3. Τὴν μὲν δὴ τῶν ὀστῶν ἐξήγησιν, ὡς ἔφην,
4. ἰδίᾳ πεποίημαι. καὶ χρὴ πρῶτον ἀναλεξάμενον ἐκεῖνο τὸ
5. βιβλίον, οὐ μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ τῶν ἐπ’ αὐτοῖς
6. ὀνομάτων τὴν μνήμην πρόχειρον ἔχειν, ὅπως μὴ νῦν
7. ἀναγκαζοίμην ἐγὼ τὸ παραπίπτον ἐντὸς λόγου διηγεῖσθαι.
8. γέγραπται δ’ οὐ πρὸ πολλοῦ καὶ ἡ τῶν μυῶν ἀνατομὴ
9. καθ’ ἑαυτὴν, ἀναγκασάντων μὲν τῶν ἑταίρων, ὅπως ἔχοιεν
10. ἀποδημοῦντες ὑπομνήματα· μάλιστα δέ με προὔτρεψαν
11. ἰδίᾳ γράψαι τὴν ἀνατομὴν ταύτην αὐτὴν καθ’ αὑτὴν,
12. ἐπειδὴ Λύκου τι σύγγραμμα νῦν ἡμῖν ἐκομίσθη, μικροῦ
13. δεῖν εἰς πεντακισχιλίους στίχους ἐκτεταμένον, ἐν τοῖς πλείστοις
14. αὐτῶν ἐσφαλμένον, ἄχρι καὶ τοῦ παραλελεῖφθαι μῦς
15. οὐκ ὀλίγους. ἀλλὰ τό γε ἡμέτερον, ἐν ᾧ τὴν ἀνατομὴν
16. αὐτὴν πεποιήμεθα, μεγέθει μὲν ὡς τρίτον ἐστὶν ἴσως ἐκείνου
17. μόριον, ἅπαντας δὲ τοὺς μῦς διδάσκει, μετὰ τοῦ καὶ
18. προσεπιμεμνῆσθαι τοῦ Λύκου, πολλῶν μὲν μυῶν ἐνεργείας
1. ἀγνοήσαντος, ἐνίας δ’ ὅλως παρελθόντος. ὑπάρχει μὲν δὴ
2. τῷ βουληθέντι κᾀξ ἐκείνου τοῦ βιβλίου γυμνάζεσθαι, πίθηκον
3. ἀνατέμνοντι. μαθήσεται δὲ κᾀντεῦθεν ἔτι δὴ καὶ
4. μᾶλλον, ὅπως ἐγχειρεῖν προσήκει τῇ καθ’ ἕκαστον μόριον
5. ἀνατομῇ τῶν μυῶν. ἔστω δὲ ἐπὶ νεκρῷ πρῶτον ἡ ἄσκησίς
6. σοι, πρὸς τὸ κατανοῆσαι τήν τε ἀρχὴν ἑκάστου μυὸς καὶ
7. τὴν τελευτὴν καὶ τὰς ἶνας, ἆρά γε κατὰ τὸ μῆκός εἰσιν
8. ἅπασαι τοῦ μυὸς ὁμοειδεῖς ἀλλήλαις, ἢ ποικιλώτερον σύγκεινται.
