16. Ὁποῖόν τι ταῖς σκηναῖς οἱ καλούμενοι κάμακές
17. εἰσιν, καὶ ταῖς οἰκίαις οἱ τοῖχοι, τοιοῦτον ἐν τοῖς
18. ζώοις ἥ γε τῶν ὀστῶν οὐσία. συνεξομοιοῦσθαι γὰρ αὐτῇ
1. τἄλλα καὶ συμμεταβάλλεσθαι πέφυκεν. οἷον, εἰ τῷ ζώῳ τὸ
2. κράνιον ᾖ στρογγύλον, ἀνάγκη καὶ τὸν ἐγκέφαλον τοιοῦτον
3. εἶναι, ὥσπερ γε καὶ, εἰ πρόμηκες, προμήκης τούτῳ τῷ ζώῳ
4. καὶ ὁ ἐγκέφαλος. εἰ δὲ γένυες σμικραὶ, καὶ τὸ πρόσωπον
5. ὅλον στρογγυλώτερον, ἀνάγκη καὶ τοὺς μῦς αὐτῶν εἶναι σμικρούς.
6. οὕτως δὲ καὶ, εἰ μακραὶ, μακρὸν μὲν εὐθὺς ὅλον καὶ
7. τὸ πρόσωπον ἔσται τῷ τοιούτῳ ζώῳ, μακροὶ δὲ καὶ οἱ κατ’
8. αὐτὸ μύες. διὰ τοῦτο γοῦν καὶ ὁ πίθηκος ἁπάντων τῶν
9. ζώων ὁμοιότατος ἀνθρώπῳ καὶ σπλάγχνοις, καὶ μυσὶ, καὶ
10. ἀρτηρίαις, καὶ φλεψὶ, καὶ νεύροις, ὅτι καὶ τῇ τῶν ὀστῶν
11. ἰδέᾳ. διὰ γὰρ τὴν τούτων φύσιν ἐπί τε δυοῖν βαδίζει σκελοῖν,
12. καὶ τοῖς προσθίοις κώλοις ὥσπερ χερσὶ χρῆται, καὶ
13. στέρνον πλατύτατον ἁπάντων τῶν τετραπόδων ἔχει, καὶ
14. κλεῖς ὡσαύτως ἀνθρώπῳ, καὶ πρόσωπον στρογγύλον καὶ
15. τράχηλον μικρόν. τούτων δ’ ὁμοίων ὑπαρχόντων, οὐκ
16. ἐνδέχεται τοὺς μῦς ἑτεροίως ἔχειν. ἐπιτέτανται γὰρ οὗτοι
17. τοῖς ὀστοῖς ἔξωθεν, ὥστε καὶ τὸ μέγεθος αὐτῶν καὶ τὸ
18. σχῆμα μιμοῦνται. τούτοις δ’ ἀκολουθοῦσιν ἀρτηρίαι καὶ
1. φλέβες, καὶ νεῦρα. καὶ ταῦτ’ οὖν ὅμοια τοῖς ὁμοίοις ὀστοῖς.
