7. Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως
8. οὐκ ἂν ἐθέλοιμι μεθ’ Ἱπποκράτην, καὶ Πλάτωνα, καὶ
9. Ἀριστοτέλην, καὶ Διοκλέα, καὶ Πραξαγόραν, καὶ Φιλότιμον.
10. οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἂν, εἴ τις
11. τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν περὶ αὐτῶν λόγον.
12. ἐπεὶ δὲ οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι
13. πολλὰ παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδ’ ὑπονοήσαντες
14. ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστὰς, ὡς
15. ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ,
16. τὸ μέν τι νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν
17. αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες
18. ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάμεως,
1. διὰ τοῦθ’ ὡς ἂν ἐκείνων αὐτῶν εἴπερ ἔτι ἦν τις ἀγωνίσασθαί
2. μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ
3. κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους.
4. ὅτι δ’ οὐδὲν ἢ παντάπασι σμικρὸν ἀνύσω τι, καὶ
5. τοῦτο οὐκ ἀγνοῶ. πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα
6. τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν
7. νῦν δι’ ἀμαθίαν, ἀλλ’ οὐδ’ ἐπιχειρούμενα γιγνώσκεσθαι
8. διὰ ῥᾳθυμίαν, οὔτ’, εἰ καὶ γνωσθείη τινὶ, δικαίως ἐξεταζόμενα.
9. χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν
10. ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ
11. πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται μειράκιον,
12. ἀληθείας τινὸς ἔχειν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα,
13. καὶ μήθ’ ἡμέρας μήτε νυκτὸς διαλείπειν, σπεύδοντά
14. τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις
15. εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ’ ἐκμάθῃ, κρίνειν αὐτὰ
16. καὶ βασανίζειν χρόνῳ παμπόλλῳ, καὶ σκοπεῖν, πόσα μὲν
17. ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, πόσα δὲ διαφέρεται,
1. καὶ οὕτως τὰ μὲν αἱρεῖσθαι, τὰ δ’ ἀποστρέφεσθαι. τῷ
2. μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους τοὺς ἡμετέρους
3. ἤλπικα λόγους ἔσεσθαι· εἶεν δ’ ἂν ὀλίγοι παντάπασιν οὗτοι·
4. τοῖς δ’ ἄλλοις οὕτω γενήσεσθαι τὸ γράμμα περιττὸν, ὡς εἰ
5. καὶ μῦθον ὄνῳ τις λέγοι.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 3.10, ed. Kühn, 1821, vol. 2, p. 178-180. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