Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 1.17, ed. Kühn, 1821, vol. 2, p. 67-73. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.17

12. Τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόμασιν
13. ἑαυτοὺς ἐσέμνυναν, Ἐρασιστρατείους τε καὶ Ἀσκληπιαδείους
14. ἐπονομάσαντες, ὁμοίως τοῖς ὑπὸ τοῦ βελτίστου
15. Μενάνδρου κατὰ τὰς κωμῳδίας εἰσαγομένοις οἰκέταις,
16. Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουμένοις, φησὶ, πεπρᾶχθαι
17. γενναῖον, εἰ μὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην,
18. οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσματα
19. συνέθεσαν, οἱ μὲν, ἵνα μηδ’ ὅλως ἐξελεγχθῇ ποτε
1. Ἀσκληπιάδης ψευδόμενος, οἱ δ’, ἵνα κακῶς ἐροῦσιν, ἃ καλῶς
2. ἐσιώπησεν Ἐρασίστρατος. ἀλλὰ τῶν μὲν Ἀσκληπιαδείων
3. ἅλις. οἱ δ’ Ἐρασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ
4. νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ πάσχουσι,
5. καὶ παντοῖοι γίγνονται, πιθανόν τι ζητοῦντες ἐξευρεῖν αἴτιον,
6. ὁλκῆς μὴ δεόμενον. οἱ μὲν δὴ πλησίον Ἐρασιστράτου τοῖς
7. χρόνοις γενόμενοι τὰ μὲν ἄνω τῶν νεφρῶν μόρια καθαρὸν
8. αἷμα λαμβάνειν φασὶ, τὸ βάρος δ’ ἔχειν τὸ ὑδατῶδες περίττωμα,
9. βρίθειν τε καὶ ὑποῤῥεῖν κάτω· διηθούμενον δ’
10. ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς, χρηστὸν οὕτω γενόμενον,
11. ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέμπεσθαι τὸ αἷμα.
12. καὶ μέχρι γέ τινος ηὐδοκίμησεν ἥδε ἡ δόξα, καὶ ἤκμασε, καὶ
13. ἀληθὴς ἐνομίσθη· χρόνῳ δ’ ὕστερον καὶ αὐτοῖς τοῖς
14. Ἐρασιστρατείοις ὕποπτος ἐφάνη, καὶ τελευτῶντες ἀπέστησαν
15. αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα, μήτε συγχωρούμενα
16. πρός τινος, ἀλλ’ οὐδ’ ἀποδειχθῆναι δυνάμενα, πρῶτον
17. μὲν τὸ βάρος τῆς ὀῤῥώδους ὑγρότητος ἐν τῇ κοίλῃ
1. πρώτῃ φλεβὶ γεννώμενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον,
2. ὁπότ’ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ
3. εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέῤῥει κάτω; πῶς δ’ ἄν
4. τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ
5. ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα; δεύτερον δ’
6. ἄτοπον, ὅτι κᾂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα, καὶ μηκέτ’
7. εἶναι κατ’ ἄλλο χωρίον, ἢ τὴν κοίλην φλέβα, τίνα
8. τρόπον εἰς τοὺς νεφροὺς ἐμπεσεῖται, χαλεπὸν, μᾶλλον δ’
9. ἀδύνατον εἰπεῖν, μήτ’ ἐν τοῖς κάτω μέρεσι κειμένων αὐτῶν
10. τῆς φλεβὸς, ἀλλ’ ἐκ τῶν πλαγίων, μήτ’ ἐμφυομένης αὐτοῖς
11. τῆς κοίλης, ἀλλ’ ἀπόφυσίν τινα μόνην εἰς ἑκάτερα πεμπούσης,
12. ὥσπερ καὶ εἰς τἄλλα πάντα μόρια. τίς οὖν ἡ διαδεξαμένη
13. ταύτην δόξα τὴν καταγνωσθεῖσαν; ἐμοὶ μὲν
14. ἠλιθιωτέρα μακρῷ φαίνεται τῆς προτέρας. ἤκμασε δ’ οὖν
15. καὶ αὕτη ποτέ. φασὶ γὰρ, εἰ κατὰ τῆς γῆς ἐκχυθῇ μεμιγμένον
16. ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι
17. καὶ ῥυήσεσθαι, τὸ μὲν τῇδε, τὸ δὲ τῇδε. θαυμαστὸν οὖν
18. οὐδὲν εἶναί φασιν, εἰ τὸ μὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νεφροὺς
1. ῥεῖ, τὸ δ’ αἱματῶδες διὰ τῆς κοίλης φέρεται κάτω.
2. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ, ἀπὸ τῆς
3. κοίλης μυρίων ἐκπεφυκυιῶν φλεβῶν, αἷμα μὲν εἰς τὰς ἄλλας
4. ἁπάσας, ἡ δ’ ὀῤῥώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς
5. φερομένας ἐκτρέπεται; τοῦτ’ αὐτὸ τὸ ζητούμενον οὐκ
6. εἰρήκασιν, ἀλλὰ τὸ γινόμενον εἰπόντες μόνον οἴονται τὴν
7. αἰτίαν ἀποδεδωκέναι. πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν
8. χειρίστην ἁπασῶν δόξαν, ἐξευρημένην δὲ νῦν ὑπὸ Λύκου
9. τοῦ Μακεδόνος, εὐδοκιμοῦσάν τε διὰ τὸ καινὸν, ἤδη λέγωμεν.
10. ἀπεφῄνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου
11. τινὸς χρησμὸν ἀποφθεγγόμενος, περίττωμα τῆς τῶν
12. νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον
13. ἅπαν οὖρον γίνεται, πλὴν εἴ τι κατὰ τῶν διαχωρημάτων
14. ὑπῆλθεν, ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν, ἢ κατὰ τὴν
15. ἄδηλον διαπνοὴν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν
16. καθ’ ἑκάστην ἡμέραν οὐρουμένων. ἐν χειμῶνι δὲ μάλιστα
17. μαθεῖν ἐστιν ἐπὶ τῶν ἀργούντων μὲν, κωθωνιζομένων δὲ,
18. καὶ μάλιστ’ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριμος· οὐροῦσι
1. γὰρ οὗτοι διὰ ταχέων, ὀλίγου δεῖν, ὅσον περ καὶ πίνουσιν.
2. ὅτι δὲ καὶ ὁ Ἐρασίστρατος οὕτως ἐγίνωσκεν, οἱ τὸ πρῶτον
3. αὐτοῦ ἀνεγνωκότες σύγγραμμα τῶν καθόλου λόγων ἐπίστανται.
4. ὥσθ’ ὁ Λύκος οὔτ’ ἀληθῆ λέγων φαίνεται, οὔτ’
5. Ἐρασιστράτεια, δῆλον δὲ, ὡς οὔτ’ Ἀσκληπιάδεια, πολὺ δὲ
6. μᾶλλον οὔθ’ Ἱπποκράτεια. λευκῷ τοίνυν, κατὰ τὴν παροιμίαν,
7. ἔοικε κόρακι, μήτ’ αὐτοῖς τοῖς κόραξιν ἀναμιχθῆναι
8. δυναμένῳ διὰ τὴν χρόαν, μήτε ταῖς περιστεραῖς διὰ τὸ
9. μέγεθος. ἀλλ’ οὔτι που τούτου γ’ ἕνεκα παροπτέος. ἴσως
10. γάρ τι λέγει θαυμαστὸν, ὃ μηδεὶς τῶν ἔμπροσθεν ἔγνω.
11. τὸ μὲν οὖν ἅπαντα τὰ τρεφόμενα μόρια ποιεῖν τι περίττωμα
12. συγχωροῦμεν, τὸ δὲ τοὺς νεφροὺς μόνους, οὕτω σμικρὰ
13. σώματα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν
14. ἐνίοτε περιττώματος, οὔθ’ ὁμολογούμενον, οὔτε λόγον ἔχον.
15. τὸ γὰρ ἑκάστου τῶν μειζόνων σπλάγχνων περίττωμα πλεῖον
16. ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύμονος,
17. εἴπερ ἀνάλογον τῷ μεγέθει τοῦ σπλάγχνου γίνοιτο, πολλαπλάσιον
1. ἔσται δήπου τοῦ κατὰ τοὺς νεφροὺς, ὥσθ’ ὅλος μὲν ὁ
2. θώραξ ἐμπλησθήσεται, πνιγήσεται δ’ αὐτίκα τὸ ζῶον.
3. ἀλλ’ εἰ ἴσως φήσει τις γίγνεσθαι καθ’ ἕκαστον τῶν ἄλλων
4. μορίων περίττωμα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ
5. οἱ νεφροὶ τοῖς κωθωνιζομένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας
6. ποιοῦσι περιττώματος, ἑκάστου τῶν ἄλλων σπλάγχνων
7. πολλῷ πλείους ἔσονται, καὶ πίθου τινὸς οὕτω μεγίστου
8. δεήσει τοῦ δεξομένου τὰ πάντων περιττώματα. καίτοι πολλάκις,
9. ὅσον ἔπιέ τις, ὀλίγου δεῖν, ἅπαν οὔρησεν, ὡς ἂν ἐπὶ
10. τοὺς νεφροὺς φερομένου τοῦ πόματος ἅπαντος. ἔοικεν οὖν ὁ
11. τὸ τρίτον ἐξαπατῶν οὕτως οὐδὲν ἀνύειν, ἀλλ’ εὐθὺς γεγονέναι
12. κατάφωρος, καὶ μένειν ἔτι τὸ ἐξαρχῆς ἄπορον Ἐρασιστράτῳ
13. τε καὶ τοῖς ἄλλοις ἅπασι, πλὴν Ἱπποκράτους.
14. διατρίβω δ’ ἑκὼν ἐν τῷ τόπῳ, σαφῶς εἰδὼς, ὅτι μηδὲν
15. εἰπεῖν ἔχει μηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας,
16. ἀλλ’ ἀναγκαῖον, ἢ τῶν μαγείρων ἀμαθεστέρους φαίνεσθαι,
17. μηδ’ ὅτι διηθεῖται δι’ αὐτῶν τὸ οὖρον ὁμολογοῦντας, ἢ
1. τοῦτο συγχωρήσαντας μηδὲν ἔτ’ ἔχειν εἰπεῖν ἕτερον αἴτιον
2. τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς. ἀλλ’ εἰ μὴ τῶν οὔρων ἡ
3. φορὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ γίγνεται, δῆλον
4. ὡς οὐδ’ ἡ τοῦ αἵματος, οὐδ’ ἡ τῆς χολῆς, ἢ, εἴπερ ἐκείνων,
5. καὶ τούτου. πάντως γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι,
6. καὶ κατ’ αὐτὸν τὸν Ἐρασίστρατον. εἰρήσεται δὲ
7. ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ μετὰ ταῦτα γράμματι.

Cliquer un n° de page pour en afficher l’image