12. Ἀναμνηστέον οὖν αὖθις αὐτὸν, κᾂν μὴ βούληται,
13. τῶν νεφρῶν, καὶ λεκτέον, ὡς ἔλεγχός ἐστιν οὗτος φανερώτατος
14. ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς. οὐδεὶς γὰρ
15. οὐδὲν οὔτ’ εἶπε πιθανὸν, ἀλλ’ οὐδ’ ἐξευρεῖν ἔχει κατ’ οὐδένα
16. τρόπον, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἕτερον αἴτιον οὔρων διακρίσεως,
17. ἀλλ’ ἀναγκαῖον, ἢ μαίνεσθαι δοκεῖν, εἰ φήσαιμεν ἀτμοειδῶς
1. εἰς τὴν κύστιν ἰέναι τὸ οὖρον, ἢ ἀσχημονεῖν, τῆς πρὸς
2. τὸ κενούμενον ἀκολουθίας μνημονεύοντας, ληρώδους μὲν
3. οὔσης κᾀπὶ τοῦ αἵματος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν
4. ἐπὶ τῶν οὔρων. ἓν μὲν δὴ τοῦτο σφάλμα τῶν ἀποστάντων
5. τῆς ὁλκῆς. ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν
6. χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδ’ ἐκεῖ, παραῤῥέοντος
7. τοῦ αἵματος κατὰ τὰ στόματα τῶν χοληδόχων ἀγγείων, ἀκριβῶς
8. διακριθήσεται τὸ χολῶδες περίττωμα. καὶ μὴ διακρινέσθω,
9. φασὶν, ἀλλὰ συναναφερέσθω τῷ αἵματι πάντη τοῦ
10. σώματος. ἀλλ’, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζώου καὶ
11. τεχνικὴν αὐτὸς ὁ Ἐρασίστρατος ὑπέθετο τὴν φύσιν. ἀλλὰ
12. καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι παντάπασι τοῖς ζώοις
13. ἔφασκεν. οὐ συμβαίνει δ’ ἀλλήλοις ἄμφω ταῦτα. πῶς γὰρ
14. ἂν ἔτι προνοεῖσθαι τοῦ ζώου δόξειεν, ἐπιτρέπουσα συναναφέρεσθαι
15. τῷ αἵματι μοχθηρὸν οὕτω χυμόν; ἀλλὰ
16. ταῦτα μὲν σμικρά. τὸ δὲ μέγιστον καὶ σαφέστατον πάλιν
17. ἐνταῦθ’ ἁμάρτημα καὶ δὴ φράσω. εἴπερ γὰρ δι’ οὐδὲν
18. ἄλλο, ἢ ὅτι παχύτερον μέν ἐστι τὸ αἷμα, λεπτοτέρα δ’ ἡ
1. ξανθὴ χολὴ, καὶ τὰ μὲν τῶν φλεβῶν εὐρύτερα στόματα,
2. τὰ δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ’ ἡ μὲν
3. χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόμασιν ἐναρμόττει,
4. τὸ δ’ αἷμα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες
5. τοῦτο καὶ ὀῤῥῶδες περίττωμα τοσούτῳ πρότερον εἰσρυήσεται
6. τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς.
7. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον
8. τῆς χολῆς. τοῦτο γὰρ ἐτόλμησέ τις εἰπεῖν τῶν καθ’ ἡμᾶς
9. Ἐρασιστρατείων, ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς
10. ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵματος. εἴτε γὰρ,
11. ὅτι μᾶλλον ἡ χολὴ τοῦ αἵματος ῥεῖ, διὰ τοῦτο λεπτοτέραν
12. αὐτὴν ἡμῖν ἐστι νομιστέον, εἴθ’, ὅτι δι’ ὀθόνης ἢ ῥάκους
13. ἤ τινος ἠθμοῦ ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀῤῥῶδες
14. περίττωμα, καὶ κατὰ ταῦτα τὰ γνωρίσματα παχυτέρα τῆς
15. ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδ’
16. ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτοτέραν τὴν
17. χολὴν τῶν ὀῤῥωδῶν περιττωμάτων. ἀλλ’ ὅταν τις ἀναισχυντῇ
18. περιπλέκων τε καὶ μήπω καταπεπτωκέναι συγχωρῶν,
1. ὅμοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες
2. ὑπὸ τῶν παλαιστρικῶν, καὶ κατὰ τῆς γῆς ὕπτιοι
3. κείμενοι, τοσοῦτον δέουσι τὸ πτῶμα γνωρίζειν, ὥστε καὶ
4. κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβάλλοντας, οὐκ
5. ἐῶντες ἀπαλλάττεσθαι, κᾀν τούτῳ νικᾷν ὑπολαμβάνουσι.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 2.2, ed. Kühn, 1821, vol. 2, p. 77-80. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