Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 2.9, ed. Kühn, 1821, vol. 2, p. 125-142. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:2.9

13. Μὴ τοίνυν ὡς ἀποδείξεις ὑφ’ ἡμῶν εἰρῆσθαι
14. νομίζειν τὰ τοιαῦτα μᾶλλον, ἢ περὶ τῆς τῶν ἄλλως
15. γινωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ μηδὲ τὰ πρὸς ἁπάντων
16. ὁμολογούμενα καὶ καθ’ ἑκάστην ἡμέραν φαινόμενα γινώσκουσι·
17. τὰς δ’ ἀποδείξεις αὐτῶν κατ’ ἐπιστήμην ἐξ
18. ἐκείνων δεῖ λαμβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν
1. εἴπομεν, ὡς τὸ δρᾷν καὶ τὸ πάσχειν εἰς ἄλληλα τοῖς σώμασιν
2. ὑπάρχει κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν.
3. καὶ εἴτε φλέβας, εἴθ’ ἧπαρ, εἴτ’ ἀρτηρίας, εἴτε καρδίαν, εἴτε
4. κοιλίαν, εἴτ’ ἄλλο μόριον ἐνεργεῖν τις φήσειεν ἡντιναοῦν ἐνέργειαν,
5. ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὸ τὴν ἐκ
6. τῶν τεττάρων ποιὰν κρᾶσιν ὁμολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν
7. αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις,
8. διὰ τί δ’ αἱ φλέβες αἷμα γεννῶσι, παρὰ τῶν Ἐρασιστρατείων
9. ἐδεόμην ἀκοῦσαι. τὸ γὰρ, ὅτι περιστέλλεται μόνον
10. αὐτὸ καθ’ ἑαυτὸ, γινώσκειν οὐδέπω χρηστὸν, εἰ μὴ καὶ
11. τὴν αἰτίαν εἰδείημεν· οὕτω γὰρ ἂν, οἶμαι, καὶ τὰ σφάλματα
12. θεραπεύσαιμεν. οὐ μέλει, φασὶν, ἡμῖν, οὐδὲ
13. πολυπραγμονοῦμεν ἔτι τὰς τοιαύτας αἰτίας, ὑπὲρ ἰατρὸν γάρ
14. εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ’ ἀντερεῖτε
15. τῷ φάσκοντι, τὴν μὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν
16. εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ’ αὖ
17. δυσκρασίαν νόσον τ’ ἤδη καλεῖσθαι, καὶ πάντως ὑπ’ αὐτῆς
1. βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν
2. παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ μέσον ἑκατέρου τούτων
3. πράξετε, μήθ’ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόμενοι,
4. μήτ’ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ’ ἀπορηματικοί
5. τινες ἐξαίφνης καὶ Πυῤῥώνειοι γενήσεσθε; καὶ μὴν, εἰ τοῦτο
6. δράσετε, τὴν ἐμπειρίαν ἀναγκαῖον ἡμῖν προστήσασθαι. τῷ
7. γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαμάτων εὐποροίητε, τὴν οὐσίαν
8. ἑκάστου τῶν νοσημάτων ἀγνοοῦννες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐμπειρικοὺς
9. ὑμᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγματα ἡμῖν παρέχετε,
10. φυσικὰς ἐνεργείας ἐπαγγελλόμενοι ζητεῖν ἰάσεως
11. ἕνεκα; εἴπερ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι
12. καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν,
13. ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναμίας; ἐγὼ μὲν γάρ
14. φημι, τὴν μὲν ὑπερτεθερμασμένην ἐμψυκτέον ἡμῖν εἶναι,
15. τὴν δ’ ἐψυγμένην θερμαντέον· οὕτω δὲ καὶ τὴν ἐξηραμμένην
16. ὑγραντέον, τὴν δ’ ὑγρασμένην ξηραντέον. ἀλλὰ καὶ
1. κατὰ τὴν συζυγίαν, εἰ θερμοτέρα τοῦ κατὰ φύσιν ἅμα καὶ
2. ξηροτέρα τύχοι γεγενημένη, κεφάλαιον εἶναι τῆς ἰάσεως,
3. ἐμψύχειν τε ἅμα καὶ ὑγραίνειν· εἰ δ’ αὖ ψυχροτέρα τε
4. ἅμα καὶ ὑγροτέρα, θερμαίνειν τε καὶ ξηραίνειν, κᾀπὶ
5. τῶν ἄλλων ὡσαύτως. οἱ δ’ ἀπ’ Ἐρασιστράτου τί ποτε καὶ
6. πράξουσιν, οὐδ’ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁμολογοῦντες;
7. ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως
8. οὗτός ἐστι, τὸ, τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα,
9. εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτὰς, ὡς αὐτό γε τοῦτο μόνον,
10. τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν, ἥ τίς
11. ἐστιν, οὕτω χρηστὸν εἰς τὰς ἰάσεις. Ἐρασίστρατος δέ μοι
