Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 2.8, ed. Kühn, 1821, vol. 2, p. 107-125. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:2.8

5. Ὥσπερ οὖν οὐδὲ τὰ περὶ τῆς γενέσεως
6. τῶν χυμῶν, ὑπὲρ ὧν οὐδὲν ἔχων εἰπεῖν, ἀλλ’ οὐδὲ μέχρι
7. τοῦ μετρίου πιθανὸν, οἴεται παρακρούεσθαι σκηπτόμενος,
8. ὡς οὐδὲ χρήσιμος ὅλως ἐστὶν ἡ τῶν τοιούτων ἐπίσκεψις.
9. εἶτα, ὦ πρὸς Διὸς, ὅπως μὲν τὰ σιτία κατὰ τὴν γαστέρα
10. πέττεται, χρήσιμον ἐπίστασθαι, πῶς δ’ ἐν ταῖς φλεψὶν ἡ
11. χολὴ γίνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον
12. αὐτῆς μόνης, ἀμελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄμεινον
13. ὑπάρχον μακρῷ τὸ κωλύειν εὐθὺς ἐξαρχῆς γεννᾶσθαι
14. πλείονα, τοῦ πράγματα ἔχειν ἐκκενοῦντας. θαυμαστὸν δὲ καὶ
15. τὸ διαπορεῖν, εἴτ’ ἐν τῷ σώματι τὴν γένεσιν αὐτῆς ὑποθετέον,
16. εἴτ’ εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι
17. φατέον. εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ
18. περὶ τοῦ αἵματος ἐπισκεψόμεθα, πότερον ἐν τῷ σώματι
1. λαμβάνει τὴν γένεσιν, ἢ ἐν τοῖς σιτίοις παρέσπαρται, καθάπερ
2. οἱ τὰς ὁμοιομερείας ὑποτιθέμενοί φασι; καὶ μὴν
3. πολλῷ γε ἦν χρησιμώτερον ζητεῖσθαι, ποῖα τῶν σιτίων ὁμολογεῖ
4. τῇ τῆς αἱματώσεως ἐνεργείᾳ, καὶ ποῖα διαφέρεται,
5. τοῦ ζητεῖν, τίνα μὲν τῇ τῆς γαστρὸς ἐνεργείᾳ νικᾶται ῥᾳδίως,
6. τίνα δ’ ἀντιβαίνει καὶ μάχεται. τούτων μὲν γὰρ ἡ
7. ἔκλεξις εἰς πέψιν μόνην, ἐκείνων δ’ εἰς αἵματος χρηστοῦ
8. διαφέρει γένεσιν. οὐδὲν γὰρ ἴσον ἐστὶν, ἢ μὴ χρηστὸν
9. αἷμα γεννηθῆναι, ἢ μὴ καλῶς ἐν τῇ γαστρὶ χυλωθῆναι
10. τὴν τροφήν. πῶς δ’ οὐκ αἰδεῖται, τὰς μὲν τῆς
11. πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τέ εἰσι καὶ
12. κατὰ πολλὰς γίνονται προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως
13. σφαλμάτων οὐδ’ ἄχρι ῥήματος ἑνὸς, οὐδ’ ἄχρι
14. συλλαβῆς μιᾶς φθεγξάμενος; καὶ μὴν εὑρίσκεταί γε καὶ
15. παχὺ καὶ λεπτὸν ἐν ταῖς φλεψὶν αἷμα, καὶ τοῖς μὲν ἐρυθρότερον,
16. τοῖς δὲ ξανθότερον, τοῖς δὲ μελάντερον, τοῖς δὲ
17. φλεγματωδέστερον. εἰ δ’, ὅτι καὶ δυσῶδες οὐχ ἕνα τρόπον,
18. ἀλλ’ ἐν πολλαῖς πάνυ διαφοραῖς, ἀῤῥήτοις μὲν λόγῳ, σαφεστάταις
1. δ’ αἰσθήσεσι φαίνεται γιγνόμενον, εἰδείη τις,
2. οὐκ οἶμαι μετρίως ἔτι καταγνώσεσθαι τῆς Ἐρασιστράτου
3. ῥᾳθυμίας αὐτὸν, οὕτω γ’ ἀναγκαίαν εἰς τὰ ἔργα τῆς
4. τέχνης θεωρίαν παραλιπόντος. ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ
5. τῶν ὑδέρων ἁμαρτήματα, τῇ ῥᾳθυμίᾳ ταύτῃ κατὰ λόγον
6. ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι
7. νομίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷμα, καὶ μηδέποτ’ ἂν
8. ἄλλως ὕδερον δύνασθαι συστῆναι, πῶς οὐκ ἐσχάτην ἐνδείκνυται
9. ῥᾳθυμίαν; τό τε μὴ διὰ τὸν σπλῆνα, μήτε δι’ ἄλλο
10. τι μόριον, ἀλλ’ ἀεὶ διὰ τὸν ἐν ἥπατι σκίῤῥον ὕδερον
11. οἴεσθαι γίγνεσθαι, τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου
12. καὶ μηδενὶ τῶν ὁσημέραι γιγνομένων παρακολουθοῦντος.
