6. Λῆρος οὖν μακρός ἐστιν ἅπασα τῶν πόρων
7. ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ μὴ γὰρ δύναμίς τις
8. σύμφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς
9. ἐξαρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῶα, μὴ ὅτι
10. τοσοῦτον ἐτῶν ἀριθμὸν, ἀλλ’ οὐδ’ ἡμερῶν ὀλιγίστων. ἀνεπιτρόπευτα
11. γὰρ ἐάσαντες αὐτὰ, καὶ τέχνης καὶ προνοίας
12. ἔρημα, μόναις δὲ ταῖς τῶν ὑλῶν οἰακιζόμενα ῥοπαῖς, οὐδαμοῦ
13. δυνάμεως οὐδεμιᾶς τῆς μὲν ἑλκούσης τὸ προσῆκον
14. ἑαυτῇ, τῆς δ’ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ’ ἀλλοιούσης
15. τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ’ ὅπως οὐκ ἂν
16. εἴημεν καταγέλαστοι, περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόμενοι,
17. καὶ πολὺ μᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ
1. συμπάσης γε τῆς ζωῆς. οὐδὲ γὰρ ζῇν, οὐδὲ διαμένειν οὐδενὶ
2. τῶν ζώων οὐδ’ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατὸν,
3. εἰ τοσαῦτα κεκτημένον ἐν ἑαυτῷ μόρια, καὶ οὕτω διαφέροντα,
4. μήθ’ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάμει, μήτ’
5. ἀποκριτικῇ τῶν ἀλλοτρίων, μήτ’ ἀλλοιωτικῇ τῶν θρεψόντων.
6. καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν
7. ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς
8. οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου
9. θέσεως, ἐν ᾧ μόνῳ σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος,
10. ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ μόρια τοῦ
11. σώματος ὑπὸ τῆς φύσεως οἰόμενος. ἀλλ’ εἰ παρακολουθήσειεν
12. ἑαυτῷ, φύσιν ὀνομάζοντι τεχνικὴν, εὐθὺς μὲν ἐξ ἀρχῆς
13. ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν εὑρήσει
14. τοῦ ζώου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς
15. οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι
16. δυνάμεσιν, ὧν ἄνευ ζῇν οὐκ ἠδύνατο, καὶ μετὰ ταῦτα
17. κατὰ βραχὺ προσαυξήσασαν μέχρι τοῦ πρέποντος μεγέθους,
18. οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησιν
1. ἢ μεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι
2. φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ
3. μόρια φύσις ἐκείνη καὶ καταβραχὺ προσαύξουσα πάντως
4. δήπου καὶ δι’ ὅλων αὐτῶν ἐκτέταται, καὶ γὰρ ὅλα δι’
5. ὅλων, οὐκ ἔξωθεν μόνον, αὐτὰ διαπλάττει τε καὶ τρέφει
6. καὶ προσαύξει. Πραξιτέλης μὲν γὰρ, ἢ Φειδίας, ἤ τις ἄλλος
7. ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ
8. ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ’ ἀκόσμητον, καὶ ἀργὸν,
9. καὶ ἄτεχνον, καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι
10. κατελθεῖν εἰς αὐτὸ, καὶ καταδῦναι, καὶ θιγεῖν ἁπάντων
11. τῆς ὕλης τῶν μερῶν. ἡ φύσις δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν
12. ὀστοῦ μέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα,
13. τὸ δὲ πιμελῆς πιμελὴν, καὶ τῶν ἄλλων ἕκαστον. οὐδὲν γάρ
14. ἐστιν ἄψαυστον αὐτῇ μέρος, οὐδ’ ἀνεξέργαστον, οὐδ’ ἀκόσμητον.
