Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 3.7, ed. Kühn, 1821, vol. 2, p. 160-168. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.7

15. Ἀλλ’ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται
16. πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ
1. κατὰ ποιότητα καὶ οἰκείου μεταλαμβάνειν. ὥσθ’ ἕλκει τῶν
2. σιτίων ὅσον χρηστότατον ἀτμωδῶς τε καὶ κατὰ βραχὺ, καὶ
3. τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν.
4. ὅταν δ’ ἱκανῶς ἐμπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν
5. ἀπωθεῖται τροφὴν, ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν
6. ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας. οὐδὲ γὰρ ἐνδέχεται
7. δύο σώματα δρᾷν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα μὴ
8. οὐκ ἤτοι πάσχειν τε ἅμα καὶ δρᾷν, ἢ θάτερον μὲν δρᾷν,
9. θάτερον δ’ αὐτῶν πάσχειν. ἐὰν μὲν γὰρ ἰσάζῃ ταῖς δυνάμεσιν,
10. ἐξ ἴσου δράσει τε καὶ πείσεται· ἂν δ’ ὑπερέχῃ πολὺ
11. καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον. ὥστε δράσει
12. μέγα μέν τι καὶ αἰσθητόν· αὐτὸ δ’ ἤτοι σμικρόν τι καὶ
13. οὐκ αἰσθητὸν, ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλ’ ἐν
14. τούτῳ δὴ καὶ μάλιστα διήνεγκε φαρμάκου δηλητηρίου
15. τροφή· τὸ μὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώματι δυνάμεως, ἡ
16. δὲ κρατεῖται. οὔκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζώῳ
17. προσήκουσάν, οὐ μὴν καὶ κρατεῖσθαί γ’ ὁμοίως πρὸς τῶν
1. ἐν τῷ ζώῳ ποιοτήτων· τὸ κρατεῖσθαι δ’ ἦν ἀλλοιοῦσθαι.
2. ἀλλ’ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ
3. δ’ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζώῳ
4. τροφῆς, οὐχ ὁμοίως δὲ πάντα. κρατήσει δ’ ἄρα καὶ ἡ
5. γαστὴρ, καὶ ἀλλοιώσει τὴν τροφήν· οὐ μὴν ὁμοίως ἥπατι,
6. καὶ φλεψὶ, καὶ ἀρτηρίαις, καὶ καρδίᾳ. πόσον οὖν ἐστιν, ὃ
7. ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα. πλέον μὲν ἢ κατὰ στόμα,
8. μεῖον δὲ ἢ κατὰ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν
9. γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφὴν, ἡ
10. δ’ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον
11. εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ’ ἂν ἐπὶ
12. τῶν καταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων,
13. καταμεινάντων δι’ ὅλης νυκτός. οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ
14. ἄρτος, οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλ’ ὄζει μὲν τοιοῦτον,
15. οἷον καὶ τὸ τοῦ ζώου στόμα· διαλέλυται δὲ καὶ διατέτηκε,
16. καὶ τὰς ἐν τῷ ζώῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας.
17. ἔνεστι δέ σοι θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι
1. τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος, ἐπιθείης
2. ἀπέπτοις δοθιῆσιν. ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς
3. τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν,
4. ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς· τὸ γάρ τοι φλέγμα
5. τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος, καὶ σκορπίους
6. ἀναιρεῖ παραχρῆμα, καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ
7. μὲν εὐθέως ἀποκτείνει, τὰ δ’ ἐς ὕστερον· ἅπαντα γοῦν
8. βλάπτει μεγάλως. ἀλλὰ τὰ μὲν μεμασημένα σιτία πρῶτον
9. μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται· δεύτερον
10. δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν·
11. ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν αὐταῖς ταῖς κεναῖς
12. χώραις τῶν ὀδόντων ἐσφηνωμένων. ἀλλ’ ὅσον τὰ μεμασημένα
13. τούτων ἐπὶ πλέον ἠλλοίωτο, τοσοῦτον ἐκείνων τὰ καταποθέντα.
14. μὴ γὰρ οὐδὲ παραβλητὸν εἴη τὸ τῆς ὑπερβολῆς,
15. εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα, καὶ χολὴν,
16. καὶ πνεῦμα, καὶ θερμασίαν, καὶ ὅλην τὴν οὐσίαν τῆς
17. γαστέρος. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα
1. σπλάγχνα, καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλὰς,
2. ἐκ δεξιῶν μὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν
3. καρδίαν δ’ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουμένας
4. τε καὶ διαπαντὸς κινουμένας, ἐφ’ ἅπασι δὲ τούτοις
5. σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν
6. γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων. πῶς
7. δ’ ἂν ἠδύνατο ῥᾳδίως αἱματοῦσθαι, μὴ προπαρασκευασθέντα
8. τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν,
9. ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα.
