Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 1.2, ed. Kühn, 1821, vol. 2, p. 2-7. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.2

6. Καὶ ζητήσομεν κατὰ τόνδε τὸν λόγον, ὑπὸ
7. τίνων γίνεται δυνάμεων αὐτά γε ταῦτα, καὶ εἰ δή τι ἄλλο
8. φύσεως ἔργον ἐστίν. ἀλλὰ πρότερόν γε διελέσθαι τε χρὴ
9. καὶ μηνῦσαι σαφῶς ἕκαστον τῶν ὀνομάτων, οἷς χρησόμεθα
10. κατὰ τόνδε τὸν λόγον, καὶ ἐφ’ ὅ τι φέρομεν πρᾶγμα. γενήσεται
11. δὲ τοῦτο εὐθὺς ἔργων φυσικῶν διδασκαλία σὺν ταῖς
12. τῶν ὀνομάτων ἐξηγήσεσιν. ὅταν οὖν τι σῶμα κατὰ μηδὲν
13. ἐξαλλάττηται τῶν προϋπαρχόντων, ἡσυχάζειν αὐτό φαμεν·
14. εἰ δ’ ἐξίσταταί πη τοῦτο, κατ’ ἐκεῖνο κινεῖσθαι. καὶ τοίνυν
15. ἐπεὶ πολυειδῶς ἐξίσταται, πολυειδῶς κινηθήσεται. καὶ
16. γὰρ εἰ λευκὸν ὑπάρχον μελαίνοιτο, καὶ εἰ μέλαν λευκαίνοιτο,
17. κινεῖται κατὰ χρόαν. καὶ εἰ γλυκὺ τέως ὑπάρχον αὖθις
1. αὐστηρὸν, ἢ ἔμπαλιν ἐξ αὐστηροῦ γλυκὺ γίνοιτο, καὶ τοῦτ’
2. ἂν κινεῖσθαι λέγοιτο κατὰ τὸν χυμόν. ἄμφω δὲ ταῦτά τε
3. καὶ τὰ προειρημένα κατὰ ποιότητα κινεῖσθαι λεχθήσεται.
4. καὶ οὐ μόνον γε τὰ κατὰ τὴν χρόαν καὶ τὸν χυμὸν ἐξαλλαττόμενα
5. κινεῖσθαί φαμεν, ἀλλὰ καὶ τὸ θερμότερον ἐκ ψυχροτέρου
6. γινόμενον ἢ ψυχρότερον ἐκ θερμοτέρου κινεῖσθαι καὶ
7. τοῦτο λέγομεν, ὥσπερ γε καὶ εἴ τι ξηρὸν ἐξ ὑγροῦ ἢ ὑγρὸν
8. ἐκ ξηροῦ γίνοιτο. κοινὸν δὲ κατὰ τούτων ἁπάντων ὄνομα
9. φέρομεν τὴν ἀλλοίωσιν, ἕν τι τοῦτο γένος κινήσεως. ἕτερον
10. δὲ γένος ἐπὶ τοῖς τὰς χώρας ἀμείβουσι σώμασι καὶ τόπον
11. ἐκ τόπου μεταλλάττειν λεγομένοις. ὄνομα δὲ καὶ τούτῳ
12. φορά. αὗται μὲν οὖν αἱ δύο κινήσεις ἁπλαῖ καὶ πρῶται.
