13. Ἀλλ’ ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς
14. ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δὲ αὐτῷ καὶ
15. τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας
16. πίστεις, ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα,
17. καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως
18. ἐναργῆ τὴν καθεκτικὴν δύναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι
1. διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον
2. μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κᾀνταῦθα φωραθῆναι
3. δυναμένην. ἀρξώμεθα οὖν τῆς διδασκαλίας ἀπ’ αὐτοῦ
4. τοῦ πρώτου, μεθόδῳ τινὶ προχειρίσασθαι μόρι’ ἄττα τοῦ
5. σώματος, ἐφ’ ὧν ἀκριβῶς ἐστι βασανίσαι τε καὶ ζητῆσαι
6. τὴν καθεκτικὴν δύναμιν, ὁποία ποτ’ ἐστίν. ἆρ’ οὖν ἄν τις
7. ἄμεινον ἑτέρωθεν ἢ ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων
8. ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοὶ μὲν οὖν οὐκ ἂν δοκεῖ
9. βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς
10. ἐνεργείας διὰ τὸ μέγεθος· ὡς τά γε σμικρὰ τάχ’ ἂν, εἰ
11. καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλ’ οὐκ αἰσθήσει
12. γ’ ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς. ἀλλ’
13. ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζώου
14. μορίων ἥ τε γαστὴρ, αἱ μῆτραί τε, αἱ καὶ ὑστέραι καλούμεναι.
15. τί οὖν κωλύει ταῦτα προχειρισαμένους ἐπισκέψασθαι.
16. τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς
17. δῆλαι, τὴν ἐξέτασιν ἐφ’ ἐμῶν αὐτῶν ποιουμένους, ὅσαι
18. δ’ ἀμυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθρώπῳ ζῶα;
1. οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουμένης
2. δυνάμεως καὶ τῶν ἀνομοίων ἐνδειξαμένων, ἀλλ’ ὅσην ἅμα
3. τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ’ ἡμῶν αὐτῶν ἐγνωκότες, εἴς τε
4. τὰς διαγνώσεις τῶν νοσημάτων αὐτῶν καὶ τὰς ἰάσεις εὐπορώτεροι
5. γιγνώμεθα. περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων
6. ἅμα λέγειν ἀδύνατον· ἐν μέρει δ’ ὑπὲρ ἑκατέρου ποιησόμεθα
7. τὸν λόγον, ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου
8. τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ
9. καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ· κατέχουσι
10. δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστ’ ἂν τελειώσωσιν. ἀλλὰ
11. πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος
12. τῆς τῶν σιτίων πέψεως.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 3.2, ed. Kühn, 1821, vol. 2, p. 145-147. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