9. Καὶ ταῦτ’ Ἐρασίστρατος οὐκ οἶδεν, ὃν
10. οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπ’ αὐτοῦ
11. φάσκοντες ὡμιληκέναι τοῖς ἐκ τοῦ Περιπάτου φιλοσόφοις
12. αὐτόν. ἄχρι μὲν οὖν τοῦ τὴν φύσιν ὑμνεῖν ὡς τεχνικὴν,
13. κᾀγὼ γνωρίζω τὰ τοῦ Περιπάτου δόγματα, τῶν δ’ ἄλλων
14. οὐδὲν οὐδ’ ἐγγύς. εἰ γάρ τις ὁμιλήσειε τοῖς Ἀριστοτέλους καὶ.
15. Θεοφράστου γράμμασι, τῆς Ἱπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας
16. ὑπομνήματα συγκεῖσθαι, τὸ θερμὸν, καὶ τὸ ψυχρὸν,
1. καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα·
2. καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμὸν, δεύτερον
3. δὲ τῇ δυνάμει τὸ ψυχρὸν, Ἱπποκράτους ταῦτα σύμπαντα
4. πρώτου, δευτέρου δ’ Ἀριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ
5. δι’ ὅλων αὐτῶν τὰ τρεφόμενα, καὶ κεράννυσθαι δι’ ὅλων
6. τὰ κεραννύμενα, καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούμενα,
7. καὶ ταῦτ’ Ἱπποκράτειά τε ἅμα καὶ Ἀριστοτέλεια.
8. καὶ τὴν πέψιν ἀλλοίωσίν τινα ὑπάρχειν καὶ μεταβολὴν
9. τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα,
10. τὴν δ’ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι, καὶ τὴν θρέψιν
11. ὡσαύτως, καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως τοῦ
12. σώματος καὶ θρέψεως γίνεσθαι. τὴν δ’ ἀλλοίωσιν ὑπὸ
13. τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὴν
14. θρέψιν, καὶ τὴν πέψιν, καὶ τὴν τῶν χυμῶν ἁπάντων γένεσιν.
15. ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου
16. θερμασίας ἐγγίνεσθαι. ταῦτα σύμπαντα, καὶ πρὸς τούτοις
17. ἕτερα πολλὰ, τά τε τῶν προειρημένων δυνάμεων, καὶ τὰ
1. τῶν νοσημάτων τῆς γενέσεως, καὶ τὰ τῶν ἰαμάτων τῆς εὑρέσεως,
2. Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς
3. εἶπεν, Ἀριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ μὴν
4. καὶ εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ Περιπάτου δοκεῖ, καθάπερ
5. οὖν δοκεῖ, μηδὲν δ’ αὐτὸν ἀρέσκει τὸν Ἐρασίστρατον,
6. τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ πρὸς τοὺς
7. φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία;
8. θαυμάζουσι μὲν γὰρ αὐτὸν ὡς θεὸν, καὶ πάντ’ ἀληθεύειν
9. νομίζουσιν. εἰ δ’ οὕτως ἔχοι ταῦτα, πάμπολυ
10. δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ
11. Περιπάτου φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν
12. ἀρέσκει. καὶ μὴν ὥσπερ τιν’ εὐγένειαν αὐτῷ
13. τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν
14. ἐκπορίζουσι. πάλιν οὖν ἀναστρέψωμεν τὸν λόγον ἑτέρως, ἢ
15. ὡς ὀλίγῳ πρόσθεν ἐτύχομεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ
16. Περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον
17. Ἐρασιστράτου. καὶ δίδωμι τοῖς Ἐρασιστρατείοις αὐτοῖς
18. τὴν αἵρεσιν· ἢ γὰρ τὸν πρότερον λόγον, ἢ τοῦτον
1. προσοίσονται. λέγει δ’ ὁ μὲν πρῶτος, οὐδὲν ὀρθῶς ἐγνωκέναι
2. περὶ φύσεως τοὺς Περιπατητικοὺς, ὁ δὲ δεύτερος, Ἐρασίστρατον.
