Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 3.1, ed. Kühn, 1821, vol. 2, p. 143-145. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΝΑΜΕΩΝ ΦΥΣΙΚΩΝ

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

1. Ὅτι μὲν οὖν, ἡ θρέψις ἀλλοιουμένου τε
2. καὶ ὁμοιουμένου γίνεται τοῦ τρέφοντος τῷ τρεφομένῳ, καὶ
3. ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζώου μορίων ἐστί τις δύναμις, ἣν
4. ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν μὲν κατὰ γένος, ὁμοιωτικὴν
5. δὲ καὶ θρεπτικὴν κατ’ εἶδος ὀνομάζομεν, ἐν τῷ πρόσθεν
6. δεδήλωται λόγῳ. τὴν δ’ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν
7. ἑαυτῷ ποιεῖται τὸ τρεφόμενον, ἐξ ἑτέρας τινὸς ἔχειν
8. ἐδείκνυτο δυνάμεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυμόν.
9. εἶναι δ’ οἰκεῖον ἑκάστῳ τῶν μορίων χυμὸν, ὃς ἂν
1. ἐπιτηδειότατος εἰς τὴν ἐξομοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν
2. αὐτὸν δύναμιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ
3. ἐπισπαστικὴν ὀνομάζεσθαι. δέδεικται δὲ καὶ ὡς πρὸ μὲν
4. τῆς ὁμοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ’ ἔμπροσθεν
5. ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς
6. κατὰ τὴν ἐπισπαστικὴν δύναμιν ἐνεργείας. αὐτὸ μὲν γὰρ
7. τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον
8. τῶν μορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάμεως·
9. τὸ δ’ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ μορίῳ τὸ
10. τέλος ἐστὶν αὐτὸ, δι’ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθημεν.
11. ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ’ ἕλκεται. χρόνου
12. δ’ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζώου δεῖ.
13. ἑλχθῆναι μὲν γὰρ καὶ διὰ ταχέων τι δύναται προσφυῆναι
14. δὲ καὶ ἀλλοιωθῆναι. καὶ τελέως ὁμοιωθῆναι τῷ τρεφομένῳ,
15. καὶ μέρος αὐτοῦ γενέσθαι, παραχρῆμα μὲν οὐχ
16. οἷόν τε, χρόνῳ δ’ ἂν πλείονι συμβαίνοι καλῶς. ἀλλ’ εἰ μὴ
17. μένει κατὰ τὸ μέρος ὁ προστεθεὶς. οὗτος χυμὸς, εἰς ἕτερον
18. δέ τι μεθίσταται, καὶ παραῤῥεῖ διὰ παντὸς, ἀμείβων
19. τε καὶ ὑπαλλάττων τὰ χωρία, κατ’ οὐδὲν αὐτῶν
1. οὔτε πρόσφυσις, οὔτ’ ἐξομοίωσις ἔσται. δεῖ δὲ κᾀνταῦθά
2. τινος τῇ φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ
3. προστεθέντος τῷ μορίῳ χυμοῦ, καὶ ταύτης οὐκ ἔξωθέν ποθεν
4. ἐπιῤῥεούσης, ἀλλ’ ἐν αὐτῷ τῷ θρεψομένῳ κατῳκισμένης,
5. ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡμῶν ἠναγκάσθησαν
6. ὀνομάσαι καθεκτικήν. ὁ μὲν δὴ λόγος ἤδη σαφῶς
7. ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάμεως.
8. καὶ ὅστις ἀκολουθοῦσαν σύνεσιν ἔχει, πέπεισται
9. βιαίως ἐξ ὧν εἴπομεν, ὡς, ὑποκειμένου τε καὶ ἀποδεδειγμένου
10. τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζώου κηδεμονικὴν,
11. ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην
12. δύναμιν·

Cliquer un n° de page pour en afficher l’image