12. δοκεῖ καὶ αὐτὸ τοῦτ’ ἀγνοεῖν, ὡς, εἴ τις ἐν τῷ σώματι
13. διάθεσις βλάπτει τὴν ἐνέργειαν, μὴ κατά τι συμβεβηκὸς,
14. ἀλλὰ πρώτως καὶ καθ’ ἑαυτὴν, αὕτη τὸ νόσημά ἐστιν
15. αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατρὸς τῶν νοσημάτων
16. ἔσται, ἀγνοῶν ὅλως αὐτὰ, τίνα τέ ἐστι καὶ πόσα
17. καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον Ἐρασίστρατος
18. ἠξίωσεν ζητεῖσθαι, τὸ πῶς πέττεται τὰ σιτία·
1. τὸ δ’, ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ
2. ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷμα καὶ αὐτὸ
3. τοῦτο πῶς παρέλιπεν; ἀλλ’ οὐθ’ Ἱπποκράτης, οὔτ’ ἄλλος
4. τις ὧν ὀλίγῳ πρόσθεν ἐμνημόνευσα φιλοσόφων ἢ ἰατρῶν
5. ἄξιον ᾤετο εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἑκάστῳ
6. ζώῳ θερμασίαν εὔκρατόν τε καὶ μετρίως ὑγρὰν οὖσαν αἵματος
7. εἶναί φασι γεννητικὴν, καὶ δι’ αὑτό γε τοῦτο καὶ
8. τὸ αἷμα θερμὸν καὶ ὑγρὰν εἶναί φασι τῇ δυνάμει χυμὸν,
9. ὥσπερ τὴν ξανθὴν χολὴν θερμὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι
10. μάλισθ’ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ
11. φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναμιν. ἢ τίς οὐκ οἶδεν, ὡς
12. ἅλμη μὲν καὶ θάλασσα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα
13. διαφυλάττει, τὸ δ’ ἄλλο πᾶν ὕδωρ τὸ πότιμον ἑτοίμως
14. διαφθείρει τε καὶ σήπει; τίς δ’ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς
15. ἐν τῇ γαστρὶ περιεχομένης πολλῆς ἀπαύστῳ δίψει
16. συνεχόμεθα, καὶ ὡς ἐμέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόμεθα
17. μᾶλλον, ἢ εἴπερ πάμπολυ ποτὸν προσηράμεθα;
1. θερμὸς οὖν εὐλόγως ὁ χυμὸς οὗτος εἴρηται καὶ ξηρὸς
2. κατὰ δύναμιν, ὥσπερ γε καὶ τὸ φλέγμα ψυχρὸν καὶ ὑγρόν.
3. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις Ἱπποκράτει τε καὶ
4. τοῖς ἄλλοις εἴρηνται παλαιοῖς. Πρόδικος δ’ ἐν τῷ περὶ
5. φύσεως ἀνθρώπου γράμματι τὸ συγκεκαυμένον καὶ οἷον
6. ὑπερωπτημένον ἐν τοῖς χυμοῖς ὀνομάζει φλέγμα παρὰ τὸ
7. πεφλέχθαι. τῇ λέξει μὲν ἑτέρως χρῆται, φυλάττει μέντοι
8. τὸ πρᾶγμα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ’ ἐν τοῖς ὀνόμασι
9. τοῦ ἀνδρὸς τούτου καινοτομίαν ἱκανῶς ἐνδείκνυται καὶ
10. Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζόμενον
11. φλέγμα, τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνομάζει
12. Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυμός ἐστιν οὗτος, καὶ
13. πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὅπως δή ποτε ψυχθεῖσιν
14. ἀθροίζεται, καὶ οὐδεὶς οὐδὲ μαινόμενος ἂν ἄλλο τι ἢ
15. ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν. ἆρ’ οὖν θερμὸς μέν
16. τίς ἐστι καὶ ὑγρὸς χυμὸς, καὶ θερμὸς ἕτερος καὶ ξηρὸς,
17. καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δέ ἐστι ψυχρὸς καὶ
18. ξηρὸς τὴν δύναμιν, ἀλλ’ ἡ τετάρτη συζυγία τῶν κράσεων,
1. ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα, μόνοις τοῖς χυμοῖς οὐχ
2. ὑπάρχει; καὶ μὴν ἥ γε μέλαινα χολὴ τοιοῦτός ἐστι χυμὸς,
3. ἣν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν
4. τῶν μὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ μάλιστα, τῶν
5. δ’ ἡλικιῶν ἐν ταῖς μετὰ τὴν ἀκμήν. οὕτω δὲ καὶ διαιτήματα
6. καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς
7. ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν. οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ
8. μόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νομίζουσιν, ἀλλ’ ὥσπερ
9. τὰς ἄλλας τρεῖς, οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι.