13. ἐπὶ μέν γε χρονίαις αἱμοῤῥοΐσιν ἐπισχεθείσαις, ἢ διὰ κένωσιν
14. ἄμετρον εἰς ψύξιν ἐσχάτην ἀγούσαις τὸν ἄνθρωπον, οὐχ
15. ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις ἤδη τεθεάμεθα συστάντας
16. ὑδέρους· ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφ’ ἑκάστῳ μηνὶ
17. καθάρσεως ἀπώλεια παντελὴς, καὶ ἄμετρος κένωσις, ὅταν
18. αἱμοῤῥαγήσωσί ποτε αἱ μῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολλάκις
1. ὕδερον, καί τισιν αὐτῶν ὁ γυναικεῖος ὀνομαζόμενος
2. ῥοῦς εἰς τοῦτ’ ἐτελεύτησε τὸ πάθος· ἵνα τοὺς ἀπὸ τῶν
3. κενεώνων ἀρχομένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων μορίων
4. ὑδέρους παραλίπω, σαφῶς μὲν καὶ αὐτοὺς ἐξελέγχοντας
5. τὴν Ἐρασιστράτειον ὑπόληψιν, ἀλλ’ οὐχ οὕτως ἐναργῶς,
6. ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούμενοι.
7. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία,
8. διὰ τὴν ἀποτυχίαν τῆς αἱματώσεως γιγνομένη, τρόπον
9. ὁμοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαῤῥοίαις. οὐ
10. μὴν ἐσκίῤῥωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδ’ ἄλλο
11. τι σπλάγχνον, οὐδὲ τὸ ἧπαρ. ἀλλ’ Ἐρασίστρατος ὁ σοφὸς
12. ὑπεριδὼν καὶ καταφρονήσας, ὧν οὔθ’ Ἱπποκράτης, οὔτε
13. Διοκλῆς, οὔτε Πραξαγόρας, οὔτε Φιλιστίων, ἀλλ’ οὐδὲ τῶν
14. ἀρίστων φιλοσόφων οὐδεὶς κατεφρόνησεν, οὔτε Πλάτων, οὔτ’
15. Ἀριστοτέλης, οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει,
16. καθάπερ τι σμικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν
17. μέρος, οὐδ’ ἀντειπεῖν ἀξιώσας, εἴτ’ ὀρθῶς, εἴτε καὶ μὴ
1. σύμπαντες οὗτοι θερμῷ, ψυχρῷ, ξηρῷ καὶ ὑγρῷ, τοῖς μὲν
2. ὡς δρῶσι, τοῖς δ’ ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶμα τῶν
3. ζώων ἁπάντων διοικεῖσθαί φασι, καὶ ὡς τὸ θερμὸν ἐν
4. αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ μάλιστα εἰς τὴν τῶν
5. χυμῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ μὲν μὴ πείθεσθαι
6. τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλεῖον
7. αὐτὸν οἴεσθαί τι γινώσκειν ἀνεμέσητον· τὸ δὲ μήτ’ ἀντιλογίας
8. ἀξιῶσαι μήτε μνήμης οὕτως ἔνδοξον δόγμα θαυμαστήν
9. τινα τὴν ὑπεροψίαν ἐνδείκνυται. καίτοι σμικρότατός
10. ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς
11. ἀντιλογίαις, ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς
12. σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ
13. τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν
14. ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν,
15. ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα
16. φάσκουσιν. οὐκ ὤκνησε δὲ οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν
17. κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν, οὐδὲ τοῖς εἰς
1. τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς
2. χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον
3. ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵματος γενέσεως, οὐδὲν
4. ἀτιμοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων,
5. οὔτ’ ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν, οὔτ’ αὐτὸς
6. εἰσηγήσασθαί τινα ἑτέραν γνώμην ἐτόλμησεν, ὁ περὶ πασῶν
7. τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος
8. ἐρεῖν, ὅπως τε γίνονται καὶ δι’ ὧν τινων τοῦ
9. ζώου μορίων. ἢ τῆς μὲν πέπτειν τὰ σιτία πεφυκυίας δυνάμεως
10. ἀῤῥωστούσης, ἀπεπτήσει τὸ ζῶον, τῆς δ’ αἱματούσης
11. τὰ πεφθέντα, οὐδὲν ἔσται πάθημα τὸ παράπαν, ἀλλ’ ἀδαμαντίνη
12. τις ἡμῖν αὕτη μόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο
13. τι τῆς ἀῤῥωστίας αὐτῆς ἔκγονον ὑπάρξει, καὶ οὐχ ὕδερος;
14. δῆλος οὖν ἐναργῶς ὁ Ἐρασίστρατός ἐστιν, ἐξ ὧν ἐν μὲν
15. τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν,
16. ἐνταυθοῖ δ’ οὐδ’ ἀντειπεῖν τοῖς πρόσθεν, οὐδ’ αὐτὸς
17. εἰπεῖν τι καινὸν ἐτόλμησε, τὸ σφάλμα τῆς ἑαυτοῦ γνωρίζων
18. αἱρέσεως. τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵματος,
1. ἄνθρωπος εἰς μηδὲν τῷ συμφύτῳ θερμῷ χρώμενος; τί δὲ
2. περὶ ξανθῆς χολῆς, ἢ μελαίνης, ἢ φλέγματος; ὅτι νὴ Δία
3. δυνατόν ἐστιν, ἀναμεμιγμένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν
4. παραγίνεσθαι τὴν χολήν. λέγει γοῦν ᾧδέ πως αὐτοῖς ὀνόμασι·
5. Πότερον δ’ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασία τῆς
6. τροφῆς γεννᾶται τοιαύτη ὑγρασία, ἢ μεμιγμένη τοῖς ἔξωθεν
7. προσφερομένοις παραγίνεται, οὐδὲν χρήσιμον πρὸς τὴν ἰατρικὴν
8. ἐπεσκέφθαι. καὶ μὴν, ὦ γενναιότατε, καὶ κενοῦσθαι
9. χρῆναι φάσκεις τὸν χυμὸν τοῦτον ἐκ τοῦ ζώου, καὶ μεγάλως
10. λυπεῖν, εἰ μὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν
11. ὑπολαμβάνων γίνεσθαι τολμᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν
12. εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν; ὑποκείσθω
13. γὰρ, ἐν μὲν τοῖς σιτίοις περιέχεσθαι, μὴ διακρίνεσθαι
14. δ’ ἀκριβῶς ἐν ἥπατι· ταῦτα γὰρ ἀμφότερα νομίζεις
15. εἶναι δυνατά. καὶ μὴν οὐ σμικρὸν ἐνταῦθα τὸ διαφέρον, ἢ
16. ἐλαχίστην, ἢ παμπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι
17. τὰ σιτία. τὰ μὲν γὰρ ἀκίνδυνα πάντη, τὰ δὲ
18. παμπόλλην περιέχοντα, τῷ μὴ δύνασθαι πᾶσαν αὐτὴν ἐν
1. ἥπατι καθαρθῆναι καλῶς, αἴτια καταστήσεται τῶν τ’ ἄλλων
2. παθῶν, ὧν αὐτὸς Ἐρασίστρατος ἐπὶ πλήθει χολῆς γίνεσθαί