2. ἐπεὶ τοίνυν ἥ τε μορφὴ τοῦ σώματος ὁμοιοῦται τοῖς ὀστοῖς,
3. ἥ τε τῶν ἄλλων μορίων φύσις ἕπεται τοῖσδε, πρῶτον οὖν
4. ἁπάντων ἀξιῶ σε τῶν ἀνθρωπίνων ὀστῶν ἐμπειρίαν ἀκριβῆ
5. λαβεῖν, μὴ κατὰ τὸ πάρεργον αὐτὰ θεασάμενον, ἀλλὰ μηδ’
6. ἐκ βιβλίου μόνου ἀναλεξάμενον, ἅ τινες μὲν ὀστολογίας
7. ἐπιγράφουσιν, ἔνιοι δὲ σκελετοὺς, ἔνιοι δ’ ἁπλῶς περὶ
8. ὀστῶν, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ὃ πέπεισμαι καὶ
9. τῇ τῶν πραγμάτων ἀκριβείᾳ, καὶ τῷ τάχει τῆς ἑρμηνείας,
10. καὶ τῇ σαφηνείᾳ, βέλτιον εἶναι τῶν ἅπασι τοῖς ἔμπροσθεν
11. γεγραμμένων. ἔργον δέ σοι γενέσθω καὶ σπούδασμα, μὴ
12. μόνον ἐκ τοῦ βιβλίου τὴν ἰδέαν ἑκάστου τῶν ὀστῶν ἀκριβῶς
13. ἐκμαθεῖν, ἀλλὰ καὶ διὰ τῶν ὀμμάτων σύντονον αὐτόπτην
14. αὑτὸν ἐργάσασθαι τῶν ἀνθρωπείων ὀστῶν. ἔστι δ’
15. ἐν Ἀλεξανδρείᾳ μὲν τοῦτο πάνυ ῥᾴδιον, ὥστε καὶ τὴν διδασκαλίαν
16. αὐτῶν τοῖς φοιτηταῖς οἱ κατ’ ἐκεῖνο τὸ χωρίον
17. ἰατροὶ μετὰ τῆς αὐτοψίας πορίζονται. καὶ πειρατέον ἐστί
18. σοι, κᾄν μὴ δι’ ἄλλο τι, διὰ τοῦτο γοῦν αὐτὸ μόνον ἐν
1. Ἀλεξανδρείᾳ γενέσθαι. μὴ δυνηθέντι δὲ τούτου τυχεῖν, οὐκ
2. ἀδύνατον οὐδ’ οὕτως ἀνθρώπων ὀστᾶ θεάσασθαι. ἐγώ γε
3. οὖν ἐθεασάμην πάνυ πολλάκις, ἤτοι τάφων τινῶν, ἢ μνημάτων
4. διαλυθέντων. ἀλλὰ καὶ ποταμὸς ἐπαναβάς ποτε
5. τάφῳ πρὸ μηνῶν ὀλίγων αὐτοσχεδίως γεγενημένῳ διέλυσέ
6. τε ῥᾳδίως αὐτὸν, ἐπισυράμενός τε τῇ ῥύμῃ τῆς φορᾶς ὅλον
7. τοῦ νεκροῦ τὸ σῶμα, τῶν μὲν σαρκῶν ἤδη σεσηπυιῶν, ἀκριβῶς
8. δ’ ἀλλήλοις ἔτι συνεχομένων τῶν ὀστῶν, ἄχρι μὲν σταδίου
9. κάταντες συρόμενον ἐπηνέγκατο· λιμνώδους δὲ αὐτὸ
10. ἐκδεξαμένου χωρίου, τοῖς χείλεσιν ὑπτίου, πρὸς τοῦτο ἀπεκρούσθη
11. τὸ τοῦ νεκροῦ σῶμα, καὶ ἦν ἰδεῖν καὶ τοῦτο
12. τοιοῦτο, οἶόν περ ἂν ἐπίτηδες αὐτὸ παρεσκεύασεν ἰατρὸς
13. εἰς διδασκαλίαν μειρακίου. ἐθεασάμεθα δέ ποτε καὶ λῃστοῦ
14. σκελετὸν ἐν ὄρει κείμενον ὀλίγον ἐξωτέρω τῆς ὁδοῦ, ὃν
