14. Ἐπεὶ δὲ πολλάκις ἐναντία δόξω λέγειν
15. τῶν ἀνατομικῶν ἀνδρῶν τοῖς ἀρίστοις, ἄμεινον εἶναί μοι δοκεῖ
16. καὶ περὶ τοῦδε βραχέα προειπεῖν, οὐκ ἀπ’ ἐμοῦ πρώτου
17. κατὰ τὰς ἀνατομὰς ἤρξατο διαφωνεῖσθαι τοῖς ἰατροῖς,
1. ἀλλ’ ἐκ παλαιοῦ τοῦθ’ ὑπῆρξεν αὐτοῖς διὰ διττὴν αἰτίαν,
2. ὅτι τε ψευδῶς ἔγραψαν ἔνιοι, καὶ ὅτι διαφόροις ἐχρήσαντο
3. τοῖς τρόποις τῆς διδασκαλίας, δι’ οὓς οἱ μὴ διαφερόμενοι
4. πρὸς ἀλλήλους, ὅσον ἐπ’ αὐτῇ τῶν ἑωραμένων τῇ γνώσει,
5. φαντασίαν διαφωνίας ἐκπέμπουσι τοῖς ἀναγινώσκουσι μὲν
6. αὐτῶν τὰ βιβλία, μηδεπώποτε δὲ ἑωρακόσι μηδὲν τῶν ἐξ
7. ἀνατομῆς φαινομένων. εἴρηται μὲν οὖν ἐπιπλέον ὑπέρ τῶν
8. τοιούτων ἁπάντων ἐν τῷ προτέρῳ τῆς ἀνατομικῆς διαφωνίας·
9. εἰρήσεται δὲ καὶ νῦν ἐπὶ βραχὺ τοσοῦτο μόνον, ὅσον
10. εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, ἀρχὴν τῷ λόγῳ ᾧδε θεμένοις.
11. ἐνίοις μὲν ἔδοξε τῶν ἀνατομικῶν, ὁπόσας ἂν ἔχῃ
12. κεφαλὰς ὁ μῦς, τοσούτους εἶναι τὸν ἀριθμὸν αὐτούς. ἕτεροι
13. δὲ τινες οὐ ταῖς κεφαλαῖς προσέχειν ἀξιοῦσι τὸν νοῦν, ἀλλὰ
14. ταῖς τελευταῖς μετὰ τοῦ σκοπεῖσθαι τὸ μέγεθος αὐτῶν.
15. εἴτε γὰρ αἱ πολλαὶ κεφαλαὶ συνελθοῦσαι ταχέως ἀλλήλαις
16. ἐργάσαιντο περιγραφὴν μυὸς ἑνὸς, οὐ χρῆναι τοῦτον τὸν μῦν
17. τοσούτους εἶναι νομίζειν φασὶν, ὅσος ὁ ἀριθμός ἐστι τῶν
18. κεφαλῶν· εἴθ’ αἱ τελευταὶ πλείους οὖσαι κίνησιν ἔχοιεν
1. ὁμοειδῆ, βέλτιον εἶναί φασιν ἕνα τίθεσθαι τὸν μῦν τοῦτον·
2. εἰ δὲ καὶ διαλύειν αὐτὸν εἰς πλείονα μόρια κατ’ εὐθυωρίαν
3. ἕκαστον αὐτῶν ἀδύνατον εἴη, πολὺ δὴ μᾶλλον ἕνα
4. χρῆναί φασι τὸν μῦν ὑπολαμβάνειν. τοιοῦτο γοῦν τι καὶ
5. τῷ κατὰ μέσον τὸν πῆχυν ἔξωθεν ὑπάρχει μυΐ. συνεχὴς
6. γὰρ ὢν ἑαυτοῦ καὶ εἰς ἀκριβῶς, σχίζεται κατὰ τὸν καρπὸν
7. εἰς τεττάρων τενόντων ἀποφύσεις, ὁμοειδῆ κίνησιν ἐχόντων,
8. εἴγ’ ἐκτείνειν ἕκαστος αὐτῶν πέφυκε τὸν καθ’ ἑαυτὸν δάκτυλον.