3. φησι, καὶ τῶν ἰκτερικῶν οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον
4. ἰατρῷ γινώσκειν, πρῶτον μὲν, ὡς ἐν τοῖς σιτίοις
5. αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται· δεύτερον δ’, ὡς τὸ μὲν
6. τεῦτλον, εἰ τύχοι, παμπόλλην, ὁ δ’, ἄρτος ἐλαχίστην, καὶ
7. τὸ μὲν ἔλαιον πλείστην, ὁ δ’ οἶνος ἐλαχίστην, ἕκαστόν τε
8. τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν. πῶς γὰρ
9. οὐκ ἂν εἴη γελοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα
10. χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων; τί δ’ εἰ
11. μὴ περιέχεται μὲν ἐν τοῖς σιτίοις ἡ χολὴ, γίνεται δ’ ἐν
12. τοῖς τῶν ζώων σώμασιν; ἢ οὐχὶ καὶ τοῦτο χρήσιμον ἐπίστασθαι,
13. τίνι μὲν καταστάσει σώματος ἕπεται πλείων αὐτῆς ἡ
14. γένεσις, τίνι δ’ ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ μεταβάλλειν
15. οἷοί τ’ ἐσμὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς
16. μοχθηρὰς καταστάσεις τοῦ σώματος. ἀλλ’ εἰ μὴ γιγνώσκοιμεν,
17. καθότι μοχθηρά ἐστι, καὶ πῇ τῆς δεούσης ἐξίσταται,
18. πῶς ἂν αὐτὴν ἐπανάγειν οἷοί τε εἴημεν ἐπὶ τὸ
1. κρεῖττον; οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς Ἐρασίστρατός
2. φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς.
3. οὐ μὴν οὐδ’ ἀδύνατον οὐδ’ ἀσαφὲς ἐξευρεῖν, ὅτι μὴ τῷ πλείστην
4. ἐν ἑαυτῷ περιέχειν τὸ μέλι τὴν ξανθὴν χολὴν, ἀλλ’ ἐν
5. τῷ σώματι μεταβαλλόμενον, εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται.
6. πικρὸν γὰρ ἂν ἦν γευομένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς
7. ἐν ἑαυτῷ περιεῖχεν, ἅπασί τ’ ἂν ὡσαύτως τοῖς ἀνθρώποις
8. ἴσον αὐτῆς ἐγέννα τὸ πλῆθος. ἀλλ’ οὐχ ᾧδ’ ἔχει
9. τἀληθές. ἐν μὲν γὰρ τοῖς ἀκμάζουσι, καὶ μάλιστ’ εἰ
10. φύσει θερμότεροι, καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν
11. εἰς ξανθὴν χολὴν μεταβάλλει τὸ μέλι· τοῖς γέρουσι δ’ ἱκανῶς
12. ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν, ἀλλ’ εἰς αἷμα
13. τὴν ἀλλοίωσιν ἐκείνοις λαμβάνον. Ἐρασίστρατος δὲ, πρὸς τῷ
14. μηδὲν τούτων γινώσκειν, οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου
15. σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς
16. ἐξ ἀρχῆς, ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο,
17. μηδὲν εἶναι χρήσιμον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν
1. γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ
2. γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν
3. ἅμα τῷ αἵματι, τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων
4. ἀποφῃναμένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ
5. διαμαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν
6. ἐστι, καὶ προσέτι τῶν χρησιμωτάτων εἰς τὴν τέχνην παραλιπεῖν
7. τὴν ζήτησιν. ἡδέως οὖν, ἐνταῦθα τοῦ λόγου γεγονὼς,
8. ἠρόμην τοὺς ὁμιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς
9. ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γινώσκουσιν, ὅσα περὶ
10. τοῦ κεκρᾶσθαι τὰ σώματα ἡμῶν ἐκ θερμοῦ καὶ ψυχροῦ
11. καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς Ἀριστοτέλους εἴρηταί τε καὶ
12. ἀποδέδεικται· καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον,
13. καὶ ὡς τῶν ζώων ὅσα μὲν θερμότερα φύσει, ταῦτα
14. πάντως ἔναιμα, τὰ δ’ ἐπὶ πλεῖστον ψυχρότερα πάντως
15. ἄναιμα, καὶ διὰ τοῦτο τοῦ χειμῶνος, ἀργὰ καὶ ἀκίνητα
16. κεῖται, φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ
17. τῆς χροιᾶς τοῦ αἵματος οὐκ Ἀριστοτέλει μόνον, ἀλλὰ καὶ
18. Πλάτωνι. καὶ ἡμεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἴπομεν,
1. οὐ τὰ καλῶς ἀποδεδειγμένα τοῖς παλαιοῖς λέγειν προὐθέμεθα,
2. μήτε τῇ γνώμῃ, μήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους
3. ὑπερβαλέσθαι δυνάμενοι· τὰ δ’ ἤτοι χωρὶς ἀποδείξεως ὡς
4. ἐναργῆ πρὸς αὐτῶν εἰρημένα, τῷ μηδ’ ὑπονοῆσαι μοχθηροὺς
5. οὕτως ἔσεσθαί τινας σοφιστὰς, οἳ καταφρονήσουσι τῆς ἐν
6. αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειμμένα τελέως ὑπ’ ἐκείνων,
7. ἀξιοῦμεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι. περὶ δὲ τῆς τῶν
8. χυμῶν γενέσεως οὐκ οἶδ’ εἴ τις ἔχει προσθεῖναί τι σοφώτερον,
9. ὧν Ἱπποκράτης εἶπε, καὶ Ἀριστοτέλης, καὶ Πραξαγόρας,
10. καὶ Φιλότιμος, καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν.
11. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν, ἀλλοιουμένης τῆς
12. τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐμφύτου θερμασίας, αἷμα
13. μὲν ὑπὸ τῆς συμμετρίας τῆς κατ’ αὐτὴν, οἱ δ’ ἄλλοι χυμοὶ
14. διὰ τὰς ἀμετρίας γινόμενοι. καὶ τούτῳ τῷ λόγῳ πάνθ’
15. ὁμολογεῖ τὰ φαινόμενα. καὶ γὰρ τῶν ἐδεσμάτων ὅσα μέν
16. ἐστι θερμότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα
17. φλεγματωδέστερα. καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστεραι
1. μὲν αἱ θερμότεραι φύσει, φλεγματωδέστεραι δ’ αἱ ψυχρότεραι.
2. καὶ τῶν ἐπιτηδευμάτων δὲ, καὶ τῶν χωρῶν, καὶ
3. τῶν ὡρῶν, καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν
4. αἱ μὲν ψυχρότεραι φλεγματωδέστεραι, χολωδέστεραι δὲ αἱ
5. θερμότεραι. καὶ νοσήματα τὰ μὲν ψυχρὰ τοῦ φλέγματος
6. ἔκγονα, τὰ δὲ θερμὰ τῆς ξανθῆς χολῆς. καὶ ὅλως οὐδέν
7. ἐστιν εὑρεῖν τῶν ἁπάντων, ὃ μὴ τούτῳ τῷ λόγῳ μαρτυρεῖ.
