12. Ἐπὶ δὲ τῆς γαστρὸς ᾧδε. πρῶτον μὲν τοῖς
13. κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀῤῥώστου
14. κοιλίας εἶναι συμπτώματα, καὶ κατὰ λόγον πεπίστευνται.
15. ἐνίοτε μὲν γὰρ, ἐλάχιστα προσενηνεγμένων, οὐ γίνονται, περιστελλομένης
16. αὐτοῖς ἀκριβῶς τῆς γαστρὸς καὶ σφιγγούσης
17. πανταχόθεν. ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες
1. δὲ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ
2. ἔχουσα, καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κᾂν
3. ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα, χώραν
4. οὐδεμίαν ἀπολείπει κενήν· ἀῤῥωστοῦσα δὲ, καθότι ἂν ἀδυνατήσῃ
5. περιλαβεῖν ἀκριβῶς, ἐνταῦθα εὐρυχωρίαν ἐργαζομένη
6. τινα, συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς
7. τῶν σχημάτων μεταλλαγὰς ἄλλοτε ἀλλαχόσε μεταῤῥεῖν καὶ
8. κλύδωνας ἀποτελεῖν. εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς,
9. οἱ ἐν τῷδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν·
10. οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄῤῥωστον γαστέρα. τοῖς
11. τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ φαίνεται παραμένον
12. τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν
13. ἄν τις ἐπ’ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον
14. τῆς ἐν τῇ γαστρὶ διατριβῆς, οὐ τῶν σιτίων μόνον, ἀλλὰ
15. καὶ τοῦ πόματος. οὐ γὰρ, ὅπερ ἂν ᾠήθη τις, ὡς τὸ
16. τῆς γαστρὸς στόμα τὸ κάτω, στενὸν ὑπάρχον ἀκριβῶς, οὐδὲν
17. παρίησι, πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ’ αἴτιον ὄντως ἐστί.
18. πολλοὶ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι
1. πάμπολλα, καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων
2. ἄκων κατέπιε, καὶ ἄλλος τις νόμισμα, καὶ ἄλλος
3. ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον· ἀλλ’ ὅμως ἅπαντες
4. οὗτοι ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀποκολουθήσαντος
5. συμπτώματος. εἰ δέ γ’ ἡ στενότης τοῦ πόρου
6. τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπιπλέον ἦν τοῖς ἀτρίπτοις
7. σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ
8. πόματ’ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον, ἱκανὸν
9. ὑπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος. ὅλως
10. γὰρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε
11. ῥοφήματα ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς
12. αὐτίκα διεξῄει πᾶσιν. ἀλλ’ οὐχ ᾧδ’ ἔχει. τοῖς μὲν γὰρ
13. ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα, καὶ κλύδωνας ἐργάζεται
14. παραμένοντα, καὶ θλίβει, καὶ βαρύνει τὴν γαστέρα·
15. τοῖς δ’ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ
16. καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως. οὐ
17. μόνον δ’ ἐκ τοῦ περιτετάσθαι καὶ βαρύνεσθαι τὴν γαστέρα,
1. καὶ μεταῤῥεῖν ἄλλοτ’ εἰς ἄλλα μέρη μετὰ κλύδωνος, τὸ παραμένειν
2. ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτ’
3. ἄν τις, ἀλλὰ κᾀκ τῶν ἐμέτων. ἔνιοι γὰρ οὐ μετὰ
4. τρεῖς ὥρας ἢ τέτταρας, ἀλλὰ νυκτῶν ἤδη μέσων, παμπόλλου
5. μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς, ἀνήμεσαν
6. ἀκριβῶς πάντα τὰ ἐδηδεσμένα. καὶ μὲν δὴ καὶ ζώων
7. ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ
8. συῶν ἐπειράθημεν, ἐξ ἀλεύρων μεθ’ ὕδατος οἷον κυκεῶνά
9. τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας
10. ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις
11. ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα. πέρας γὰρ αὐτοῖς
12. ἐστι τῆς ἐνταῦθα μονῆς, οὐχ ἡ χύλωσις, ἥν καὶ ἐκτὸς
13. ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ’ ἡ πέψις, ἕτερόν
14. τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ
15. θρέψις. ὡς γὰρ κᾀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα,
16. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις
17. τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφομένῳ ποιότητα
1. μεταβολή. καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα
2. τὸ κάτω στόμα, καὶ διεκπίπτει δι’ αὐτοῦ τὰ σιτία
3. ῥᾳδίως, εἰ καὶ πλῆθός τι μεθ’ ἑαυτῶν ἔχοντα τύχοι λίθων,
4. ἢ ὀστῶν, ἢ γιγάρτων, ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου.
5. καί σοι τοῦτ’ ἔνεστιν ἐπὶ ζώου θεάσασθαι, στοχασαμένῳ
6. τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ
7. σφαλείης ποτὲ τοῦ καιροῦ, καὶ μηδὲν μήπω κάτω παρέρχοιτο,
8. πεπτομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ’
9. οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται. θεάσῃ γὰρ ἐπ’
10. αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα
11. τὸν πυλωρὸν, ἅπασαν δὲ τὴν γαστέρα περιστελλομένην
12. τοῖς σιτίοις τρόπον ὁμοιότατον, ὅνπερ καὶ αἱ μῆτραι
13. τοῖς κυουμένοις. οὐ γάρ ἐστιν οὐδέπω κενὴν εὑρεῖν χώραν,
14. οὔτε κατὰ τὰς ὑστέρας, οὔτε κατὰ τὴν κοιλίαν, οὔτε κατὰ
15. τὰς κύστεις ἀμφοτέρας, οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην,
16. οὔτε τὴν ἑτέραν· ἀλλ’ εἴτε ὀλίγον εἴη τὸ περιεχόμενον
17. ἐν αὐταῖς, εἴτε πολὺ, μεσταὶ καὶ πλήρεις αὐτῶν
18. αἱ κοιλίαι φαίνονται, περιστελλομένων ἀεὶ τῶν χιτώνων
19. τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῶον.
1. Ἐρασίστρατος δὲ οὐκ οἶδ’ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς
2. ἁπάντων αἰτίαν ἀποφαίνει, καὶ τῆς λειώσεως τῶν σιτίων,
3. καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως, καὶ τῆς
4. τῶν κεχυλωμένων ἀναδόσεως. ἐγὼ μέντοι μυριάκις ἐπὶ
5. ζῶντος ἔτι τοῦ ζώου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ
6. μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν
7. κοιλίαν δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν
8. τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς περιειληφυῖαν
9. ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι, καὶ περιπεφυκέναι τοῖς
10. σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα
11. καὶ κεκλεισμένον ἀκριβῶς, ὥσπερ τὸ τῶν ὑστερῶν
12. στόμα ταῖς ἐγκύμοσιν· ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις
13. ἀνέῳκτο μὲν ὁ πυλωρὸς, ἡ γαστὴρ δὲ περισταλτικῶς
14. ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 3.4, ed. Kühn, 1821, vol. 2, p. 152-157. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