15. ἀλλὰ τὸν μὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν
16. ἐλέφαντα καὶ χρυσὸν, ἀλλ’ οὐδὲ τὸν χρυσὸν κηρόν·
17. ἕκαστον γὰρ αὐτῶν μένον, οἷον ἦν ἐξαρχῆς, ἔξωθεν μόνον
18. ἠμφιεσμένον εἶδός τι καὶ σχῆμα τεχνικὸν, ἄγαλμα τέλειον
1. γέγονεν. ἡ φύσις δὲ οὐδὲ μιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν
2. ἀρχαίαν ἰδέαν. αἷμα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζώου
3. τὰ μόρια, τὸ παρὰ τῆς κυούσης ἐπιῤῥέον τῷ σπέρματι δίκην
4. κηροῦ τινος, ὕλης μιᾶς καὶ μονοειδοῦς ὑποβεβλημένης
5. τῷ τεχνίτῃ. γίνεται δ’ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζώου μορίων
6. οὔτ’ ἐρυθρὸν οὕτως, οὔθ’ ὑγρόν. ὀστοῦν γοῦν καὶ
7. χόνδρος, καὶ ἀρτηρία, καὶ φλὲψ, καὶ νεῦρον, καὶ πιμελὴ,
8. καὶ ἀδὴν, καὶ ὑμὴν, καὶ μυελὸς, ἄναιμα μὲν, ἐξ αἵματος
9. δὲ γέγονε. τίνος δ’ ἀλλοιώσαντος, καὶ τίνος πήξαντος αὐτὸ,
10. καὶ τίνος διαπλάσαντος, ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον
11. αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν, ἤτοι τὴν φύσιν,
12. ἢ τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθ’ ἑκάτερου, διαφόροις
13. δ’ ἐπινοίαις ἑρμηνεύων. ὃ γὰρ ἦν πρότερον σπέρμα,
14. τοῦθ’, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῶον,
15. φύσις τις γίνεται. καθάπερ γὰρ ὁ Φειδίας, εἶχε μὲν τὰς
16. δυνάμεις τῆς τέχνης, καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ’
17. αὖ ἐν αὐταῖς περὶ τὴν ὕλην. ἅπασα γὰρ δύναμις ἀργεῖ,
18. ἀποροῦσα τῆς οἰκείας ὕλης. οὕτω καὶ τὸ σπέρμα τὰς μὲν
1. δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δ’ ἐνεργείας οὐκ ἐκ τῆς
2. ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. καὶ μὴν εἰ
3. πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτ’
4. ἄν· εἰ δ’ ὅλως ἀποροίη, παντάπασιν ἀργοῦν, οὐκ ἂν
5. γίγνοιτο φύσις. ἵν’ οὖν μήτε φθείρηται, καὶ γένηται φύσις
6. ἀντὶ σπέρματος, ὀλίγον ἐπιῤῥεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος.
7. μᾶλλον δ’ οὐκ ὀλίγον αὐτὸ χρὴ λέγειν, ἀλλὰ σύμμετρον
8. τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν ὁ μετρῶν αὐτοῦ
9. τὸ ποσὸν τῆς ἐπιῤῥοῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ
10. προτρέπων, ἵν’ ἐνδεέστερον μὴ εἴη; τίνα ζητήσομεν ἐνταῦθα
11. τρίτον ἐπιστάτην τοῦ ζώου τῆς γενέσεως, ὃς χορηγήσει τὸ
12. σύμμετρον αἷμα τῷ σπέρματι; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ
13. ζῶν ταῦτ’ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι. τοῦτο γάρ
14. ἐστιν ὁ τεχνίτης, ὁ ἀναλογῶν τῷ Φειδίᾳ· τὸ δ’ αἷμα τῷ
15. κηρῷ προσέοικεν. οὔκουν ἐπιτρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ
16. τὸ μέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δ’ αἷμα
17. τοσοῦτον ὁ τεχνίτης εἰς ἑαυτὸν, ὁπόσου δεῖται. ἀλλ’ ἐνταῦθα
1. χρὴ προσέχειν ἤδη τὸν νοῦν, καὶ σκοπεῖν, μή πως
2. λάθωμεν τῷ σπέρματι λογισμόν τινα καὶ νοῦν χαρισάμενοι·
3. οὕτω γὰρ ἂν οὔτε σπέρμα ποιήσαιμεν, οὔτε φύσιν,
4. ἀλλ’ ἤδη ζῶον αὐτό. καὶ μὴν εἰ φυλάξομεν ἀμφότερα, τήν
5. θ’ ὁλκὴν τοῦ συμμέτρου, καὶ χωρὶς λογισμοῦ δύναμίν τινα,
6. καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρματι
7. φήσομεν ἐνυπάρχειν αἵματος ἐπισπαστικήν. ἠναγκάσθημεν
8. οὖν πάλιν κᾀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν,
9. ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα·
10. τί δ’ ἦν τὸ σπέρμα; ἡ ἀρχὴ τοῦ ζώου ἡ δραστική. ἡ γὰρ
11. δὴ ὑλικὴ τὸ καταμήνιόν ἐστιν. εἶτα αὐτῆς τῆς ἀρχῆς