8. πῶς δ’ οὐ μέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιοτήτων
9. ποιὰν κρᾶσιν ἑκάστου τῶν μορίων ὡδί πως ἐνεργοῦντος,
10. ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι
11. τελέως, ἢ ἐμποδίζεσθαί γε τὴν ἐνέργειαν, καὶ οὕτως
12. νοσεῖν τὸ ζῶον, ἢ ὅλον, ἢ κατὰ μόρια. καὶ πρῶτά γε καὶ
13. γενικώτατα νοσήματα τέτταρα τὸν ἀριθμὸν ὑπάρχει, θερμότητι
14. καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα.
15. τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ, καίτοι
16. μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων
17. τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου
1. θερμασίας ἡ συμμετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν
2. ὑπελάμβανον, ἀλλ’ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ
3. οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι
4. δίκαιον αὐτὸν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.
5. γενομένου γὰρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσματι, πρὶν μὲν
6. πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ
7. γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν, οὔθ’ ὁ βουβὼν, οὔτε τὸ ἕλκος,
8. ἐμποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς γαστρός. εἰ δὲ
9. πυρέξειεν, εὐθὺς μὲν αἱ πέψεις γίνονται χείρους, εὐθὺς δὲ
10. καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαμὲν, ὀρθῶς λέγοντες.
11. ἀλλ’ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ.
12. τὸ μὲν γὰρ ἕλκος οὐχ οἶόν τ’ ἦν αὐτὴν βλάπτειν, ὥσπερ
13. οὐδ’ ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαπτε καὶ πρὸ τοῦ πυρετοῦ.
14. εἰ δὲ μὴ ταῦτα, δῆλον ὡς ἡ τῆς θερμασίας πλεονεξία.
15. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς
16. ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις, καὶ ἡ τῆς
17. κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλ’ ἡ μὲν τῆς κινήσεως
18. ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρὸς,
1. ἀλλὰ καὶ προσωφελήσει κατ’ ἐκεῖνα τῶν ζώων, ἐν οἶς
2. εἰς τὴν πέψιν ὑπετίθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν
3. ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπίπτον πνεῦμα. διὰ λοιπὴν
4. οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη
5. τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν
6. τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον.
7. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς
8. πέττοντα ζῶα· διὰ λοιπὴν δ’ ἔτι τὴν παρὰ φύσιν θερμασίαν
9. ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τιν’ ὑπάρχειν
10. ἰδιότητα, καθ’ ἣν πέπτει, κᾄπειτα ταύτην πυρεττόντων
11. διαφθείρεσθαι, καθ’ ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ
12. ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα,
13. μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν,
14. καὶ μάλιστ’ ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει
15. κατ’ οὐδὲν τούτων τῷ βουβῶνι. καὶ τί τῶν ζώων ἐκείνων,
16. ἐν οἷς ἡ τοῦ πνεύματος ἰδιότης μέγα δύναται, μνημονεύω,
17. παρὸν ἐπ’ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν, ἢ παντάπασιν ἀμυδρόν
1. τι καὶ μικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ’ ὅτι
2. μὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέπτουσιν, ὁμολογεῖ καὶ
3. αὐτὸς, καὶ τήν γε αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς
4. γαστρὸς τὴν ἐνέργειαν. οὐ μὴν ἄλλην γέ τινα πρόφασιν
5. τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερμασίας.