15. ἀπέκτεινε μέν τις ὁδοιπόρος ἐπεγχειροῦντα πρότερον ὁμόσε
16. χωρήσας, οὐκ ἔμελλε δὲ θάψειν οὐδεὶς τῶν οἰκητόρων τῆς
17. χώρας ἐκείνης, ἀλλ’ ὑπὸ μίσους ἐπέχαιρον ἐσθιομένῳ τῷ
18. σώματι πρὸς τῶν οἰωνῶν, οἵτινες ἐν δυσὶν ἡμέραις
1. αὐτοῦ καταφαγόντες τὰς σάρκας ἀπέλιπον ὡς εἰς διδασκαλίαν
2. τῷ βουληθέντι θεάσασθαι τὸν σκελετόν. σὺ δὲ, εἰ
3. μηδὲ τοιοῦτον μηδὲν εὐτύχησας θεάσασθαι, πίθηκον οὖν
4. ἀνατεμὼν, ἐπ’ αὐτοῦ κατανόησον ἕκαστον τῶν ὀστῶν ἀκριβῶς
5. ἀφελὼν τὰς σάρκας. ἔκλεξαι δὲ εἰς τοῦτο τῶν πιθήκων
6. τοὺς ὁμοιοτάτους ἀνθρώπῳ. τοιοῦτοι δ’ εἰσὶν, ὧν
7. οὔθ’ αἱ γένυες προμήκεις, οὔθ’ οἱ κυνόδοντες ὀνομαζόμενοι
8. μεγάλοι. τοῖς δὲ τοιούτοις πιθήκοις εὑρήσεις καὶ τἄλλα
9. μόρια παραπλησίως ἀνθρώποις διακείμενα, καὶ διὰ τοῦτο
10. βαδίζοντάς τε καὶ τρέχοντας αὐτοὺς ἐπὶ δυοῖν σκελοῖν. ὅσοι
11. δ’ ἐξ αὐτῶν ἐοίκασι τοῖς κυνοκεφάλοις, μακρορυγχότεροί τέ
12. εἰσι καὶ μεγάλους ἔχουσι τοὺς κυνόδοντας. οὗτοι καὶ μόλις
13. ἐπὶ δυοῖν ἵστανται κώλων ὄρθιοι· τοσοῦτον ἀπέχουσι τοῦ
14. περιπατεῖν ἢ τρέχειν. ἀπολείπονται οὖν βραχύ τι καὶ οἱ
15. μάλιστα ἐοικότες ἀνθρώπῳ πίθηκοι τῆς ἀκριβοῦς ὀρθότητος.
16. ἥ τε γὰρ τοῦ μηροῦ κεφαλὴ τῇ κατ’ ἰσχίον κοτύλῃ
17. λοξοτέρα πως ἐπερήρεισται, καὶ τῶν καθηκόντων εἰς τὴν κνήμην
1. μυῶν ἐπὶ πλέον ἔνιοι προέρχονται· κωλύει δ’ ἄμφω
2. ταῦτα καὶ παραβλάπτει τὴν ὀρθότητα, καθάπερ καὶ
3. οἱ πόδες αὐτοὶ, στενοτέρας μὲν ἔχοντες τὰς πτέρνας, ἐσχισμένους
4. δ’ ἀπ’ ἀλλήλων ἐπὶ πολὺ τοὺς δακτύλους. ἀλλὰ
5. σμικρὰ ταῦτά ἐστι, καὶ διὰ τοῦτο βραχὺ τῆς ὀρθότητος
6. ἀφαιρεῖται τὸν πίθηκον. ὅσοι δὲ ἐοίκασι τοῖς κυνοκεφάλοις
7. πίθηκοι, πλέον οὗτοι καὶ σαφὲς ἤδη τῆς ἀνθρώπων ἰδέας
8. ἀποκεχωρηκότες ἐναργῆ καὶ τὴν τῶν ὀστῶν ἀνομοιότητα
9. κέκτηνται. τῶν μὲν δὴ πιθήκων τοὺς ἀνθρωποειδεστάτους
10. ἐκλεγόμενος, ἐπ’ αὐτῶν καταμάνθανε τὴν τῶν ὀστῶν φύσιν
11. ἀκριβῶς ἐκ τῶν ἡμετέρων ἀναλεγόμενος γραμμάτων. εὐθὺς
