6. Συμπεραντέον οὖν ἡμῖν τὸν λόγον ἕνεκα
7. τῶν τῆς ἀληθείας ἐφιεμένων, ὅσα δὲ λείπει κατ’ αὐτὸν,
8. ἐπιπροσθήσειν. ὡς ἡ γαστὴρ ἕλκει μὲν ἐναργῶς καὶ μετασπᾷ
9. τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν
10. τῷ στόματι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς
11. ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν
12. ἄλλων ὀργάνων ἕκαστον ἀμφοτέρας ἔχει τὰς δυνάμεις, τήν
13. τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν.
14. καὶ διὰ τοῦτο, κᾂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι
15. συνεστὸς, ὥσπερ καὶ αἱ κύστεις ἀμφότεραι, καὶ αἱ μῆτραι,
16. καὶ αἱ φλέβες, ἀμφοτέρων τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν
17. τε καὶ τῶν ἐγκαρσίων. καὶ μέν γε καὶ τρίτον τι
1. γένος ἐστὶν ἰνῶν λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρημένων
2. δύο γενῶν. εὑρίσκεται δ’ ἐν μὲν τοῖς ἐκ δυοῖν
3. χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ μόνῳ ταῖς εὐθείαις
4. ἰσὶν ἀναμεμιγμένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅμα τοῖς
5. ἄλλοις δύο γένεσιν. συνεπιλαμβάνουσι δ’ αὗται μέγιστον
6. τῇ τῆς καθεκτικῆς ὀνομασθείσης δυνάμεως ἐνεργεία. δεῖται
7. γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίχθαι καὶ περιτετάσθαι
8. τοῖς ἐνυπάρχουσι τὸ μόριον· ἡ μὲν γαστὴρ ἐν
9. τῷ τῆς πέψεως, αἱ μῆτραι δὲ ἐν τῷ τῆς κυήσεως χρόνῳ
10. παντί. ταῦτ’ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν, εἶς ὢν, ἐκ
11. πολυειδῶν ἰνῶν ἐγένετο, καὶ τῶν τῆς ἀρτηρίας ὁ μὲν ἔξωθεν
12. ἐκ τῶν στρογγύλων, ὁ δ’ ἔσωθεν ἐκ μὲν τῶν εὐθειῶν
13. πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν,
14. ὥστε τὰς μὲν φλέβας ταῖς μήτραις καὶ ταῖς κύστεσιν
15. ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν θέσιν, εἰ καὶ τῷ πάχει
16. λείπονται, τὰς δ’ ἀρτηρίας τῇ γαστρί. μόνα δὲ πάντων
17. ὀργάνων ἐκ δυοῖν ἅμα καὶ ἀμφοτέρων ἐγκαρσίας ἐχόντων
18. τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ’, ὅτι βέλτιον ἦν
1. τῶν ἄλλων ἑκάστῳ τοιοῦτον τὴν φύσιν ὑπάρχειν, οἶόν περ καὶ
2. νῦν ἐστι, τοῖς δ’ ἐντέροις ἐκ δυοῖν ὁμοίων χιτώνων συγκεῖσθαι,
3. τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν. οὕκουν
4. νῦν χρὴ ποθεῖν ἀκούειν ὑπὲρ τῶν τοιούτων, ὥσπερ οὐδὲ
5. διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων
6. διαπεφώνηται τοῖς ἀνατομικοῖς ἀνδράσιν. ὑπὲρ μὲν γὰρ
7. τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατομικῆς διαφωνίας
8. εἴρηται. περὶ δὲ τοῦ, διότι τοιοῦτον ἕκαστον ἐγένετο
9. τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 3.11, ed. Kühn, 1821, vol. 2, p. 180-182. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