9. εἰκότως τοιγαροῦν ἅπαντες οἱ ἀνατομικοὶ τὸν μῦν
10. τοῦτον ἕνα φασὶν εἶναι, μὴ προσέχοντες τῷ πλήθει τῶν
11. τενόντων, εἰς οὓς τελευτᾷ. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐοίκασι
12. καὶ τὸν παρακείμενον αὐτῷ μῦν, ὃς τοὺς μικροὺς
13. δακτύλους τὴν λοξὴν κίνησιν κινεῖ, νομίξειν ἕνα, κᾂν ὅτι
14. μάλιστα δύο ἔχῃ κατὰ τὴν τελευτὴν ἑαυτοῦ τένοντας·
15. ἔσφιγκται γὰρ αὐτὸ τὸ τῶν τενόντων ὑπερκείμενον ἅπαν
16. σῶμα περιγραφὴν ἑνὸς ἔχον μυός. ὡς εἴ γε ἦν, ὥσπερ τοῖς
17. τένουσιν, οὕτω καὶ τοῖς ὑπερκειμένοις αὐτῶν μυσὶν ἡ περιγραφὴ
1. διττὴ, πάντως ἄν που δύο μῦς ἔθεντο τοὺς ἡγουμένους
2. τῆς εἰς τὸ πλάγιον κινήσεως τοῖς μικροῖς δακτύλοις.
3. ἀμέλει τὸν τὴν αὐτὴν κίνησιν κινοῦντα τῶν ὑπολοίπων τριῶν
4. δακτύλων οὐχὶ ἕνα τίθενται. καίτοι γε, εἴπερ ἱκανὸν αὐτοῖς
5. ἐδόκει γνώρισμα τὸ τῶν κινήσεων ὁμοειδὲς εἰς πίστιν τοῦ
6. τὸν μῦν ὑπάρχειν ἕνα, πάντως που, καθάπερ τὸν ἐκτείνοντα
7. τοὺς τέσσαρας δακτύλους ἕνα τίθενται ἅπαντες, οὕτω καὶ
8. τοὺς ἐξηγουμένους τῆς εἰς τὸ πλάγιον αὐτῶν κινήσεως οὐ
9. δύο μῦς ἠρίθμουν, ἀλλ’ ἕνα. καὶ μὲν δὴ καὶ ὅταν ἔχῃ κεφαλὰς
10. ὁ μῦς πλείους ἐς ταὐτὸν ἀλλήλαις οὐ μετὰ πολὺ τῆς
11. ἀρχῆς ἰούσας εἰς ἕνωσιν μυὸς ἰδίαν ἔχοντος περιγραφὴν,
12. οὐδ’ ἐνταῦθα προσέχουσι τῷ πλήθει τῶν κεφαλῶν. οὕτω
13. γοῦν τὸν πρόσθιον πρὸς τῷ βραχίονι μῦν ἐκ δυοῖν ἀρχόμενον
14. κεφαλῶν ἕνα τέθεινται πάντες, ὅτι καὶ τὴν τελευτὴν
15. μίαν ἔχει, καὶ κίνησιν ἐξ ἀνάγκης ἐπ’ αὐτῇ μίαν, ὅλην
16. θ’ ὡσαύτως τὴν περιγραφὴν μίαν. οὐ μὴν τούς γε τὴν
17. γαστροκνημίαν ἐργαζομένους ἕνα τίθενται, καίτοι δι’ ἑνὸς
18. τένοντος ὑπολαμβάνοντες ἐμφύεσθαι τῇ πτέρνῃ, διότι μέχρι
1. πλείστου προήκουσιν αὐτῶν αἱ κεφαλαὶ, πρὶν ἐς ταὐτὸν ἀλλήλοις
2. ἐλθεῖν. εἴπερ οὖν ὀρθῶς τίθενται, πολλάκις οὐκ
3. ὀρθῇ διδασκαλίᾳ χρώμενοι περὶ μυῶν ἑτέρων, οὐ μὴν εὐθύς
4. γε τούτου χάριν ἀγνοεῖν τις αὐτοὺς ἐρεῖ τοὺς μῦς, ὑπὲρ ὧν
5. διηγοῦνται· οὐ μὴν οὐδὲ τὸν ἀμείνονι τρόπῳ διδασκαλίας
6. χρησάμενον ἐκ μόνου τούτου διαφωνεῖν τοῖς ἄλλοις ὑπολήψεται.
7. δύο γοῦν ἐφεξῆς ἐρῶ τρόπους διδασκαλίας ἐφ’
8. ἑνὶ πράγματι, φαντασίαν μὲν ἔχοντας οὐ σμικρὰν διαφωνίας,
9. οὐ μὴν κατ’ ἀλήθειάν γε διαφερομένους μεγάλως. λεγέσθω
10. δὲ πρότερον ὁ ἕτερος αὐτῶν ᾧδε. τοὺς μείζονας τοὺς τρεῖς
11. δακτύλους, τόν τ’ ἀντίχειρα καλούμενον καὶ τὸν λιχανὸν
12. καὶ τὸν μέσον, εἷς κινεῖ μῦς τὰς εἰς τὸ πλάγιον κινήσεις,
13. ὡς ἐπὶ τὸν τοῦ μικροῦ δακτύλου τόπον, ἐκφυόμενος μὲν ἐξ
14. ἅπαντος τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ, τρεῖς δὲ ἀποφύων
15. ἑαυτοῦ τένοντας πλησίον τοῦ καρποῦ, δι’ ὧν εἰς τὰ πλάγια
16. μέρη τῶν δακτύλων ἐμφύντων ἡ λοξὴ κίνησις αὐτῶν γίγνεται.