6. ἀλλ’ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία, μὴ
7. κατά τι συμβεβηκὸς, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ
8. δύναμιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσημάτων. καὶ μὴν οὐκ
9. ἐνδέχεται τῶν πρώτων μὲν εἶναι νοσημάτων τὴν ἀμετρίαν
10. τῆς θερμασίας, τὴν δ’ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας
11. μὴ γίγνεσθαι. οὐδὲ γὰρ δι’ ἄλλο δυνατὸν γίνεσθαι τὴν
12. δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσημάτων, ἀλλ’ ἢ διὰ
13. τὴν εὐκρασίαν διαφθειρομένην. τῷ γὰρ ὑπὸ ταύτης γίνεσθαι
14. τὰς ἐνεργείας, ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειρομένης
15. γίνεσθαι. ὅτι μὲν οὖν καὶ κατ’ αὐτὸν τὸν
16. Ἐρασίστρατον ἡ εὐκρασία τοῦ θερμοῦ τῶν ἐνεργειῶν αἰτία,
17. τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναμένοις ἱκανῶς ἀποδεδεῖχθαι
18. νομίζω. τούτου δ’ ὑπάρχοντος ἡμῖν, οὐδὲν ἔτι χαλεπὸν
1. ἐφ’ ἑκάστης ἐνεργείας τῇ μὲν εὐκρασίᾳ τὸ βέλτιον ἕπεσθαι
2. λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν, εἴπερ ταῦθ’
3. οὕτως ἔχει, τὸ μὲν αἷμα τῆς συμμέτρου θερμασίας, τὴν δὲ
4. ξανθὴν χολὴν τῆς ἀμέτρου νομιστέον ὑπάρχειν ἔγγονον.
5. οὕτω γὰρ καὶ ἡμῖν ἔν τε ταῖς θερμαῖς ἡλικίαις, καὶ τοῖς
6. θερμοῖς χωρίοις, καὶ ταῖς θερμαῖς ὥραις τοῦ ἔτους, καὶ
7. ταῖς θερμαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερμαῖς
8. κράσεσι τῶν ἀνθρώπων, καὶ τοῖς ἐπιτηδεύμασί τε καὶ τοῖς
9. διαιτήμασι καὶ τοῖς νοσήμασι τοῖς θερμοῖς, εὐλόγως ἡ
10. ξανθὴ χολὴ πλείστη φαίνεται γιγνομένη. τὸ δ’ ἀπορεῖν,
11. εἴτ’ ἐν τοῖς σώμασι τῶν ἀνθρώπων ὁ χυμὸς οὗτος ἔχει τὴν
12. γένεσιν, εἴτ’ ἐν τοῖς σιτίοις περιέχεται, μηδ’, ὅτι τοῖς
13. ὑγιαίνουσιν ἀμέμπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό
14. τινος περιστάσεως πραγμάτων ἀναγκασθέντες, ἐφ’ ὧν μὲν
15. πικρὸν τὸ στόμα γίνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται
16. δ’ ἡ γαστὴρ, ἑωρακότος ἐστὶν, ἀλλ’ ὥσπερ ἐξαίφνης νῦν
17. εἰς τὸν κόσμον ἐληλυθότος, καὶ μήπω τὰ κατ’ αὐτὸν φαινόμενα
18. γινώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν
19. ἑψομένων ἐπὶ πλέον ἁλυκώτερον μὲν τὸ πρῶτον, ὕστερον
1. δὲ πικρότερον γίγνεται; κᾂν εἰ τὸ μέλι δὲ βουληθείης αὐτὸ
2. τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ
3. τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα μὴ φύσει θερμὰ
4. παρὰ τῆς ἑψήσεως ἐγγίνεται, τοῦτ’ ἐκ φύσεως ὑπάρχει τῷ
5. μέλιτι. διὰ τοῦτ’ οὖν ἑψόμενον οὐ γίνεται γλυκύτερον· ὅσον
6. γὰρ ἐχρῆν εἶναι θερμότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς
7. αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν
8. τοῖς ἐλλιπῶς θερμοῖς ἦν ὠφέλιμον, τοῦτ’ ἐκείνῳ βλάβη τε
9. καὶ ἀμετρία γίγνεται· καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων
10. ἑψόμενον ἀποδείκνυται πικρόν. δι’ αὐτὸ δὲ τοῦτο
11. καὶ τοῖς θερμοῖς φύσει καὶ τοῖς ἀκμάζουσιν ἑτοίμως εἰς
12. χολὴν μεταβάλλεται· θερμὸν γὰρ θερμῷ πλησιάζον εἰς
13. ἀμετρίαν κράσεως ἑτοίμως ἐξίσταται, καὶ φθάνει χολὴ γιγνόμενον,
14. οὐχ αἷμα. δεῖται τοίνυν ψυχρᾶς μὲν κράσεως ἀνθρώπου,
15. ψυχρᾶς δ’ ἡλικίας, ἵν’ εἰς αἵματος ἄγηται φύσιν.