9. τινὰς μὲν γὰρ εὑρήσεις μῦς ἁπλῆν τὴν φύσιν ἔχοντας
10. τῶν ἰνῶν, ἐνίους δὲ διττὴν, ὡς ἐοικέναι μυσὶ πλείοσιν
11. ἐπιβεβλημένοις κατ’ ἀλλήλων, ἀλλὰ καὶ τῷ μήκει τὰς ἶνας
12. ἔμπαλιν ἐχούσας ἔχειν· ἃ σύμπαντά σοι χρήσιμα πρός τε
13. τὰς χειρουργίας ἔσται, ἔτι τε καὶ πρὸς τὴν τῶν ἐνεργειῶν
14. εὕρεσιν. ἔν τε γὰρ τῷ χειρουργεῖν ἀναγκαζόμεθα τέμνειν
15. ἐνίοτε καὶ τοὺς μῦς αὐτοὺς δι’ ἀποστήματα βύθια καὶ
16. ἀποσκήμματα καὶ σηπεδόνας· ἥ τ’ ἐνέργεια χρησιμωτάτη
17. γινώσκεσθαι, πρός τε τὸ προειδέναι κατὰ τὰ μεγάλα
1. τραύματα, καθ’ ἃ μῦς ὅλος ἐγκάρσιος διεκόπη, τὴν ἀπολλυμένην
2. ἐνέργειαν, ἣν ἀπόλλυσθαι προειπὼν ἀνέγκλητος
3. ἔση παρὰ τοῖς φιλαιτίοις ἀνθρώποις, εἰς τὴν ὑπὸ τῶν
4. ἰατρῶν γεγενημένην θεραπείαν εἰθισμένοις ἀναφέρειν τὴν
5. ἀπώλειαν αὐτῆς, οὐκ εἰς τὸ προγεγενημένον τραῦμα· καὶ
6. μὲν δὴ καὶ πρὸς τὴν ἐν ταῖς χειρουργίαις ἀκρίβειαν
7. ἀναγκαιότατον ἐπίστασθαι τὰς ἐνεργείας τῶν μυῶν.
8. ἐνίων μὲν γὰρ οὕτως ἐστὶ κύριον τοὖργον, ὡς ἄχρηστον
9. ὅλον γίνεσθαι τὸ μόριον, εἰ στερηθείη τῆς ἐνεργείας αὐτοῦ,
10. ἔνιοι δὲ ἀκύρων ἐνεργειῶν ἐξηγοῦνται. κάλλιον μὲν οὖν ἐστι
11. τὸν προεπιστάμενον ταῦτα, τοὺς μὲν εὐλαβῶς, τοὺς δ’
12. ἀφειδῶς τέμνειν. κάλλιον δὲ καὶ κατὰ τὰς ἶνας αὐτῶν
13. ποιεῖσθαι τὴν διαίρεσιν· αἱ γὰρ ὡς πρὸς ταύτην ἐγκάρσιαι
14. τομαὶ παραλύουσι τὴν ἐνέργειαν· ἐγκαρσίαν δὲ τομὴν καλῶ
15. τὴν κατ’ ὀρθὰς γωνίας γινομένην. ἀναγκαῖόν γε μὴν ἔστιν
16. ὅτε καὶ προσεπιδιαιρεῖν ἔνια μόρια τῶν διηκούσας εἰς βάθος
17. ἐχόντων στενὰς τρώσεις, ἄλλοτε δι’ ἄλλας χρείας. καὶ
18. γὰρ τῷ νενύχθαι τινὰ, καὶ μάλιστα κατὰ τὴν κεφαλὴν τὴν
1. τοῦ τένοντος ἢ τὴν ἔκφυσιν, καὶ τῷ στενὴν ὅλην εἶναι τὴν
2. τρῶσιν, ὡς κινδυνεύειν, τῶν ἐπιπολῆς κολληθέντων, ἀκόλλητα
3. μεῖναι τὰ διὰ βάθους. ἔστι δ’ ὅτε καὶ δι’ ὑπόῤῥυσιν
4. ἐπὶ τὸ τέμνειν τοὺς μῦς ἀφικνούμεθα. καὶ μὲν δὴ καὶ
5. διὰ τὰ σχήματα πολλάκις, ἐν οἷς ἐτρώθησαν, ἡ κατὰ βάθος
6. ἀφανίζεταί τε καὶ κατακρύπτεται διαίρεσις. ἀνατεταμένου
7. γὰρ, εἰ τύχοι, τοῦ βραχίονος εἰ γενηθείη τρῶσις, ἀδύνατον
8. μὲν δήπου παρ’ ὅλην τὴν θεραπείαν οὕτως ἐσχηματίσθαι
9. τὸν ἄνθρωπον· αἱρεῖσθαι γὰρ χρὴ τηνικαῦτα τὸ πάντων