10. ηὐξάμην οὖν κᾀνταῦθ’ ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον,
11. εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν
12. τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα
13. τῆς διακρίσεώς ἐστιν ὄργανα δύο, καὶ τῆς ξανθῆς χολῆς
14. ἕτερον οὐ σμικρὸν, ὁ δὲ τούτων κακοηθέστερος χυμὸς ἀλᾶται
15. διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναμεμιγμένος τῷ αἵματι.
16. καίτοι δυσεντερίη, φησί που Ἱπποκράτης, ἢν ἀπὸ χολῆς
17. μελαίνης ἄρξηται, θανάσιμον. οὐ μὴν ἥ γ’ ἀπὸ τῆς ξανθῆς
1. χολῆς ἀρξαμένη πάντως ὀλέθριος, ἀλλ’ οἱ πλείους ἐξ
2. αὐτῆς διασώζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριμυτέρα
3. τὴν δύναμιν ἡ μέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ’ οὖν
4. οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν Ἱπποκράτους γραμμάτων
5. Ἐρασίστρατος οὐδὲν, οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον,
6. ἵν’ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυμῶν ἐπίσκεψιν,
7. ἢ γιγνώσκει μὲν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς
8. τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν μηδὲ περὶ τοῦ σπληνὸς
9. εἰρηκέναι τι, μηδ’ ἀσχημονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως
10. ὄργανον τηλικοῦτον μάτην ἡγούμενον κατεσκευάσθαι. καὶ
11. μὴν οὐχ Ἱπποκράτης μόνον ἢ Πλάτων, οὐδέν τι χείρους
12. Ἐρασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν ἐκκαθαιρόντων
13. τὸ αἷμα καὶ τοῦτ’ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ μύριοι
14. σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων,
15. ὧν ἁπάντων προσποιησάμενος ὑπερφρονεῖν ὁ γενναῖος
16. Ἐρασίστρατος, οὔτ’ ἀντεῖπεν, οὔθ’ ὅλως τῆς γνώμης αὐτῶν
17. ἐμνημόνευσε. καὶ μὴν ὅσοις γε τὸ σῶμα θάλλει, τούτοις
18. ὁ σπλὴν φθίνει, φησὶν Ἱπποκράτης, καὶ οἱ ἀπὸ τῆς
1. ἐμπειρίας ὁρμώμενοι πάντες ὁμολογοῦσιν ἰατροί· καὶ ὅσοις
2. γ’ αὖ μέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθίνει,
3. καὶ κακοχύμους τὰ σώματα τίθησιν. ὡς καὶ τοῦτο πάλιν
4. οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ Πλάτων, ἄλλοι τε πολλοὶ,
5. καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας ὁμολογοῦσιν ἰατροί. καὶ ἀπὸ
6. σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι μελάντεροι, καὶ τῶν
7. ἑλκῶν αἱ οὐλαὶ μέλαιναι. καθόλου γὰρ, ὅταν ἐνδεέστερον
8. ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν μελαγχολικὸν χυμὸν, ἀκάθαρτον
9. μὲν τὸ αἷμα, κακόχρουν δὲ τὸ πᾶν γίνεται σῶμα.
