ μὲν
15. αἰδημονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειλημμένου,
16. τοῦ δ’ ἀναισχυντοτέρου κρύπτοντος μὲν ἔθ’
17. ὑπὸ μάλης τὸ ζητούμενον, ἐξομνυμένου δὲ καὶ μηδ’ ἑωρακέναι
18. πώποτε φάσκοντος. οὕτω γάρ τοι ὁ Ἀσκληπιάδης,
1. ἐπιλειπόντων αὐτῷ τῶν τῆς πανουργίας σοφισμάτων, καὶ
2. μήτε τῆς πρὸς τὸ λεπτομερὲς φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ
3. ληρεῖσθαι, μήθ’ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ
4. τὸ περίττωμα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων ἡ χολὴ,
5. ἀδύνατον ὂν, εἰπόντα, μὴ οὐ μέγιστον ὄφλειν γέλωτα,
6. ἐξόμνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διῆκον λέγων ἐπὶ
7. τοὺς νεφροὺς τὸ οὖρον, ἀλλ’ ἀτμοειδῶς εὐθὺς ἐκ τῶν
8. κατὰ τὴν κοιλίαν μερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι. οὗτοι
9. μὲν οὖν τοῖς ἐπ’ αὐτοφώρῳ κατειλημμένοις οἰκέταις ὁμοίως
10. ἐκπλαγέντες, ὁ μὲν ἐσιώπησεν, ὁ δ’ ἀναισχύντως
11. ψεύδεται.

Cliquer un n° de page pour en afficher l’image