10. σχημάτων ἀνοδυνώτατον. ἐν δὲ τῷ μεταβάλλεσθαι τὸ κατὰ
11. τὴν τρῶσιν σχῆμα πρὸς τὸ νῦν ἐπιτήδειον ἡ ἐν τῷ βάθει
12. διαίρεσις ἀφανὴς ἔσθ’ ὅτε γίνεται καὶ κατακρύπτεται τελέως,
13. ὡς μήτε φάρμακον εἰς ταύτην τίθεσθαι, μήτε τοὺς
14. ἰχῶρας ἐκρεῖν. ἀνατέμνειν οὖν ἐπὶ τῶν τοιούτων ἀναγκαῖον,
15. εἴτε κατὰ πλάτος ἄγειν, εἴτε κολλᾷν ἐθέλοις τὸ τραῦμα·
16. κᾀν τούτῳ τῷ ἔργῳ πάντων ἀναγκαιότατόν ἐστι τήν τε τῶν
17. ἰνῶν θέσιν ἐπίστασθαι καὶ τὰς ἐνεργείας τῶν μυῶν. ἐπιμελῶς
18. δὲ χρὴ πάντα πράττειν τὸν γυμναζόμενον ἐν ταῖς
1. ἀνατομαῖς, ἄχρι τοῦ καὶ ἀποδέρειν αὐτόν. εὐθὺς οὖν ὀκτὼ
2. μῦς ἠγνόησαν οἱ πρὸ ἐμοῦ, πιστεύσαντες ἄλλοις ἐκδέρειν
3. τοὺς πιθήκους, ὥσπερ κᾀγὼ κατ’ ἀρχάς. εἰσὶ δὲ τῶν ὀκτὼ
4. τούτων μυῶν δύο μὲν εἰς τὰς τῶν γνάθων κινήσεις τῇ φύσει
5. παρεσκευασμένοι, δύο δὲ ἄλλοι προσάγοντες ταῖς πλευραῖς
6. τοὺς βραχίονας. τούτους μὲν οὖν ὅλους ἠγνόησαν.
7. ἄλλων δὲ τεττάρων μυῶν τήν τε χρείαν καὶ τοὺς τένοντας
8. προηγνόησαν. ἅπαντες μὲν γὰρ εἰς τένοντας τελευτῶσι
9. στρογγύλους ἀκριβῶς, ἐξαπλωθέντες δ’ οὗτοι εἰς
10. πλάτος τελευτῶσι καὶ λεπτότητα τοιαύτην, ὡς ὑμένα δοκεῖν
11. εἶναι. τῷ μὲν ἴχνει τοῦ ποδὸς ὃ κατὰ τὸ μόριον τοῦτο,
12. τῷ ψιλῷ δὲ τῆς χειρὸς ἔνδον ὁ κατὰ τοῦτο τένων ὑποφύεται.
13. ἀπεφῄναντο δ’ ὑπὲρ αὐτῶν οἱ ἀνατομικοὶ πάντες, ὡς
14. οἱ μὲν ἐν ταῖς χερσὶ κάμπτοιεν τοὺς δακτύλους, οἱ δ’ ἐν
15. τῇ κνήμῃ τὴν πτέρναν ἀπάγοιεν ὀπίσω· καὶ τοῦτ’ ἔπαθον
16. εὐλόγως. ἐπὶ μὲν γὰρ τῶν ποδῶν οὐδὲ τὴν ἀρχήν ἐστί τις
17. εἶς μῦς ἀποτεταγμένος ἰδίᾳ τὴν φύσιν πρὸς τὴν τούτου
18. τοῦ τένοντος γένεσιν, ἀλλ’ ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν
1. διμεροῦς ὑπάρχοντος, ἡ μία μοῖρα τὸν εἰρημένον ἀποφύει
2. τένοντα. κατὰ δὲ τὰς χεῖρας ἐναργὴς μὲν ἡ γένεσις
3. τοῦ τένοντός ἐστιν, ἀλλ’ ἐν τῷ δέρεσθαι τὸ ζῶον ἀποσπᾶται,
4. μηκέτι συναποδέρεσθαι δυναμένου τοῦ κατὰ τὸ ψιλὸν
5. τῆς χειρός. εὑρίσκοντες οὖν τὸν τένοντα σαφῶς ἐκφυόμενον
6. ἐκ τοῦ μυὸς, εἶθ’ ὁρῶντες ἀπεσπασμένον αὐτοῦ τὸ κάτω
7. πέρας, ἐπὶ τὸ συλλογίζεσθαι μᾶλλον ἢ ἀνατέμνειν ἐπιμελῶς
8. ἀφίκοντο, νομίσαντες καὶ τοῦτον ἕνεκα τοῦ κάμπτειν
9. τοὺς δακτύλους, ὥσπερ καὶ τοὺς ὑποκειμένους αὐτῷ, γεγονέναι.