12. γὰρ ὑπάρξει σοι καὶ τοῖς ὀνόμασιν αὐτῶν ἐθίζεσθαι, χρησίμοις
13. ἔσεσθαι μέλλουσι καὶ εἰς τὴν τῶν ἄλλων μορίων διδασκαλίαν
14. τῆς ἀνατομῆς. οὕτω δὲ κᾂν εἰ περιτύχοις πόθ’
15. ὕστερον ἀνθρωπίνῳ σκελετῷ, ῥαδίως ἅπαντα κατανοήσεις
16. τε καὶ μνημονεύσεις. εἰ δ’ ἀναγνώσει μόνῃ θαῤῥήσεις,
17. ἄνευ τοῦ προεθισθῆναι τῇ θέᾳ τῶν πιθηκείων ὀστῶν, οὐκ
18. ἂν οὔτε κατανοήσαις ἀκριβῶς ἀνθρώπου σκελετὸν ἐξαίφνης
1. ἰδὼν, οὔτε μνημονεύσαις. ἡ γάρ τοι τῶν αἰσθητῶν πραγμάτων
2. μνήμη συνεχοῦς ὁμιλίας δεῖται· καὶ διὰ τοῦτο καὶ
3. αὐτῶν τῶν ἀνθρώπων ἐκείνους τάχιστα γνωρίζομεν, οἷς
4. πολλάκις συνεγενόμεθα, τὸν δ’ ἅπαξ ἢ δὶς ὀφθέντα διὰ
5. χρόνου πλείονος θεασάμενοι πάλιν παρερχόμεθα, μήτε γνωρίζοντες
6. ὅλως, μήτε ἀναμιμνησκόμενοι τῆς ἔμπροσθεν θέας.
7. οὕτως οὖν οὐδ’ ἡ πολυθρύλλητος ἀνατομὴ ἡ κατὰ περίπτωσιν,
8. ἣν ἔνιοι τῶν ἰατρῶν πρεσβεύουσιν, ἱκανὴ διδάσκειν
9. ἐστὶ τῶν ὀφθέντων τὴν φύσιν. ὁρᾶσθαι γὰρ χρὴ πρότερον
10. ἐπὶ πολλῆς σχολῆς ἕκαστον τῶν μορίων, ἵν’ ἐξαίφνης ὀφθὲν
11. γνωρισθῇ, μάλιστα μὲν ἐπ’ ἀνθρώπων αὐτῶν· εἰ δὲ μὴ,
12. ἀλλ’ ἐπὶ ζώων παραπλησίων ἀνθρώπῳ. πολλῶν γοῦν ἐψιλώθη
13. μόρια τοῦ δέρματος, τινῶν δὲ καὶ τῆς σαρκὸς αὐτῆς ἐκ
14. τῶν ἐπιδημησάντων ἀνθράκων ἐν πολλαῖς τῶν ἐν Ἀσίᾳ πόλεων.
15. ἐγὼ δὲ ἐν τῇ πατρίδι κατ’ ἐκεῖνον ἔτι διέτριβον τὸν χρόνον,
16. ὑπὸ Σατύρῳ παιδευόμενος; ἐτὸς ἤδη τέταρτον ἐπιδημοῦντι
17. τῇ Περγάμῳ μετὰ Κοστουνίου Ῥουφίνου, κατασκευάζοντος
1. ἡμῖν τὸν νεὼν τοῦ Διὸς Ἀσκληπιοῦ· ἐτεθνήκει δ’ οὐ πρὸ
2. πολλοῦ Κόϊντος, ὁ διδάσκαλος τοῦ Σατύρου. ὅσοι μὲν οὖν
3. ἡμῶν ἐτεθέαντο, Σατύρου ἀνατέμνοντος τῶν ἐψιλωμένων τι
4. μορίων, ἑτοίμως τ’ ἐγνωρίζομεν αὐτὰ καὶ διηρθρωμένην
5. ἐποιούμεθα τὴν διάγνωσιν, ἐπιτάττοντες τοῖς κάμνουσι, κινεῖσθαί
6. τινα κίνησιν, ἣν ἠπιστάμεθα διὰ τοῦδέ τινος ἐπιτελεῖσθαι
7. μυὸς, ὀλίγον τι παραστέλλοντες καὶ παρατρέποντες
8. ἐνίοτε τοὺς μῦς ὑπὲρ τοῦ θεάσασθαι παρακειμένην
