10. Νυνὶ δὲ οὐδέτερον τούτων πρόκειται λέγειν,
11. ἀλλὰ τὰς φυσικὰς δυνάμεις μόνας ἀποδεικνύειν, ἐν
12. ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ’ οὖν
13. πάλιν ἐπανελθόντες, ἀναμνήσωμεν τῶν ἔμπροσθεν εἰρημένων,
14. ἐπιθῶμέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ, τὸ λεῖπον
15. ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζώῳ μορίων
16. ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον χυμὸν ἀποδέδεικται, καὶ
17. πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων, ἐφεξῆς
1. ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν,
2. ἤτοι σύμπασαν, ἢ καί τι περίττωμα αὐτῆς, πρὶν ἂν εἰς
3. ἐναντίαν μεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον, ἢ καὶ
4. τῶν περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ μὲν οὗν γαστὴρ,
5. ἐπειδὰν μὲν ἱκανῶς ἐμπλησθῇ τῶν σιτίων, καὶ τὸν χρηστότατον
6. αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα,
7. τηνικαῦτ’ ἤδη τὸ λοιπὸν ἀποτρίβεται, καθάπερ ἄχθος
8. ἀλλότριον· αἱ κύστεις δὲ, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων,
9. ἢ τῷ πλήθει διατεῖνον, ἢ τῇ ποιότητι δάκνον, ἀνιαρὸν γένηται·
10. τῷ δ’ αὐτῷ τρόπῳ καὶ αἱ μῆτραι· ἤτοι γὰρ, ἐπειδὰν
11. μηκέτι φέρωσι διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι
12. σπεύδουσιν, ἢ τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων εἰς
13. αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρημένων γίγνεται μὲν καὶ
14. βιαίως ἐστὶν ὅτε, καὶ ἀμβλώσκουσι τηνικαῦτα· γίγνεται δ’
15. ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀμβλώσκειν, ἀλλ’
16. ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνομάζεται. τοῖς μὲν οὖν ἀμβλωθριδίοις
17. φαρμάκοις, ἤ τισιν ἄλλοις παθήμασι διαφθείρουσι
1. τὸ ἔμβρυον, ἤ τινας τῶν ὑμένων αὐτοῦ. ῥηγνύουσιν,
2. αἱ ἀμβλώσεις ἕπονται· οὕτω δὲ κᾀπειδὰν ἀνεθῶσί ποθ’
3. αἱ μῆτραι, κακῶς ἔχουσαι τῇ διατάσει· ταῖς δὲ τῶν ἐμβρύων
4. αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ
5. καὶ τοῦθ’ ὑφ’ Ἱπποκράτους καλῶς εἴρηται. κοινὸν δ’ ἁπασῶν
6. τῶν διαθέσεων ἡ ἀνία, καὶ ταύτης αὐτῆς αἴτιον τριττὸν,
7. ἢ ὄγκος περιττὸς, ἤ τι βάρος, ἢ δῆξις· ὄγκος μὲν,
8. ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, βάρος δ’, ἐπειδὰν
9. ὑπὲρ τὴν ῥώμην αὐτῶν ᾖ τὸ περιεχόμενον, δῆξις δὲ, ἐπειδὰν
10. ἤτοι τὰ πρότερον ἐν τοῖς ὑμέσιν ὑγρὰ στεγόμενα, ῥαγέντων
11. αὐτῶν, εἰς αὐτὰς ἐκχυθῇ τὰς μήτρας, ἢ καὶ σύμπαν ἀποφθαρὲν
12. τὸ κύημα, σηπόμενόν τε καὶ διαλυόμενον εἰς μοχθηροὺς
13. ἰχῶρας, οὕτως ἐρεθίζῃ καὶ δάκνῃ τὸν χιτῶνα τῶν
14. ὑστερῶν. ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα
15. τῶν τ’ ἔργων αὐτῶν τῶν φυσικῶν, καὶ μέντοι τῶν παθημάτων
16. τε καὶ νοσημάτων φαίνεται γιγνόμενα, τὰ μὲν ἐναργῶς
17. καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι μηδὲν, τὰ
18. δ’ ἧττον μὲν ἐναργῶς, οὐ μὴν ἄγνωστά γε παντάπασι τοῖς
1. θέλουσι προσέχειν τὸν νοῦν. ἐπὶ μὲν οὖν τῆς γαστρὸς
2. αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως μετέχει, τά
3. τ’ ἄλλα παθήματα, τά τε ναυτίαν ἐμποιοῦντα καὶ οἱ καλούμενοι
4. καρδιωγμοί, σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε
5. καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναμιν. οὕτω δὲ κᾀπὶ τῶν
6. ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχομένης.
7. ἐναργῶς γὰρ καὶ αὕτη φαίνεται μέχρι τοσούτου τὸ ὑγρὸν
8. ὑποδεχομένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ
9. πλήθους αὐτοῦ διατεινομένη μηκέτι φέρῃ τὴν ἀνίαν, ἢ
10. πρὸς τῆς ποιότητος δακνομένη. χρονίζον γὰρ ἕκαστον τῶν
11. περιττωμάτων ἐν τῷ σώματι σήπεται δηλονότι, τὸ μὲν
12. ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ
13. δριμὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ μὴν ἐπί γε
14. τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁμοίως ἔχει· ᾧ δῆλον, ὅτι νεύρων
15. ἥκιστα μετέχει. χρὴ δὲ κᾀνταῦθα τόν γε φυσικὸν ἄνδρα
16. τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον
17. ἀπεδείχθη χυμὸν, ὡς φαίνεσθαι πολλάκις μεστὴν, ἀποκρίνειν
1. τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς μακρὰν, ἀναγκαῖόν ἐστιν
2. αὐτὴν, ἢ διὰ τὸ πλῆθος βαρυνομένην, ἢ τῆς ποιότητος
3. μεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριμὺ, τῆς ἀποκρίσεως
4. ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ μὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει
5. ποιότητα ταχέως οὕτως, ὥστ’, ἐπειδὰν ἐμπέσῃ τοῖς
6. λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ’ οὐ πολλῷ
7. μᾶλλον, ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν,
8. ἐξαλλάττει τὴν ποιότητα, τάχιστα μεταβάλλοντα καὶ σηπόμενα.
9. καὶ μὴν εἴ περ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ
10. τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχομένην
11. κύστιν ἐναργῶς φαίνεται διάτασίς τις, ἢ δῆξις,
12. ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν
13. χαλεπὸν κᾀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτο ἐννοεῖν,
14. ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι
15. καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 3.12, ed. Kühn, 1821, vol. 2, p. 182-186. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