10. πολλὰ τοιαῦτα καθ’ ὅλον τὸ ζῶον ὠλιγωρημένα
11. τοῖς ἀνατομικοῖς ἐστιν εὑρημένα, ὀκνήσασι μὲν ἀκριβῶς ἀνατέμνειν,
12. ἀποφῃναμένοις δὲ τῶν δοξάντων ἑαυτοῖς τὸ πιθανώτατον.
13. ὥστε οὐδὲ θαυμάζειν χρὴ τὸ πλῆθος τῶν
14. ἀγνοηθέντων αὐτοῖς, ἔτι περιόντος τοῦ ζώου. ὅπου γὰρ, ἃ
15. θεάσασθαι χρὴ μόνον ἐπιμελῶς ἀνατεμόντα, παρέλιπον
16. ὀλιγωρήσαντες, ἦπού γ’ ἐπετηδεύσαντ’ ἄν ποτ’ αὐτοὶ
17. τέμνειν ἢ βρόχους περιβαλεῖν μορίοις ἔτι ζῶντος τοῦ ζώου
18. χάριν τοῦ μαθεῖν, ἥτις ἐνέργεια βλάπτεται; κατ’ ἀρχὰς
1. μὲν οὖν κᾀμοὶ τῶν ὑπηρετῶν τις ἐξέδερε τοὺς πιθήκους,
2. ὀκνοῦντι δηλονότι καὶ μικρότερον ἢ κατ’ ἐμὲ νομίζοντι
3. τοὖργον. ἐπεὶ δ’ εὗρόν ποτε κατὰ τὴν μασχάλην ἐποχουμένην
4. τε ἅμα καὶ συνημμένην κατά τι τοῖς ἐνταῦθα μυσὶ
5. σάρκα μικρὰν, οὐδενὶ δὲ προσάπτειν αὐτὴν ἐκείνων εὐπόρουν,
6. ἔδοξε δή μοι κάλλιον εἶναι πίθηκον ἕτερον ἀκριβῶς ἐκδεῖραι.
7. καὶ λαβὼν αὐτὸν ἐν ὕδατι πεπνιγμένον οὕτως, ὡς
8. εἴωθα πράττειν ὑπὲρ τοῦ μηδὲν θλασθῆναι τῶν ἐν τῷ
9. τραχήλῳ μορίων, ἐπειρώμην ἀποδέρειν τὸ δέρμα μόνον ἐπιπολῆς
10. αὐτὸ καθ’ ἑαυτὸ, μηδενὸς τῶν ὑποκειμένων ἁπτόμενος.