9. ἀρτηρίαν μεγάλην ἢ νεῦρον ἢ φλέβα. τοὺς δ’ ἄλλους
10. ἅπαντας ἑωρῶμεν οἷον τυφλοὺς ἀγνοοῦντάς τε τὰ γεγυμνωμένα
11. μόρια, καὶ πάσχοντας ἐξ ἀνάγκης δυοῖν θάτερον, ἢ
12. πολλὰ μέρη τῶν ἐψιλωμένων μυῶν ἐπαίροντάς τε καὶ παρατρέποντας,
13. ἐξ ὧν ἀνιαροὶ οἱ κάμνοντες ἐγίγνοντο, μάτην ἐνοχλοῦντας,
14. ἢ μηδὲ τὴν ἀρχὴν ἐπιχειροῦντας θέᾳ τοιαύτῃ· τὸ
15. μὲν γὰρ προστάξαι τῷ κάμνοντι τὴν προσήκουσαν κίνησιν
16. κινῆσαι τὸ μόριον οἱ ἐν ἔθει μᾶλλον ἠπίσταντο. ἔγνων
17. οὖν ἐναργῶς ἐκ τουτωνὶ τὴν τραυματικὴν θέαν τοῖς
1. μὲν ἤδη τι προδεδειγμένοις βεβαιοῦσαν ἃ μεμαθήκασι, τοῖς
2. δ’ οὐδὲν προεπισταμένοις ἀδυνατοῦσαν διδάσκειν τὸ πᾶν.
3. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον. ἁπάντων, ὡς ἔφην, τῶν
4. ὀστῶν κατανοῆσαι χρὴ τὴν φύσιν, εἴτ’ ἐπὶ ἀνθρώπου σώματι,
5. εἴτ’ ἐν πιθήκου, εἰ δυνηθείης, ἄμεινον δ’ ἐπ’
6. ἀμφοῖν, εἶθ’ ἑξῆς ἐπὶ τὴν τῶν μυῶν ἀνατομὴν ἐλθεῖν.
7. ὑποβέβληται γὰρ ἄμφω ταῦτα τὰ μόρια τοῖς ἄλλοις
8. ἅπασιν, οἷόν περ θεμέλια. μετὰ δὲ ταῦτα δυνήσῃ μανθάνειν
9. ὅ τι περ ἂν ἐθελήσαις πρῶτον, εἴτ’ οὖν ἀρτηρίας,
10. εἴτε φλέβας, εἴτε νεῦρα. ταῖς τούτων ἀνατομαῖς ὁμιλοῦντί
11. σοι καὶ ἡ τῆς τῶν σπλάγχνων φύσεως ἐπίγνωσις ἔσται.
12. εἶτα δὲ ἐντέρων τε καὶ πιμελῆς καὶ ἀδένων ὑπάρξει γνῶσις·
13. ἃ πάλιν αὐτὰ καθ’ ἑαυτὰ λεπτομερέστερον ἐπισκέπτεσθαι
14. προσήκει. γυμνάζεσθαι μὲν οὖν σε τῇδε τῇ τάξει
15. βέλτιον. ἄλλως δ’ ἐπιδεικνύντα παρασκευάσαι χρὴ τὸ προβληθὲν
16. ὑπ’ αὐτοῦ μόριον ὅτι τάχιστα γυμνῶσαί τε καὶ
17. δεῖξαι πολυειδέστερον, ἄλλοτε κατ’ ἄλλην ἐπιβολὴν, ὡς
18. διδάξω. παρεσκευάσθαι δ’ ἄμεινον, ὅταν ἀπορῇς πιθήκων,
1. τὰ τῶν ἄλλων ζώων διαιρεῖν σώματα, διοριζόμενον εὐθὺς,
2. ἐν οἷς διαλλάττει πιθήκου· δηλώσω γὰρ κᾀκεῖνα.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 1.2, ed. Kühn, 1821, vol. 2, p. 218-227. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