13. σύνθετοι δ’ ἐξ αὐτῶν αὔξησίς τε καὶ φθίσις, ὅταν ἐξ
14. ἐλάττονός τι μεῖζον, ἢ ἐκ μείζονος ἔλαττον γίνηται, φυλάττον
15. τὸ οἰκεῖον εἶδος. ἕτεραι δὲ δύο κινήσεις γένεσις καὶ
16. φθορά. γένεσις μὲν ἡ εἰς οὐσίαν ἀγωγὴ, φθορὰ δὲ ἡ
17. ἐναντία. πάσαις δὲ ταῖς κινήσεσι κοινὸν ἡ ἐξάλλαξις τοῦ
1. προϋπάρχοντος· ὥσπερ οὖν καὶ ταῖς ἡσυχίαις ἡ φυλακὴ τῶν
2. προϋπαρχόντων. ἀλλ’ ὅτι μὲν ἐξαλλάττεται καὶ πρὸς τὴν
3. ὄψιν, καὶ πρὸς τὴν γεῦσιν, καὶ πρὸς τὴν ἁφὴν, αἷμα γινόμενα
4. τὰ σιτία, συγχωροῦσιν· ὅτι δὲ καὶ κατ’ ἀλήθειαν,
5. οὐκέτι τοῦθ’ ὁμολογοῦσιν οἱ σοφισταί. οἱ μὲν γάρ τινες
6. αὐτῶν ἅπαντα τὰ τοιαῦτα τῶν ἡμετέρων αἰσθήσεων ἀπάτας
7. τινὰς καὶ παραγωγὰς εἶναι νομίζουσιν, ἄλλοτε ἄλλως πασχουσῶν,
8. τῆς ὑποκειμένης οὐσίας μηδὲν τούτων, οἷς ἐπονομάζεται,
9. δεχομένης. οἱ δέ τινες εἶναι μὲν ἐν αὐτῇ βούλονται
10. φύσει τὰς ποιότητας, ἀμεταβλήτους δὲ καὶ ἀτρέπτους
11. ἐξ αἰῶνος εἰς αἰῶνα, καὶ τὰς φαινομένας ταύτας ἀλλοιώσεις
12. ἐν αὐτῇ τῇ διακρίσει τε καὶ συγκρίσει γίνεσθαί φασιν, ὡς
13. Ἀναξαγόρας. εἰ δὴ τούτους ἐκτραπόμενος ἐλέγχοιμι, μεῖζον
14. ἄν μοι τὸ πάρεργον τοῦ ἔργου γένοιτο. εἰ μὲν γὰρ οὐκ
15. ἴσασιν, ὅσα περὶ τῆς καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως Ἀριστοτέλει
16. τε καὶ μετὰ τοῦτον Χρυσίππῳ γέγραπται, παρακαλέσαι
17. χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁμιλῆσαι γράμμασιν· εἰ δὲ
18. γινώσκοντες ἔπειθ’ ἑκόντες τὰ χείρω πρὸ τῶν βελτιόνων
1. αἱροῦνται, μάταια δήπου καὶ τὰ ἡμέτερα νομιοῦσιν. ὅτι δὲ
2. καὶ Ἱπποκράτης οὕτως ἐγίνωσκεν, Ἀριστοτέλους ὢν ἔτι πρότερος,
3. ἐν ἑτέροις ἡμῖν ἐπιδέδεικται. πρῶτος γὰρ οὗτος
4. ἁπάντων ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀποδεικνύειν
5. ἐπεχείρησε, τέτταρας εἶναι τὰς πάσας δραστικὰς
6. εἰς ἀλλήλας ποιότητας, ὑφ’ ὧν γίνεταί τε καὶ φθείρεται
7. πάνθ’, ὅσα γένεσίν τε καὶ φθορὰν ἐπιδέχεται. καὶ μέντοι
8. καὶ τὸ κεράννυσθαι δι’ ἀλλήλων ὅλας αὐτὰς δι’ ὅλων,
9. Ἱπποκράτης ἁπάντων ὧν ἴσμεν πρῶτος ἔγνω. καὶ τὰς ἀρχὰς
10. τῶν ἀποδείξεων, ὧν ὕστερον Ἀριστοτέλης μετεχειρίσατο,
11. παρ’ ἐκείνῳ προτέρῳ γεγραμμένας ἐστὶν εὑρεῖν. εἰ δ’, ὥσπερ
12. τὰς ποιότητας, οὕτω καὶ τὰς οὐσίας δι’ ὅλων κεράννυσθαι
13. χρὴ νομίζειν, ὡς ὕστερον ἀπεφῄνατο Ζήνων ὁ Κιττιεὺς,
14. οὐχ ἡγοῦμαι δεῖν ἔτι περὶ τούτου κατὰ τόνδε τὸν λόγον
15. ἐπεξιέναι· μόνην γὰρ εἰς τὰ παρόντα δέομαι γινώσκεσθαι
16. τὴν δι’ ὅλης τῆς οὐσίας ἀλλοίωσιν, ἵνα μή τις ὀστοῦ, καὶ
17. νεύρου, καὶ σαρκὸς, καὶ τῶν ἄλλων ἑκάστου μορίων οἷον ἐς
18. μισγάγκειάν τινα τῷ ἄρτῳ νομίσῃ περιέχεσθαι, κᾄπειτα ἐν 
1. τῷ σώματι διακρινόμενον πρὸς τὸ ὁμόφυλον ἕκαστον ἰέναι.