10. πῶς οὖν ὁ ἄρτος αἷμα γίνεται, πῶς δὲ τὸ τεῦτλον, ἢ ὁ
11. κύαμος, ἤ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τινα ἑτέραν ἀλλοίωσιν
12. ἐδέξατο; πῶς δ’ ἡ κόπρος εὐθὺς ἐν τοῖς λεπτοῖς
13. ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον
14. εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; πότερον τῶν
15. χιτώνων τὸ πλῆθος, ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις,
16. ἢ τῆς μονῆς ὁ χρόνος, ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις
17. θερμασία; καὶ μὴν κατ’ οὐδὲν τούτων πλεονεκτεῖ τὰ
18. ἔντερα τῆς γαστρός. τί ποτ’ οὖν ἐν μὲν τῇ γαστρὶ νυκτὸς
1. ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται
2. τὰς ἀρχαίας διασώζοντα ποιότητας, ἐπειδὰν δ’ ἅπαξ
3. ἐμπέσῃ τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ μὲν γὰρ
4. ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδ’ ὁ βραχὺς ἱκανός.
5. εἰ δ’ οὗτος αὐτάρκης, πῶς οὐ πολλῷ μᾶλλον ὁ μακρός;
6. ἆρ’ οὖν ἀλλοιοῦται μὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν,
7. ἄλλην δέ τιν’ ἀλλοίωσιν, καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει
8. τοῦ μεταβάλλοντος ὀργάνου; ἢ ταύτην μὲν, οὐ μὴν τήν γ’
9. οἰκείαν τῷ τοῦ ζώου σώματι; μακρῷ τοῦτ’ ἀδυνατώτερόν
10. ἐστι. καὶ μὴν οὐκ ἄλλο γε ἦν πέψις ἢ ἀλλοίωσις εἰς τὴν
11. οἰκείαν τοῦ τρεφομένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτό
12. ἐστι, καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχομένη
13. ποιότητα τῷ μέλλοντι πρὸς αὐτῆς τραφήσεσθαι ζώῳ προσήκουσαν,
14. ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα
15. τὴν τροφήν. καὶ γελοῖος μὲν Ἀσκληπιάδης, οὔτ’ ἐν
16. ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν
17. πεφθέντων σιτίων, οὔτ’ ἐν τοῖς ἐμέτοις, οὔτ’ ἐν ταῖς ἀνατομαῖς.
1. αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας
2. ἐστὶ τὸ πεπέφθαι ὁ δ’ οὕτως ἐστὶν εὐήθης, ὥστ’, ἐπειδὴ τῶν
3. παλαιῶν ἀκούει λεγόντων, ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν
4. τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν, ἀλλὰ
5. τὸ κατὰ γεῦσιν χρηστὸν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου,
6. χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι, γιγνομένου κατὰ τὴν
7. κοιλίαν, ἢ τοῦ μέλιτος μελιτωδεστέρου. πολὺ δ’ εὐηθέστερός
8. ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος, ἢ μὴ νοῶν, ὅπως
9. εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιον
10. ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν,
11. φησὶν οὗτος, ἐλαφρὰν ἔχουσαν θερμασίαν, οὐκ εἰκὸς εἶναι
12. παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι
13. τῇ γαστρὶ, ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης,
14. ἢ δυναμένης ἀλλοιοῦν μὲν, οὐ κατὰ τὴν ἔμφυτον δὲ
15. θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι, καὶ διὰ τοῦθ’ ἕψειν, οὔκ
16. ὀπτᾷν, εἰρημένην. ἐχρῆν δ’ αὐτὸν, εἴπερ περὶ πραγμάτων
17. ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι, μάλιστα μὲν καὶ
1. πρῶτον τὴν γαστέρα, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν, οὐδ’
2. ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία· δεύτερον
3. δὲ, εἴπερ μὴ οἷός τε ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν
4. ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζώῳ· εἰ δὲ μηδὲ τοῦτ’
5. εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς
6. ὑπόληψιν; καὶ δεῖξαι, τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ
7. διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ
8. ποιὰν κρᾶσιν ὑπάρχειν, ἀλλὰ δι’ ἄλλο τι· εἰ δὲ μηδὲ
9. τοῦτ’ ἐτόλμησε διαβάλλειν, ἀλλ’ ὅτι γε μὴ τὸ θερμόν ἐστιν
10. ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον·
11. ἢ εἰ μηδὲ τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν
12. εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα
13. μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλους ἔν τ’ ἄλλοις πολλοῖς
14. κᾀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν, ὅπως ἡ πέψις ἑψήσει
15. παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως, μηδὲ κυρίως
16. ὀνομαζόντων, εἰρηκότος. ἀλλ’, ὡς ἤδη λέλεκται πολλάκις,
17. ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία, περὶ θερμοῦ καὶ ψυχροῦ
18. καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης
19. ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας
1. ἁπάσας τὰς κατὰ τὸ σῶμα μεταβολὰς καὶ ἀλλοιώσεις
2. ὑπὸ τούτων γίγνεσθαι. ἀλλ’ Ἐρασίστρατος οὔτε τούτοις,
3. οὔτε ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν, ἐπὶ τοὔνομα
4. μόνον ἐτράπετο τῆς ἑψήσεως. ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ
5. καὶ τἄλλα πάντα παρέλιπε, τὸ γοῦν, ὅτι διαφέρει τῆς ἐκτὸς
6. ἑψήσεως ἡ ἐν τοῖς ζώοις πέψις, ἐπειράθη δεικνύναι.

Cliquer un n° de page pour en afficher l’image