3. ἐμὸν μὲν οὖν ὑπομνῆσαι τῶν δογμάτων τὴν
4. μάχην, ἐκείνων δ’ ἡ αἵρεσις. ἀλλ’ οὐκ ἂν ἀποσταῖεν τοῦ
5. μὴ θαυμάζειν τὸν Ἐρασίστρατον. οὐκοῦν σιωπησάτωσαν περὶ
6. τῶν ἐκ τοῦ Περιπάτου φιλοσόφων. παμπόλλων γὰρ ὄντων
7. δογμάτων φυσικῶν περί τε γενέσεως καὶ φθορᾶς τῶν ζώων,
8. καὶ ὑγιείας, καὶ νόσου, καὶ τῆς θεραπείας αὐτῶν, ἓν μόνον
9. εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κᾀκείνοις τοῖς ἀνδράσι,
10. τὸ τινὸς ἕνεκα πάντα ποιεῖν τὴν φύσιν, καὶ μάτην
11. μηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινὸν, ἔργῳ δὲ
12. μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει. μάτην γὰρ ὁ σπλὴν
13. ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δὲ εἰς τοὺς νεφροὺς
14. ἀρτηρίαι καταφυόμεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης
15. ἀρτηρίας βλαστανουσῶν οὖσαι μέγισται, μάτην δ’ ἄλλα
16. μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον. ἅπερ εἰ μὲν οὐδ’
17. ὅλως γινώσκει, βραχὺ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς
18. ἀνατομαῖς· εἰ δ’ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν, οἴεται
1. δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι.
2. καίτοι τί ταῦτ’ ἐπεξέρχομαι, τῆς περὶ χρείας μορίων ὄντα
3. πραγματείας μελλούσης ἡμῖν ἰδίᾳ περαίνεσθαι; πάλιν οὖν
4. ἀναλάβωμεν τὸν αὐτὸν λόγον, εἰπόντες τέ τι βραχὺ πρὸς
5. τοὺς Ἐρασιστρατείους ἔτι, τῶν ἐφεξῆς ἐχώμεθα. δοκοῦσι γάρ
6. μοι μηδὲν ἀνεγνωκέναι τῶν Ἀριστοτέλους οὗτοι συγγραμμάτων,
7. ἀλλ’ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ
8. ἄνθρωπος, καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ’ ἴχνη τῆς ἐκείνου
9. φυσιολογίας βαδίζουσιν, εἷθ’ εὑρόντες ἕν τι τῶν περιφερομένων
10. δογμάτων κοινὸν αὐτῷ πρὸς Ἐρασίστρατον, ἀναπλάσαι
11. τινὰ συνουσίαν αὐτῷ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ’
12. ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ
13. μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων·
14. ἃ πρώτου μὲν Ἱπποκράτους ἦν, δευτέρου δ’ Ἀριστοτέλους,
15. τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου,
16. τοῦ τὰς ποιότητας εἶναι σώματα. τάχα δ’ ἂν τῆς λογικῆς
17. ἕνεκα θεωρίας ὡμιληκέναι φαῖεν τὸν Ἐρασίστρατον τοῖς ἐκ
18. τοῦ περιπάτου φιλοσόφοις· οὐκ εἰδότες, ὡς ἐκεῖνοι μὲν ψευδεῖς
1. δεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ’ Ἐρασιστράτεια
2. βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους. τάχ’ ἂν
3. οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος
4. εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο,
5. καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων,
6. ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν,
7. ἐπίκαιρον αἰτιᾶται θέσιν, καὶ στομάτων στενότητα, καὶ
8. χώραν τινὰ κοινὴν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν
9. τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν
10. οἱ πόροι τὴν χολὴν, δεύτεραι δ’ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς
11. τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν
12. ὁλκὴν εἰπὼν, ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξασθαι
13. λόγων.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 2.4, ed. Kühn, 1821, vol. 2, p. 88-93. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