Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 3.8, ed. Kühn, 1821, vol. 2, p. 168-177. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:3.8

7. Περὶ δὲ τῆς καταπόσεως οὐδ’ ἄχρι τοσούτου.
8. τί γάρ φησιν; ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδὲ μία
9. φαίνεται εἶναι. καὶ μὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει, πάντως
10. ἕνεκά του γεγονότας, καὶ διήκουσιν οὗτοι μέχρι καὶ
11. τοῦ στόματος, ὁ μὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα,
12. τοιοῦτος διαμένων, ὁ δ’ ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ
13. στομάχῳ τρεπόμενος. ὅτι μὲν οὖν ἐναντίας ἀλλήλαις τὰς
14. ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόμενον
15. αὐτὸ μαρτυρεῖ. τίνος δ’ ἕνεκα τοιοῦτοι γεγόνασιν, Ἐρασίστρατος
16. μὲν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ἡμεῖς δ’ ἐροῦμεν.
17. ὁ μὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν·
1. ὁ δ’ ἔξωθεν ἐγκαρσίας, ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι.
2. ἑκάστων γὰρ καὶ τῶν κινουμένων ὀργάνων
3. ἐν τοῖς σώμασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις
4. εἰσίν. ἐπ’ αὐτῶν δὲ πρῶτον τῶν μυῶν, εἰ βούλει,
5. βασάνισον τὸν λόγον, ἐφ’ ὧν καὶ αἱ ἶνες ἐναργέσταται, καὶ
6. αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. μετὰ δὲ τοὺς
7. μῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι, καὶ πάντως
8. ὄψει κατὰ τὰς ἶνας κινούμενα. καὶ διὰ τοῦθ’ ἑκάστῳ μὲν
9. τῶν ἐντέρων στρογγύλαι καθ’ ἑκάτερον τῶν χιτώνων αἱ ἶνές
10. εἰσι· περιστέλλονται γὰρ μόνον, ἕλκουσι δὲ οὐδέν. ἡ γαστὴρ
11. δὲ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς
12. δ’ ἐγκαρσίας ἕνεκα περιστολῆς. ὥσπερ γὰρ ἐν τοῖς μυσὶν,
13. ἑκάστης τῶν ἰνῶν τεινομένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκομένης,
14. αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον ἐν τῇ
15. γαστρὶ, τῶν μὲν ἐγκαρσίων ἰνῶν τεινομένων, ἔλαττον ἀνάγκη
16. γίγνεσθαι τὸ εὖρος τῆς περιεχομένης ὑπ’ αὐτῶν κοιλότητος,
17. τῶν δ’ εὐθειῶν ἑλκομένων τε καὶ εἰς αὑτὰς συναγομένων,
18. οὐκ ἐνδέχεται μὴ οὐ συναιρεῖσθαι τὸ μῆκος. ἀλλὰ μὴν
1. ἐναργῶς φαίνεται καταπινόντων συναιρούμενον, καὶ τοσοῦτον
2. ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται. καὶ
3. ὅταν γε, συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας,
4. ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόμενος
5. ὁ λάρυγξ. ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς, ὁ
6. τὰς εὐθείας ἶνας ἔχων, ὁ καὶ τὸν στόμαχον ὑπαλείφων καὶ
7. τὸ στόμα, τοῖς ἐντὸς μέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος. ὥστ’
8. οὐκ ἐνδέχεται, κατασπωμένων αὐτῶν ὑπὸ τῆς κοιλίας, μὴ
9. οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα. ὅτι δ’ αἱ περιφερεῖς
10. ἶνες, αἷς περιστέλλεται τά τ’ ἄλλα μόρια καὶ ἡ γαστὴρ, οὐ
11. συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν
12. εὐρύτητα, καὶ παρ’ αὐτοῦ λαβεῖν ἐστιν ὁμολογούμενον Ἐρασιστράτου.
13. περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα
14. κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ’ εἰ περιστέλλεται
15. μὲν, οὐδὲν δὲ τοῦ μήκους ἀφαιρεῖται τῆς κοιλίας,
16. οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾷν
17. κάτω τὸν στόμαχον. ὅπερ γὰρ αὐτὸς ὁ Ἐρασίστρατος
18. εἶπε, τοῦτο μόνον αὐτὸ συμβήσεται, τὸ, τῶν ἄνω συστελλομένων,
1. διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ’ ὅτι, κᾂν εἰς
2. νεκροῦ τὸν στόμαχον ὕδατος ἐκχέῃς, φαίνεται γιγνόμενον,
3. οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ τοῦ σώματος
4. ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύμπτωμα· θαυμαστὸν γὰρ,
5. εἰ. διερχομένου τινὸς αὐτὸν ὄγκου, μὴ διασταλήσεται. οὐκοῦν
6. τὸ μὲν, τῶν ἄνω συστελλομένων, διαστέλλεσθαι τὰ κάτω
7. κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώμασι, δι’ ὧν ὁπωσοῦν τι
8. διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχομένοις,
9. εἴθ’ ἕλκοιτο· τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως
10. ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν’ ἐπισπάσωνταί
11. τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στόμαχος,
12. οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα. δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει
13. τὰ σιτία διὰ τοῦ στομάχου. καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν
14. ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ
15. αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ
16. στομάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ’ ὅ τι ἂν ἑκάστοτ’
17. ἐπιλαμβάνηται, τοῦτ’ ἀρχόμενον διαστέλλεται, τὸ δ’
1. ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον, ὥσθ’ ὁμοίαν
2. εἶναι πάντη τὴν διάθεσιν τοῦ στομάχου κατὰ γε τοῦτο τῇ
3. τῶν καταπινόντων. ἀλλὰ, τῆς ὁλκῆς μὴ παρούσης, τὸ μῆκος
4. ὅλον ἴσον ἐπὶ τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται.
5. διὰ τοῦτο καὶ καταπίνειν ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται
6. μὲν, ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων,
7. τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλομένου τε
8. καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ, θατέρου μόνου τοῦ ἔξωθεν
9. ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ, ὥσπερ
10. ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν
11. αὐτὸν τρόπον κᾀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα
12. μορίων τοῦ γιγνομένου παθήματος, ἀλλ’ ἄμφω τῆς γαστρὸς
13. αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης
14. τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης
15. τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς
16. μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ
17. τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης,
18. πρινὴ μασσηθῆναι· τοῖς δ’ ἤτοι φάρμακόν τι κατ’ ἀνάγκην
1. πίνουσιν ἤ τι σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις
2. ἀνιαρὰ καὶ βραδεῖα καὶ μόγις ἡ κατάποσις αὐτῶν
3. ἐπιτελεῖται. δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρημένων ὁ μὲν ἔνδον
4. χιτὼν τῆς γαστρὸς, ὁ τὰς εὐθείας ἔχων ἶνας, τῆς ἐκ
5. τοῦ στόματος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς, καὶ διὰ τοῦτο
6. ἐν ταῖς καταπόσεσι μόναις ἐνεργῶν· ὁ δ’ ἔξωθεν, ὁ τὰς
7. ἐγκαρσίας ἶνας ἔχων, ἕνεκα μὲν τοῦ περιστέλλεσθαι τοῖς
8. ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθεὶς,
9. ἐνεργῶν δ’ οὐδὲν ἧττον ἐν τοῖς ἐμέτοις, ἢ ταῖς καταπόσεσιν.
10. ἐναργέστατα δὲ μαρτυρεῖ τῷ λεγομένῳ καὶ τὸ κατὰ
11. τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόμενον· εὑρίσκεται
12. γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόματι, καθάπερ καὶ
13. Ἀριστοτέλης ἐν ταῖς περὶ ζώων ἔγραψεν ἱστορίαις, καὶ
14. προστίθησί γε τὴν αἰτίαν, ὑπὸ λαιμαργίας αὐτοῖς τοῦτο
15. συμβαίνειν φάσκων. ἔχει γὰρ ᾧδε. κατὰ τὰς σφοδροτέρας
16. ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζώοις ἡ γαστὴρ, ὥστε τινὲς
17. τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὐτοῖς
18. φασι τὴν κοιλίαν, ἐνίων δὲ μασσωμένων ἔτι, καὶ μήπω
1. καλῶς ἐν τῷ στόματι τὰ σιτία κατειργασμένων, ἐξαρπάζειν
2. φανερῶς ἀκόντων. ἐφ’ ὧν οὖν ζώων, φύσει λαιμάργων ὑπαρχόντων,
3. ἥ τ’ εὐρυχωρία τοῦ στόματός ἐστι δαψιλὴς, ἥ τε τῆς
4. γαστρὸς θέσις ἐγγὺς, ὡς ἐπὶ συνόδοντος καὶ χάννης, οὐδὲν
5. θαυμαστὸν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν μικροτέρων
6. ζώων, εἶτ’ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν,
7. ἐπειγούσης τῆς ἐπιθυμίας, εἰς τὸ στόμα τὴν γαστέρα.