2. καίτοι πρό γε τῆς διακρίσεως αἷμα φαίνεται γινόμενος ὁ πᾶς
3. ἄρτος. εἰ γοῦν παμπόλλῳ τις χρόνῳ μηδὲν ἄλλο εἴη σιτίον
4. προσφερόμενος, οὐδὲν ἧττον ἐν ταῖς φλεψὶν αἷμα περιεχόμενον
5. ἕξει. καὶ φανερῶς τοῦτο τὴν τῶν ἀμετάβλητα τὰ στοιχεῖα
6. τιθεμένων ἐξελέγχει δόξαν· ὥσπερ γ’, οἶμαι, καὶ τοὔλαιον
7. εἰς τὴν τοῦ λύχνου φλόγα καταναλισκόμενον ἅπαν,
8. καὶ τὰ ξύλα πῦρ μικρὸν ὕστερον γινόμενα. καίτοι τό γ’
9. ἀντιλέγειν αὐτοῖς ἠρνησάμην, ἀλλ’ ἐπεὶ τῆς ἰατρικῆς ὕλης
10. ἦν τὸ παράδειγμα, καὶ χρήζω πρὸς τὸν παρόντα λόγον αὐτοῦ,
11. διὰ τοῦτ’ ἐμνημόνευσα. καταλιπόντες οὖν, ὡς ἔφην,
12. τὴν πρὸς τούτους ἀντιλογίαν, τοῖς βουλομένοις τά τε παρὰ
13. τῶν παλαιῶν ἐκμανθάνειν, κᾀξ ὧν ἡμεῖς ἰδίᾳ περὶ αὐτῶν
14. ἐπεσκέμμεθα τὸν ἑξῆς λόγον ἅπαντα ποιησόμεθα, ζητοῦντες,
15. ὑπὲρ ὧν ἐξ ἀρχῆς προὐθέμεθα, πόσαι τε καὶ τίνες εἰσὶν αἱ
16. τῆς φύσεως δυνάμεις, καὶ τί ποιεῖν ἔργον ἑκάστῃ πέφυκεν.
17. ἔργον δὲ δηλονότι καλῶ τὸ γεγονὸς ἤδη καὶ συμπεπληρωμένον
1. ὑπὸ τῆς ἐνεργείας αὐτῶν, οἶον τὸ αἷμα, τὴν σάρκα
2. καὶ τὸ νεῦρον· ἐνέργειαν δὲ τὴν δραστικὴν ὀνομάζω κίνησιν,
3. καὶ τὴν ταύτης αἰτίαν δύναμιν. ἐπεὶ γὰρ ἐν τῷ τὸ
4. σιτίον αἷμα γίνεσθαι παθητικὴ μὲν ἡ τοῦ σιτίου, δραστικὴ
5. δ’ ἡ τῆς φλεβὸς γίνεται κίνησις, ὡσαύτως δὲ κᾀν τῷ μεταφέρειν
6. τὰ κῶλα κινεῖ μὲν ὁ μῦς, κινεῖται δὲ τὰ ὀστᾶ,
7. τὴν μὲν τῆς φλεβὸς καὶ τῶν μυῶν κίνησιν ἐνέργειαν εἷναί
8. φημι· τὴν δὲ τῶν σιτίων καὶ τῶν ὀστῶν σύμπτωμά
9. τε καὶ πάθημα. τὰ μὲν γὰρ ἀλλοιοῦται, τὰ δὲ φέρεται.
10. τὴν μὲν οὖν ἐνέργειαν ἐγχωρεῖ καλεῖν καὶ ἔργον τι φύσεως,
11. οἷον τὴν πέψιν, τὴν ἀνάδοσιν, τὴν αἱμάτωσιν, οὐ μὴν τὸ
12. γ’ ἔργον ἐξ ἅπαντος ἐνέργειαν. ἡ γάρ τοι σὰρξ ἔργον μέν
13. ἐστι τῆς φύσεως, οὐ μὴν ἐνέργειά γε. δῆλον οὗν, ὡς θάτερον
14. μὲν τῶν ὀνομάτων διχῶς λέγεται, θάτερον δ’ οὔ.

Cliquer un n° de page pour en afficher l’image