16. οὔκουν ἄπο τρόπου συνεβούλευσεν Ἱπποκράτης, μὴ συμφέρον
17. τὸ μέλι τοῖς φύσει πικροχόλοις, ὡς ἂν θερμοτέρας
1. δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ τοῖς νοσήμασι τοῖς
2. πικροχόλοις πολέμιον εἶναι τὸ μέλι, καὶ τῇ τῶν γερόντων
3. ἡλικίᾳ φίλιον, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ πάντες
4. ἰατροὶ λέγουσιν, οἱ μὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναμιν
5. ἐνδειξαμένης εὑρόντες, οἱ δ’ ἐκ τῆς πείρας μόνης. οὐδὲ γὰρ
6. οὐδὲ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα
7. τετήρηται γιγνόμενον, ἀλλὰ χρηστὸν μὲν γέροντι, νέῳ δ’ οὐ
8. χρηστὸν, καὶ τῷ μὲν φύσει πικροχόλῳ βλαβερὸν, ὠφέλιμον
9. δὲ τῷ φλεγματώδει· καὶ τῶν νοσημάτων ὡσαύτως τοῖς μὲν
10. πικροχόλοις ἐχθρὸν, τοῖς δὲ φλεγματώδεσι φίλον· ἑνὶ δὲ
11. λόγῳ, τοῖς μὲν θερμοῖς σώμασιν, ἢ διὰ φύσιν, ἢ διὰ νόσον,
12. ἢ δι’ ἡλικίαν, ἢ δι’ ὥραν, ἢ διὰ χώραν, ἢ δι’ ἐπιτήδευμα,
13. χολῆς γεννητικὸν, αἵματος δὲ τοῖς ἐναντίοις. καὶ
14. μὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσμα τοῖς μὲν χολὴν γεννᾷν,
15. τοῖς δ’ αἷμα, μὴ οὐκ ἐν τῷ σώματι τῆς γενέσεως αὐτῶν
16. ἐπιτελουμένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρ’ ἑαυτοῦ τῶν
17. ἐδεσμάτων ἕκαστον ἔχον, καὶ οὐκ ἐν τοῖς τῶν ζώων σώμασι
1. μεταβαλλόμενον ἐγέννα τὴν χολὴν, ἐν ἅπασιν ἂν ὁμοίως
2. αὐτοῖς τοῖς σώμασιν ἐγέννα, καὶ τὸ μὲν πικρὸν ἔξω γευομένοις
3. ἦν ἂν, οἶμαι, χολῆς ποιητικὸν, εἰ δέ τι γλυκὺ καὶ
4. χρηστὸν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο.
5. καὶ μὴν οὐ τὸ μέλι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων
6. ἕκαστον τῶν γλυκέων τοῖς προειρημένοις σώμασι, τοῖς δι’
7. ὁτιοῦν τῶν εἰρημένων θερμοῖς οὖσιν, εἰς χολὴν ἑτοίμως ἐξίσταται.
8. καίτοι ταῦτ’ οὐκ οἶδ’ ὅπως ἐξηνέχθην εἰπεῖν οὐ
9. προελόμενος, ἀλλ’ ὑπ’ αὐτῆς τοῦ λόγου τῆς ἀκολουθίας
10. ἀναγκασθείς. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν Ἀριστοτέλει
11. τε καὶ Πραξαγόρᾳ, τὴν Ἱπποκράτους καὶ Πλάτωνος
12. γνώμην ὀρθῶς ἐξηγησαμένοις.

Cliquer un n° de page pour en afficher l’image