Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 2.5, ed. Kühn, 1821, vol. 2, p. 93-95. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:2.5

14. Ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς
15. Ἐρασιστρατείοις, οὐ πρὸς τοὺς ἄλλους μόνους, ἀλλὰ καὶ
16. πρὸς ἀλλήλους, καὶ οὐκ ἔχουσιν ὅπως ἐξηγήσωνται τὴν ἐκ
17. τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· Εἰς τὸ
1. αὐτὸ δ’ ἀνεστομωμένων ἑτέρων δύο ἀγγείων, τῶν τ’ ἐπὶ
2. τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα,
3. συμβαίνει τῆς ἀναφερομένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρμόζοντα
4. ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων
5. μεταλαμβάνεσθαι, καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι,
6. τὰ δ’ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι. τὸ γὰρ εἰς τὸ
7. αὐτὸ ἀνεστομωμένον, ὃ κατ’ ἀρχὰς τῆς λέξεως γέγραπται,
8. τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς
9. ταὐτὸν, ὥστε τῷ τῆς ἐν τοῖς σιμοῖς φλεβὸς πέρατι συνάπτειν
10. δύο ἕτερα πέρατα, τό τ’ ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου
11. πόρου, ἢ, εἰ μὴ οὕτως, χώραν τινὰ κοινὴν ἐπινοῆσαι
12. χρὴ τῶν τριῶν ἀγγείων ἄλλην, οἶον δεξαμενήν τινα,
13. πληρουμένην μὲν ὑπὸ τῆς κάτω φλεβὸς, ἐκκενουμένην δὲ
14. εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας.
15. καθ’ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλὰ, περὶ
16. ὧν εἰ πάντα λέγοιμι, λάθοιμ’ ἂν ἐμαυτὸν ἐξηγήσεις Ἐρασιστράτου
17. γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέμην, περαίνων.
18. κοινὸν δ’ ἀμφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον, τὸ μὴ
1. καθαίρεσθαι τὸ πᾶν αἷμα. χρὴ γὰρ ὡς εἰς ἠθμόν τινα τὸ
2. χοληδόχον ἀγγεῖον ἐμπίπτειν αὐτὸ, οὐ παρέρχεσθαι
3. καὶ παραῤῥεῖν ὠκέως εἰς τὸ μεῖζον στόμα, τῇ ῥύμῃ τῆς
4. ἀναδόσεως φερόμενον. ἆρ’ οὖν ἐν τούτοις μόνοις ἀπορίαις
5. ἀφύκτοις ὁ Ἐρασιστράτου λόγος ἐνέχεται, μὴ βουλομένου χρήσασθαι
6. ταῖς ἑλκτικαῖς δυνάμεσιν εἰς μηδὲν, ἢ σφοδρότατα
7. μὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν μηδὲ παῖδα
8. λαθεῖν;

Cliquer un n° de page pour en afficher l’image