10. πότε δ’ ἐνδεέστερον ἕλκει, ἢ δηλονότι κακῶς διακείμενος;
11. ὥσπερ οὖν ἐν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα,
12. εἰ κακῶς ἕλκειν ὑπάρχει, κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ
13. ποιότητος μελαγχολικῆς ἑλκτικὴν ἑαυτῷ δύναμιν ἔχοντι σύμφυτον,
14. ἀῤῥωστήσαντί ποτε, ταύτην ἀναγκαῖον ἕλκειν κακῶς,
15. κᾀν τῷδε παχύτερον ἤδη καὶ μελάντερον γίγνεσθαι τὸ
16. αἷμα. ταῦτ’ οὖν ἅπαντα, πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων
17. καὶ τὰς ἰάσεις μεγίστην παρεχόμενα χρείαν,
1. ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος, καὶ καταφρονεῖν προσεποιήσατο
2. τηλικούτων ἀνδρῶν, ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν,
3. ἀλλ’ ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἠλιθιωτάταις
4. δόξαις. ᾧ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ’ ἀντειπεῖν τοῖς
5. πρεσβυτέροις, ὑπὲρ ὧν ἀπεφῄναντο περὶ σπληνὸς ἐνεργείας
6. τε καὶ χρείας, οὔτ’ αὐτὸς ἐξευρίσκων τι καινὸν, εἰς τὸ μηδὲν
7. ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ’ ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν
8. αἰτίων, οἶς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερμοῦ
9. λέγω, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, δεύτερον δ’
10. ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων κατὰ τὸ σῶμα ψυχρὸν καὶ
11. ξηρὸν εἶναί τινα χρῆναι χυμὸν ἀπεδείξαμεν. ἑξῆς δὲ, ὅτι
12. μελαγχολικὸς οὗτος ὑπάρχει, καὶ τὸ καθαῖρον αὐτὸ σπλάγχνον
13. ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι μάλιστα τῶν τοῖς
14. παλαιοῖς ἀποδεδειγμένων ἀναμνήσαντες, ἐπὶ τὸ λεῖπον
15. ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόμεθα. τί δ’ ἂν εἴη λεῖπον
16. ἄλλο γε, ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε
1. καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυμῶν γένεσιν οἱ παλαιοὶ
2. συμβαίνειν. ἐναργέστερον δ’ ἂν γνωσθείη διὰ παραδείγματος.
3. οἶνον δή μοι νόει γλυκὺν, οὐ πρὸ πολλοῦ τῶν
4. σταφυλῶν ἐκτεθλιμμένον, ζέοντά τε καὶ ἀλλοιούμενον ὑπὸ
5. τῆς ἐν αὐτῷ θερμασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ μεταβολὴν
6. δύο γεννώμενα περιττώματα, τὸ μὲν κουφότερόν τε καὶ
7. ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ
8. μὲν ἄνθος, οἶμαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ μὲν
9. ἑτέρῳ τὴν ξανθὴν χολὴν, τῷ δ’ ἑτέρῳ τὴν μέλαιναν εἰκάζων
10. οὐκ ἂν ἁμάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν
11. χυμῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῶον, οἵαν
12. καὶ τὸ παρὰ φύσιν ἔχοντες ἐπιφαίνονται πολλάκις. ἡ μὲν
13. γὰρ ξανθὴ λεκιθώδης γίνεται· καὶ γὰρ ὀνομάζουσιν οὕτως
14. αὐτὴν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁμοιοῦται κατά τε χρόαν
15. καὶ πάχος· ἡ δ’ αὖ μέλαινα κακοηθεστέρα μὲν πολὺ καὶ
16. αὕτη τῆς κατὰ φύσιν· ὄνομα δ’ οὐδὲν ἴδιον κεῖται τῷ
17. τοιούτῳ χυμῷ, πλὴν εἴπου τινὲς ἢ ξυστικὸν, ἢ ὀξώδη κεκλήκασιν
18. αὐτὸν, ὅτι καὶ δριμὺς ὁμοίως ὄξει γίγνεται, καὶ
1. ξύει γε τὸ σῶμα τοῦ ζώου καὶ τὴν γῆν, εἰ κατ’ αὐτῆς ἐκχυθείη,
2. καὶ τινα μετὰ πομφολύγων οἷον ζύμωσίν τε καὶ ζέσιν
3. ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ
4. τῷ κατὰ φύσιν ἔχοντι χυμῷ τῷ μέλανι. καί μοι δοκοῦσιν
5. οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ μὲν τὸ κατὰ φύσιν
6. ἔχον τοῦ τοιούτου χυμοῦ, καὶ διαχωροῦν κάτω, καὶ πολλάκις
7. ἐπιπολάζον ἄνω, μέλανα καλεῖν χυμὸν, οὐ μέλαιναν χολήν·
8. τὸ δ’ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν
9. ὀξεῖαν μεθιστάμενον ποιότητα μέλαιναν ὀνομάζειν χολήν.
10. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐ χρὴ διαφέρεσθαι, τὸ
11. δ’ ἀληθὲς ᾦδ’ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵματος γένεσιν,
12. ὅσον ἄν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων
13. φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ
14. τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει
15. τοῦτο. τὸ δ’ ὀπτηθὲν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν
16. τῆς τροφῆς (εἴη δ’ ἄν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ
17. γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελὴ) ξανθὴ γενόμενον
18. χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων ἐκκαθαίρεται.
1. λεπτὸν δέ ἐστι τοῦτο, καὶ ὑγρὸν, καὶ ῥυτὸν, οὐχ ὥσπερ
2. ὅταν ὑπεροπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ
3. γένηται ταῖς τῶν ὠῶν ὅμοιον λεκίθοις. τοῦτο μὲν γὰρ ἤδη
4. παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρημένον κατὰ φύσιν
5. ἐστίν· ὥσπερ γε καὶ τοῦ μέλανος χυμοῦ τὸ μὲν μήπω
6. τὴν οἰκείαν ζέσιν τε καὶ ζύμωσιν τῆς γῆς ἐργαζόμενον κατὰ
7. φύσιν ἐστὶ, τὸ δ’ εἰς τοιαύτην μεθιστάμενον ἰδέαν τε καὶ
8. δύναμιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως
9. τοῦ παρὰ φύσιν θερμοῦ προσειληφὸς δριμύτητα, καὶ οἷον
10. τέφρα τις ἤδη γεγονός. ᾧδέ πως καὶ ἡ κεκαυμένη τρὺξ τῆς
11. ἀκαύστου διήνεγκε. θερμὸν γάρ τοι χρῆμα αὕτη ἱκανῶς
12. ἐστιν, ὥστε καίειν καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα.
13. τῇ δ’ ἑτέρᾳ, τῇ μήπω κεκαυμένῃ, τοὺς ἰατρούς ἐστιν εὑρεῖν
14. χρωμένους, εἰς ὅσα περ καὶ τῇ γῇ τῇ καλουμένῃ κεραμίτιδι,
15. καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν τε καὶ ψύχειν ἅμα πέφυκεν.
16. εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ
17. ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή
18. ποθ’ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερμασίᾳ. τὰ δ’ ἄλλα
1. τῶν χολῶν εἴδη ξύμπαντα, τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων
2. κράσεως γίγνεται, τὰ δ’ οἷον ὁδοί τινές εἰσι τῆς τούτων
3. γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ
4. τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰς δ’ οἷον ὀῤῥοῖς τισιν
5. ἐξυγρασμένας. ἀλλ’ οἱ μὲν ὀῤῥοὶ τῶν χυμῶν ἅπαντες περιττώματα,
6. καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζώου τὸ
7. σῶμα. τῶν δ’ εἰρημένων ἐστί τις χρεία τῇ φύσει, καὶ τοῦ
8. παχέος, καὶ τοῦ λεπτοῦ. καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς
9. καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα, καὶ ἀποτίθεται
10. τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον,
11. εἴπερ εἰς ὅλον ἠνέχθη τοῦ ζώου τὸ σῶμα, βλάβην ἡντιναοῦν
12. εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως
13. διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι μεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν
14. ἕλκει· τὸ δ’ ἄλλο τὸ μετρίως παχὺ σὺν τῷ κατειργάσθαι
15. πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζώου μορίοις
16. παχύτητός τινος τὸ αἷμα, καθάπερ, οἶμαι, καὶ τῶν 
1. ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς
2. χρείας αὐτῶν· εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν,
3. ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διεξερχώμεθα.
4. δεῖται δὲ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ, μήπω πυρώδους
5. ἐσχάτως γεγενημένου, τὸ αἷμα. τοῦ καὶ τίς αὐτῷ
6. καὶ ἡ παρὰ τοῦδε χρεία, δι’ ἐκείνων εἰρήσεται. φλέγματος
7. δ’ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικὸν, ὅτι ψυχρὸν
8. καὶ ὑγρόν ἐστι, καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται
9. τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον, ἀλλ’ ἐν τῷ σώματι
10. μένον ἀλλοιοῦσθαι. τὸ δ’ ἐξ ἐγκεφάλου καταῤῥέον περίττωμα
11. τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς, ἀλλὰ βλένναν
12. τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη· εἰ
13. δὲ μὴ, ἀλλ’ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις
14. προὐνοήσατο, καὶ τοῦτ’ ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.
15. καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔντερα
16. συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενῷτο καὶ αὐτὸ
17. μάλιστά τε καὶ τάχιστα, παρεσκευασμένον τῇ φύσει
18. μηχάνημα δι’ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑπομνημάτων.
1. ὅσον οὖν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα, χρήσιμον
2. ὑπάρχον τοῖς ζώοις, οὐδὲ μιᾶς δεῖται κενώσεως. προσέχειν
3. δὲ χρὴ κᾀνταῦθα τὸν νοῦν καὶ γινώσκειν, ὥσπερ τῶν χολῶν
4. ἑκατέρας τὸ μὲν χρήσιμον καὶ κατὰ φύσιν ἐν τοῖς
5. ζώοις, τὸ δ’ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ
6. φλέγματος, ὅσον μὲν ἂν ᾖ γλυκὺ, χρηστὸν μὲν εἶναι τοῦτο
7. τῷ ζώῳ καὶ κατὰ φύσιν, ὅσον δ’ ὀξὺ καὶ ἁλμυρὸν ἐγένετο,
8. τὸ μὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ’ ἁλμυρὸν διασεσῆφθαι.
9. τελείαν δ’ ἀπεψίαν φλέγματος ἀκούειν χρὴ τῆς
10. δευτέρας πέψεως, δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς
11. γε πρώτης, τῆς κατὰ τὴν κοιλίαν, ἢ οὐδ’ ἂν ἐγεγένητο τὴν
12. ἀρχὴν χυμὸς, εἰ καὶ ταύτην διεπεφεύγει. ταῦτ’ ἀρκεῖν μοι
13. δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυμῶν ὑπομνήματα
14. εἶναι τῶν Ἱπποκράτει τε καὶ Πλάτωνι, καὶ Ἀριστοτέλει,
15. καὶ Πραξαγόρᾳ, καὶ Διοκλεῖ, καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν
16. εἰρημένων. οὐ γὰρ ἐδικαίωσα πάντα μεταφέρειν εἰς
17. τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραμμένα. τοσοῦτον
18. δὲ μόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορμήσει τε τοὺς
1. ἐντυγχάνοντας, εἰ μὴ παντάπασιν εἶεν σκαιοὶ, τοῖς τῶν
2. παλαιῶν ἀνδρῶν ὁμιλῆσαι γράμμασι, καὶ τὴν εἰς τὸ ῥᾷον
3. αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ
4. δι’ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου
5. χυμῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα δέκα ποιεῖ χωρὶς
6. τοῦ αἵματος, ἑνδέκατος γὰρ ἂν εἴη χυμὸς αὐτὸ τὸ αἷμα,
7. τῆς Ἱπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ’ εἰς εἴδη
8. τινὰ καὶ διαφορὰς τέμνει τοὺς ὑπ’ ἐκείνου πρῶτον
9. πάντας ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρημένους χυμούς.
10. ἐπαινεῖν μὲν οὖν χρὴ τούς τ’ ἐξηγησαμένους τὰ καλῶς
11. εἰρημένα, καὶ τοὺς, εἴ τι παραλέλειπται, προστιθέντας· οὐ
12. γὰρ οἶόν τε τὸν αὐτὸν ἄρξασθαι καὶ τελειῶσαι· μέμφεσθαι
13. δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς μηδὲν ὑπομένειν
14. μαθεῖν τῶν ὀρθῶς εἰρημένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίμους,
15. ὥστ’ ἐπιθυμίᾳ νεωτέρων δογμάτων ἀεὶ πανουργεῖν
16. τι καὶ σοφίζεσθαι, τὰ μὲν ἑκοντὶ παραλιπόντας,
17. ὥσπερ Ἐρασίστρατος ἐπὶ τῶν χυμῶν ἐποίησε, τὰ δὲ πανούργως
1. ἀντιλέγοντας, ὥσπερ οὗτός τ’ αὐτὸς καὶ ἄλλοι
2. πολλοὶ τῶν νεωτέρων. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐνταυθοῖ
3. τελευτάτω, τὸ δ’ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ
4. προσθήσω.

Cliquer un n° de page pour en afficher l’image