12. πρώτῃ ταύτῃ τῇ δυνάμει χρωμένης, ἵνα γένηται τῶν ὑπ’
13. αὐτῆς τι δεδημιουργημένων, ἄμοιρον εἶναι τῆς οἰκείας δυνάμεως
14. οὐκ ἐνδέχεται. πῶς οὖν Ἐρασίστρατος αὐτὴν οὐκ οἶδεν,
15. εἰ δὴ πρώτη μὲν αὕτη τοῦ σπέρματος ἐνέργεια, σύμμετρον
16. αἵματος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύμμετρον δ’ ἂν
17. εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτμῶδες, ὥστ’ εὐθὺς εἰς πᾶν
18. μόριον ἑλκόμενον τοῦ σπέρματος δροσοειδῶς μηδαμοῦ τὴν
1. ἑαυτοῦ παρεμφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει
2. ῥᾳδίως τὸ σπέρμα, καὶ ταχέως ἐξομοιώσει, καὶ τροφὴν
3. ἑαυτῷ ποιήσεται, κᾄπειτ’, οἶμαι, δεύτερον ἐπισπάσεται
4. καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι
5. τραφέντι. καὶ μὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναμις
6. ἐξεύρηται, μηδ’ αὐτὴ πρὸς Ἐρασιστράτου γεγραμμένη. τρίτη
7. δ’ ἂν ἡ διαπλαστικὴ φανείη, καθ’ ἣν πρῶτον μὲν οἷον
8. ἐπίπαγόν τινα λεπτὸν ὑμένα περιτίθησιν ἑαυτῷ τὸ σπέρμα,
9. τὸν ὑφ’ Ἱπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν
10. ἔλεγε τῆς μουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· μετὰ
11. δὲ τοῦτον ἤδη καὶ τἄλλ’, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ
12. περὶ φύσεως παιδίου γράμματος. ἀλλ’ εἰ τῶν διαπλασθέντων
13. ἕκαστον οὕτω μείνειε σμικρὸν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί
14. ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν
15. αὐξηθήσεται; πάντη διατεινόμενά τε ἅμα καὶ τρεφόμενα.
16. καί μοι τῶν ἔμπροσθεν εἰρημένων ἐπὶ τῆς κύστεως, ἣν οἱ
17. παῖδες ἐμφυσῶντες ἔτριβον, ἀναμνησθεὶς μαθήσῃ μᾶλλον
1. κᾀκ τῶν νῦν ῥηθησομένων. ἐννόησον γὰρ δὴ, τὴν καρδίαν
2. οὕτω σμικρὰν εἶναι κατ’ ἀρχὰς, ὡς κέγχρου μηδὲν διαφέρειν,
3. ἢ, εἰ βούλει, κυάμου. καὶ ζήτησον, ὅπως ἂν ἄλλως
4. αὕτη γένοιτο μεγάλη, χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι
5. δι’ ὅλης αὐτῆς, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο τὸ
6. σπέρμα τρεφόμενον. ἀλλ’ οὐδὲ τοῦτο Ἐρασίστρατος οἶδεν,
7. ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλ’ οὕτως αὐξάνεσθαι
8. τὰ ζῶα νομίζει, καθάπερ τινὰ κρησέραν, ἢ σειρὰν, ἢ σάκκον,
9. ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων
10. ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν, ἡ πρόσθεσις
11. γίνεται. ἀλλὰ τούτου γ’ οὐκ αὔξησίς ἐστιν, ἀλλὰ γένεσις,
12. ὦ σοφώτατε. γίνεται γὰρ ὁ θύλακος, καὶ ὁ σάκκος,
13. καὶ τὸ ἱμάτιον, καὶ ἡ οἰκία, καὶ τὸ πλοῖον, καὶ τῶν ἄλλων
14. ἕκαστον, ὅταν μηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν
15. ὑπὸ τοῦ τεχνίτου δημιουργεῖται, συμπεπληρωμένον ἔχῃ.
16. πότ’ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς
17. ἔχειν πυθμένα τινὰ, καὶ στόμα, καὶ οἷον γαστέρα, καὶ τὰ
18. τούτων μεταξὺ, μείζων ἅπασι τούτοις γένηται. καὶ πῶς
1. ἔσται τοῦτο; φήσει τις. πῶς δ’ ἄλλως, ἢ εἰ ζῶον ἐξαίφνης
2. ἢ φυτὸν ὁ τάλαρος ἡμῖν γένοιτο; μόνων γὰρ τῶν ζώντων
3. ἡ αὔξησις. σὺ δ’ ἴσως οἴει τὴν οἰκοδομουμένην οἰκίαν αὐξάνεσθαι,
4. καὶ τὸν τάλαρον πλεκόμενον, καὶ θοιμάτιον
5. ὑφαινόμενον. ἀλλ’ οὐχ ὧδ’ ἔχει. τοῦ μὲν γὰρ ἤδη συμπεπληρωμένου
6. κατὰ τὸ εἶδος ἡ αὔξησις· τοῦ ἔτι γινομένου
7. ἡ εἰς τὸ εἶδος ὁδὸς, οὐκ αὔξησις, ἀλλὰ γένεσις ὀνομάζεται·
8. αὐξάνεται μὲν γὰρ τὸ ὂν, γίνεται δὲ τὸ μὴ ὄν.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 2.3, ed. Kühn, 1821, vol. 2, p. 80-88. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