Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 3.3, ed. Kühn, 1821, vol. 2, p. 147-152. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.3

13. Εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον
14. ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικὴν, ὅσῳ
15. καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται.
16. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς
17. τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ
18. αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ.
1. καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου
2. κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν.
3. οὐ γὰρ ὡς ἔτυχεν, οὐδ’ ἀλόγως ἱκανὰς περιστέλλεσθαι
4. καὶ κατέχειν τὸ ἔμβρυον ἡ φύσις ἀπειργάσατο τὰς ὑστέρας,
5. ἀλλ’ ἵν’ εἰς τὸ πρέπον ἀφίκηται μέγεθος τὸ κυούμενον.
6. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτικῇ δυνάμει, συμπεπληρωμένον
7. ᾖ, ταύτην μὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεμίαν
8. ἀνήγαγον· ἀντ’ αὐτῆς δ’ ἑτέρᾳ χρῶνται τῇ τέως ἡσυχαζούσῃ,
9. τῇ προωστικῇ. ἦν δ’ ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας
10. ὅρος ἡ χρεία, καὶ τῆς γ’ ἐνεργείας ὡσαύτως ἡ χρεία.
11. καλούσης μὲν γὰρ αὐτῆς, ἐνεργεῖ, μὴ καλούσης δὲ, ἡσυχάζει.
12. καὶ χρὴ πάλιν. κᾀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν
13. τέχνην, ὡς οὐ μόνον ἐνεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν
14. ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ
15. κινήσεων καιροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων
16. γιγνομένων τῶν κατὰ τὴν ὑστέραν, ἡ ἀποκριτικὴ δύναμις
17. ἡσυχάζει τελέως, ὥσπερ οὐκ οὖσα· κακοπραγίας δέ τινος
18. γενομένης, ἢ περὶ τὸ χορίον, ἢ περί τινα τῶν ἄλλων
1. ὑμένων, ἢ περὶ τὸ κυούμενον αὐτὸ, καὶ τῆς τελειώσεως
2. αὐτοῦ παντάπασιν ἀπογνωσθείσης, οὐκέτ’ ἀναμένουσι τὸν
3. ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλ’ ἡ μὲν καθεκτικὴ δύναμις
4. αὐτίκα δὴ πέπαυται, καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον
5. ἀργούσῃ, πράττει δ’ ἤδη τι καὶ πραγματεύεται χρηστὸν
6. ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ
7. ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἔργων αὐτῇ τὰ ὀνόματα
8. θέμενοι, καθάπερ καὶ ταῖς ἄλλαις. καί πως ὁ λόγος ἔοικεν
9. ὑπὲρ ἀμφοτέρων ἀποδείξειν ἅμα· καὶ γάρ τοι καὶ διαδεχομένας
10. αὐτὰς ἀλλήλας, καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν
11. τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ τὴν διδασκαλίαν
12. κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς μὲν οὖν καθεκτικῆς
13. δυνάμεως ἔργον περιστεῖλαι τὰς μήτρας τῶν κυουμένων
14. πανταχόθεν, ὥστ’ εὐλόγως ἁπτομέναις μὲν ταῖς μαιευτρίαις
15. τὸ στόμα μεμυκὸς αὐτῶν φαίνεται, καὶ ταῖς κυούσαις δ’
16. αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας, καὶ μάλιστα κατ’ αὐτὴν
17. ἐκείνην, ἐν ᾗπερ ἄν ἡ τῆς γονῆς σύλληψις γίνηται, κινουμένων
18. τε καὶ συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθησις
1. γίνεται. καὶ ἢν ἄμφω ταῦτα συμβαίη, μῦσαι μὲν τὸ
2. στόμα χωρὶς φλεγμονῆς ἤ τινος ἄλλου παθήματος, αἴσθησιν
3. δὲ τῆς κατὰ τὴν μήτραν κινήσεως ἀκολουθῆσαι, πρὸς
4. αὑτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τοῦ ἀνδρὸς εἰληφέναι τε
5. καὶ κατέχειν αἱ γυναῖκες νομίζουσι. ταῦτα δ’ οὐχ ἡμεῖς
6. νῦν ἀναπλάττομεν αὐταῖς, ἀλλ’ ἐκ μακρᾶς πείρας δοκιμασθέντα
7. πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγματευσαμένοις.
8. Ἡρόφιλός γε μὴν, ὡς οὐδὲ πυρῆνα μήλης
9. οὐκ ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκύειν τὴν
10. γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκε, πρὶν ὑπάρξηται
11. κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν
12. ἐπιμηνίων φορὰς, οὐκ ὤκνησε γράφειν. συνομολογοῦσι δ’
13. αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι,
14. καὶ πρῶτός γε πάντων ἰατρῶν τε καὶ φιλοσόφων
15. Ἱπποκράτης ἀπεφῄνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε
16. ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλ’ ἐν μὲν ταῖς κυήσεσιν
17. οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς
18. σκληρὸν γιγνόμενον. ἐπὶ δέ γε τῆς ἐναντίας, τῆς ἐκκριτικῆς,
19. ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δ’ ὁ πυθμὴν
1. ἅπας ὅσον οἶόν τ’ ἐγγυτάτω τοῦ στόματος, ἀπωθούμενος
2. ἔξω τὸ ἔμβρυον· ἅμα δ’ αὐτῷ καὶ τὰ συνεχῆ μέρη, τὰ
3. οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου, συνεπιλαμβανόμενα παντὸς
4. τοῦ ἔργου, θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον.
5. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας
6. ἐκπεσεῖν ἠνάγκασαν, ἀμέτρως χρησαμέναις τῇ τοιαύτη δυνάμει,
7. παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις
8. τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε
9. καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοῖς συγκαταπέσωμεν.
10. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον
11. ἐνίοτε, καὶ μάλισθ’ ὅταν οἱ πρὸς τὴν ῥάχιν αὐτῶν σύνδεσμοι
12. χαλαροὶ φύσει τυγχάνωσιν ὄντες. ἔστι δὲ καὶ τοῦτο θαυμαστόν
13. τι τῆς φύσεως σόφισμα, τὸ, ζῶντος τοῦ κυήματος,
14. ἀκριβῶς πάνυ τὸ στόμα μεμυκέναι τῶν μητρῶν, ἀποθανόντος
15. δὲ, παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν
16. ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας
17. οὐκ εὐθὺς ἀνιστῶσιν, οὐδ’ ἐπὶ τῶν δίφρων καθίζουσιν,
18. ἀλλ’ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος
1. κατὰ βραχὺ, καὶ πρῶτον μὲν, ὥστε τὸν μικρὸν δάκτυλον
2. καθιέναι, διεστηκέναι φασὶν, ἔπειτα ἤδη καὶ μεῖζον, καὶ κατὰ
3. βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς
4. διαστάσεως ἐπαυξανόμενον. ὅταν δ’ ἱκανὸν ᾖ πρὸς τὴν
5. τοῦ κυουμένου δίοδον, ἀνιστῶσιν αὐτὰς καὶ καθίζουσι, καὶ
6. προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δὲ
7. τοῦτο τὸ ἔργον, ὃ παρ’ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν,
8. οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατ’ ἐπιγάστριον μυῶν,
9. οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συντελοῦσιν.
10. οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται
11. δυνάμεις.

Cliquer un n° de page pour en afficher l’image