11. εὑρέθη τοίνυν ἐπιτεταμένος ὅλαις ταῖς πλευραῖς μῦς
12. λεπτὸς ὑμενώδης, τὴν κάτωθεν ἀρχὴν ἔχων ὑποτεταμένην
13. ἅπαντι τῷ κατὰ τοὺς λαγόνας δέρματι. συνεχὴς δ’ ἦν ὁ
14. μῦς οὗτος τῷ περιβλήματι τῶν κατ’ ὀσφὺν ῥαχιτῶν, ὅπερ
15. ὀστοῦ τῆς ῥάχεως ἐκπέφυκε συνδέσμου φύσιν ἔχον. ὀνομάζω
16. δ’ οὕτω τὰ τῶν ὀστῶν ἐκφυόμενα πάντα, καθάπερ τά τ’
17. ἐξ ἐγκεφάλου καὶ νωτιαίου νεῦρα καὶ τὰς ἀπονευρώσεις δὲ
18. τῶν μυῶν τένοντας καλῶ. ἐπεὶ δ’ ἅπαξ εὗρον τὸν μῦν
1. τοῦτον, εἰρήσεται γὰρ ἡ φύσις αὐτοῦ πᾶσα κατὰ τὴν οἰκείαν
2. τάξιν, ἔτι δὴ καὶ μᾶλλον ὥρμησα πᾶν αὐτὸς ἐκδεῖραι
3. τοῦ ζώου τὸ δέρμα. τοὐντεῦθεν οὖν εὗρον, ὅσους
4. ὀλίγον ἔμπροσθεν εἶπον μῦς, οὐ σμικρῶν ἕνεκα χρειῶν
5. καὶ ὑπὸ τῆς φύσεως γεγενημένους, ὦν πρώτους διηγήσομαι
6. τοὺς ὑποτεταγμένους τῷ ψιλῷ καὶ ἀτρίχῳ τῆς ἄκρας χειρὸς,
7. ὅπερ ἔνδον αὐτῆς ἐστιν, ἐπειδὴ περὶ πρώτης ἄμεινον εἷναί
8. μοι δοκεῖ ποιήσασθαι τὴν διδασκαλίαν ὅλης τῆς χειρὸς,
9. ἑπομένῳ τῇ τάξει τῶν γεγραμμένων ὑπ’ ἐμοῦ περὶ χρείας
10. μορίων ιζ βιβλίων. αἱ μὲν γὰρ ἔμπροσθεν ἐγχειρήσεις ἀνατομικαὶ
11. διὰ δυοῖν ὑπομνημάτων ἐγεγόνεισαν, ἔχουσαι τάξιν
12. τὴν αὐτὴν τῇ Μαρίνου, καὶ μέμνημαί γ’ ἐκείνων ἐν τῇ
13. περὶ χρείας μορίων πραγματείᾳ. νῦν δὲ ὕστερον ἐπὶ ταύτην
14. ἀφῖγμαι, συχνοῦ τοῦ μεταξὺ χρόνου γεγονότος, ἐν ᾧ
15. παντὶ περὶ τὰς ἀνατομὰς προσέσχον, ὡς προσεξευρῆσθαί
16. μοί τινα λεπτομερέστερον ἐξειργασμένα, καὶ μάλιστα τῶν ἐν
17. ἀρχῇ τῆς πραγματείας ἐκείνης εἰρημένων. ἠγνόουν γὰρ ἔτι
18. τοὺς ἐν ἄκροις τοῖς κώλοις μῦς τοὺς μικροὺς, ὅσοι συγκάμπτουσι
1. τὴν πρώτην διάρθρωσιν ἑκάστου τῶν δακτύλων,
2. ᾤμην τε, διὰ μόνου τοῦ περιλαμβάνοντος ἔξωθεν ὑμενώδους
3. συνδέσμου τοῦ εἰς τὴν ἐσχάτην αὐτῶν φάλαγγα καθήκοντος
4. τένοντος τὴν ἐνέργειαν ἐπιτελεῖσθαι ταύτην. ᾤμην δὲ καὶ,
5. τοὺς εἰς τὰ πλάγια κινοῦντας ἕκαστον τῶν δακτύλων τένοντας
6. ἀνάλογον ἔχειν τοῖς ἐκτείνουσί τε καὶ κάμπτουσιν αὐτοὺς,
7. ὡς καταφύεσθαι μόνοις τοῖς κατὰ τὰς διαρθρώσεις μέρεσι τῶν
8. ὀστῶν. εἶχε δ’ οὐχ οὕτω τἀληθές. ἐκτείνονται γὰρ ἄχρι τοῦ
9. πέρατος ἕκαστος ἑκάστου δακτύλου μικρὰς καὶ ἀραχνοειδεῖς
10. αὑτῶν ἶνας ἀναφύοντες ἐς τὰ μετὰ τὰς διαρθρώσεις
11. ὀστᾶ. ἐν ἄκρᾳ μὲν οὖν χειρὶ καὶ ποδὶ ταῦθ’ ἡμῖν
12. εὑρέθη· κατὰ δὲ τὴν ὑπόλοιπον ἅπασαν πραγματείαν οὐκ
13. ὀλίγα τοιαῦθ’ ἕτερα, περὶ ὧν εἰρήσεται κατὰ τὸν οἰκεῖον καιρόν.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 1.3, ed. Kühn, 1821, vol. 2, p. 227-235. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