8. γενέσθαι δ’ ἄλλως ἀμήχανον τοῦτο, μὴ οὐχ ὥσπερ διὰ χειρὸς
9. τοῦ στομάχου τῆς γαστρὸς ἐπισπωμένης εἰς ἑαυτὴν τὰ
10. σιτία. καθάπερ γὰρ καὶ ἡμεῖς ὑπὸ προθυμίας ἐνίοτε τῇ
11. χειρὶ συνεπεκτείνομεν ὅλους ἡμᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον
12. ἐπιδράξασθαι τοῦ προκειμένου σώματος, οὕτω καὶ ἡ γαστὴρ
13. οἷον χειρὶ τῷ στομάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτο, ἐφ’
14. ὧν ζώων ἅμα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ
15. τῆς τροφῆς, ὅ τε στόμαχος μικρὸς, ἥ τ’ εὐρυχωρία τοῦ στόματος
16. δαψιλὴς, ἐπὶ τούτων ὀλίγη ῥοπὴ τῆς ἐπεκτάσεως εἰς
17. τὸ στόμα τὴν κοιλίαν ὅλην ἀναφέρει. ἤρκει μὲν οὖν ἴσως
18. ἀνδρὶ φυσικῷ παρ’ αὐτῆς μόνης τῆς κατασκευῆς τῶν ὀργάνων
1. τὴν ἔνδειξιν τῆς ἐνεργείας λαμβάνειν. οὐ γὰρ δὴ
2. μάτην γε ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις
3. ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως
4. ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν. ἀλλ’ ἐπεὶ πάντα μᾶλλον
5. ἢ τὰ τῆς φύσεως ἔργα διαγινώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν
6. εἰσιν ἱκανοὶ, φέρε κᾀκ τῆς τῶν ζώων ἀνατομῆς
7. ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν
8. εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῶον, εἶτα γυμνώσας
9. αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα, χωρὶς τοῦ διατεμεῖν
10. τινα τῶν νεύρων, ἢ τῶν ἀρτηριῶν, ἢ τῶν φλεβῶν
11. τῶν αὐτόθι τεταγμένων, ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ
12. θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα, τὸν
13. ἔχοντα τὰς ἶνας ἐγκαρσίας, κᾄπειτα τῷ ζώῳ τροφὴν προσενεγκεῖν,
14. ὄψει καταπῖνον αὐτὸ, καίτοι τῆς περισταλτικῆς
15. ἐνεργείας ἀπολωλυίας. εἰ δ’ αὖ πάλιν ἐφ’ ἑτέρου ζώου
16. διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ
17. καὶ τοῦτο καταπῖνον, οὐκέτ’ ἐνεργοῦντος τοῦ ἐντός.
18. ᾧ δῆλον, ὅτι καὶ θατέρῳ αὐτῶν καταπίνειν οἷόν τ’ ἐστὶν,
1. ἀλλὰ χεῖρον ἤ δι’ ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις
2. καὶ τοῦτ’ ἔστι σαφῶς θεάσασθαι ἐπὶ τῆς εἰρημένης
3. ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ
4. στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ, περιστελλομένου
5. μὲν τοῦ ἔξωθεν χιτῶνος, ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα
6. σὺν τοῖς ἐδέσμασι, χρόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος,
7. ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων, διατεῖνόν τε αὐτὸν
8. καὶ τὴν ἐνέργειαν ἐμποδίζον. ἀλλ’ οὐδὲ τούτων οὐδὲν
9. Ἐρασίστρατος εἶπεν, οὔθ’ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου
10. διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων, ὑπὸ τῆς
11. ἄνωθεν βολῆς ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ
12. καταπινόμενα. μόνον δ’, ὅτι πολλὰ τῶν μακροτραχήλων
13. ζώων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι
14. φαινόμενον, οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ
15. πῶς οὐ καταπίνομεν. ὅτι γὰρ μη διὰ μόνης τῆς ἄνωθεν βολῆς,
16. ἐκ τούτου δῆλον· οὐ μὴν εἴθ’ ἑλκούσης τῆς κοιλίας, εἴτε παράγοντος
17. αὐτὰ τοῦ στομάχου, δῆλον ἤδη πω. ἀλλ’ ἡμεῖς γε
1. πάντας τοὺς λογισμοὺς εἰπόντες, τούς τ’ ἐκ τῆς κατασκευῆς
2. τῶν ὀργάνων ὁρμωμένους, καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων,
3. τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον, καὶ
4. γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα,
5. τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ’
6. ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι. προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι
7. τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων
8. οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ
9. προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου
10. τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρὶ, τὴν
11. ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δὲ ἐν τῷ
12. πέττειν, τὴν ἀπωστικὴν δ’ ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν
13. πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν,
14. αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

Cliquer un n° de page pour en afficher l’image