ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΝΑΜΕΩΝ ΦΥΣΙΚΩΝ
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
1. Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ Ἐρασιστράτῳ
2. μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι μέλλουσι
3. περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστὸν, ὁμολογῆσαι,
4. δύναμίν τινα ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς
5. ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστὶ, διὰ τοῦ
6. πρόσθεν ἐπιδέδεικται γράμματος, ἀναμιμνησκόντων ἅμ’
7. αὐτῷ καὶ τοῦθ’ ἡμῶν, ὡς οὐκ ἄλλως μὲν εἰς τὴν κύστιν
8. τὰ οὖρα φέρεται διὰ τῶν νεφρῶν, ἄλλως δ’ εἰς ἅπαντα τὰ
9. μόρια τοῦ ζώου τὸ αἷμα, κατ’ ἄλλον δέ τινα τρόπον ἡ
10. ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφ’ ἑνὸς
1. οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνομαζομένης
2. δυνάμεως, οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ μεταφέρειν
3. αὐτήν. οὐ γὰρ δὴ τοῖς μὲν νεφροῖς ἡ φύσις
4. ἔδωκέ τινα τοιαύτην δύναμιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες
5. ὑγρὸν ἕλκουσιν ἀγγείοις· οὐδὲ τούτοις μὲν, οὐκέτι
6. δὲ καὶ τῶν ἄλλων μορίων ἑκάστῳ. καὶ μὴν εἰ τοῦτ’
7. ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς
8. οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς μηδ’
9. Ἀσκληπιάδην λαθεῖν. καί τοί γε οἴεται παντὸς μᾶλλον
10. ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀποῤῥέοι τι,
11. δυοῖν θάτερον, ἢ κενὸς ἔσται τόπος ἀθρόως, ἢ τὸ συνεχὲς
12. ἐπιῤῥυήσεται, τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου.
13. ἀλλ’ ὅ γ’ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν,
14. ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις
15. ἕπεσθαι, ἢ κενὸν ἀθρόως τόπον, ἢ τὸ συνεχὲς ἀκολουθήσειν,
16. ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων
17. καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων
18. ἀληθὲς εἰπεῖν, ὅτι, τοῦ περιεχομένου κενουμένου κατὰ τὴν
1. εὐρυχωρίαν αὐτῶν ἀέρος, ἢ κενὸς ἀθρόως ἔσται τόπος, ἢ
2. ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ’ ἐγχωρεῖ,
3. δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν,
4. καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν.
5. οὕτως μὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας,
6. οὐκ ἀπόδειξις μὰ τὸν Δία εἴποιμ’ ἂν, ἀλλ’ ὑπόθεσις
7. Ἐρασιστράτειος. καθ’ ἕτερον δ’ αὖ τρόπον, εἰ καὶ
8. ἀληθὴς εἴη, περιττὴ, τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶ
9. δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δ’ αὖ περιστέλλεσθαι
10. τῷ ἐνυπάρχοντι, καὶ προωθεῖν αὐτό. τά τε γὰρ
11. ἄλλα καὶ πλῆθος οὐκ ἂν ἐν τῷ σώματι γένοιτο, τῇ πρὸς
12. τὸ κενούμενον ἀκολουθίᾳ μόνῃ τῆς ἀναδόσεως ἐπιτελουμένης.
13. εἰ μὲν οὖν ἡ τῆς γαστρὸς ἔνθλιψις ἐκλύεται προϊοῦσα,
14. καὶ μέχρι παντὸς ἀδύνατός ἐστιν ἐξικνεῖσθαι, καὶ διὰ
15. τοῦτο ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ
16. αἵματος, ἀναγκαία μὲν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία
17. προσεξεύρηται· πλῆθος δ’ ἐν οὐδενὶ τῶν μεθ’ ἧπαρ ἔσται
1. μορίων, ἢ, εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύμονα.
2. μόνη γὰρ αὕτη τῶν μεθ’ ἧπαρ εἰς τὴν δεξιὰν
3. αὐτῆς κοιλίαν ἕλκει τὴν τροφὴν, εἶτα διὰ τῆς φλεβὸς τῆς
4. ἀρτηριώδους ἐκπέμπει τῷ πνεύμονι. τῶν δὲ ἄλλων οὐδὲν
5. οὐδ’ αὐτὸς ὁ Ἐρασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι
6. διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν. εἰ δέ γε, ἵνα πλῆθος γένηται,
7. φυλάξομεν ἄχρι παντὸς τὴν ῥώμην τῆς κατὰ τὴν κοιλίαν
8. ἐνθλίψεως, οὐδὲν ἔτι δεόμεθα τῆς πρὸς τὸ κενούμενον
9. ἀκολουθίας, μάλιστα εἰ καὶ τὴν τῶν φλεβῶν συνυπεθέμεθα
10. περιστολὴν, ὡς αὖ καὶ τοῦτ’ αὐτὸ πάλιν ἀρέσκει
11. τὸν Ἐρασίστρατον.