17. οὗτος μὲν ὁ πρότερος τρόπος τῆς διδασκαλίας· ἕτερος
18. δὲ ἐπ’ αὐτῷ δεύτερος ὅδε. δύο μύες ἡγοῦνται τῆς εἰς τὰ
19. πλάγια κινήσεως τῶν εἰρημένων τριῶν δακτύλων, ἔξωθεν
1. ἐπικείμενοι τῷ πήχει. καταφύεται δ’ αὐτῶν ὁ μὲν ἕτερος
2. εἴς τε τὸν μέσον καὶ τὸν λιχανὸν δικρόῳ τένοντι παραπεφυκὼς
3. ἄχρι πλείστου τῷ τοῦ πήχεως ὀστῷ· ὁ δὲ δεύτερος
4. ἑνὶ τένοντι καταφύων, καθάπερ οὖν καὶ αὐτὸς εἷς ἐστι,
5. τὸν ἀντίχειρα καλούμενον δάκτυλον ὡς ἐπὶ τὸν λιχανὸν
6. ἄγει, τὴν μὲν κεφαλὴν ἔχων ἐν τοῖς ἄνω μέρεσι τοῦ πήχεως
7. ἐγγὺς τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, εἰς τένοντα δὲ
8. οὐ μετὰ πολὺ τελευτῶν, ὅστις τένων παραπέφυκε τῷ προειρημένῳ
9. μυῒ τῷ τοὺς δύο δακτύλους κινοῦντι, τόν τε μέσον
10. καὶ τὸν λιχανόν. αὕτη μέν σοι καὶ ἡ δευτέρα διδασκαλία.
11. διαφέρουσι δ’ ἀλλήλων οὐκ αὐτοῖς τοῖς πράγμασι τοσοῦτον,
12. ὑπὲρ ὧν ποιοῦνται τὴν διήγησιν, ὅσον, ὡς εἴρηται, τῷ τρόπῳ
13. τῆς διδασκαλίας. ἀκριβέστερος γάρ πώς ἐστιν ὁ ἕτερος ὁ
14. δύο μῦς εἶναι λέγων αὐτοὺς, ἐπειδὴ φαίνεται περιγραφὴν
15. ἰδίαν ἔχων ὁ τὸν ἀντίχειρα κινῶν μῦς. οὐ μὴν οὐδ’ ἡ
16. προτέρα διδασκαλία παντάπασιν ἀπόβλητος, ἐπειδὴ κοινωνοῦσί
17. πως ἀλλήλοις οἱ μύες καὶ παράκεινται συμφυόμενοι
18. διὰ λεπτῶν ἰνῶν. ἔτι δὲ μᾶλλον ἐπὶ τοῦ τὸν μέγαν δάκτυλον
19. καὶ τὸν καρπὸν κινοῦντος τένοντος ὁ τρόπος τῆς διδασκαλίας
1. φαντασίαν παρέξει διαφωνίας ψευδοῦς. ἔνεστι γὰρ κᾀκεῖ
2. λέγειν, ἕνα τὸν μῦν εἶναι τοῦτον, ὥσπερ οὖν εἴρηται πρὸς
3. τῶν ἀνατομικῶν, ὅτι φαίνεται καὶ κεφαλὴν ἔχων μίαν καὶ
4. περιγραφήν· ὅτι περ ἂν ἐν τῷ τῆς κερκίδος πέρατι τῷ
5. πρὸς καρπῷ τοὺς δύο γεννήσει τένοντας. ἀλλά τοι καὶ
6. τοῦτον ἄμεινον λέγειν, ὅτῳ γε ἀκριβοῦς διδασκαλίας φροντὶς,
7. οὐχ ἕνα μῦν ὑπάρχειν, ἀλλὰ δύο, κᾂν ὅτι μάλιστα
8. συμπεφυκότες ἀλλήλων ᾦσιν ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς εἰς
9. τοὺς τένοντας σχίσεως. ὅτι τε γὰρ ὅλως χωρίζονται, προσηκόντως
10. αὐτοὺς διακρίνοντός τινος, ὅτι τε διαφέροντα κατ’
11. εἶδος μόρια κινοῦσιν, εὔλογον αὐτοὺς ὑπάρχειν δύο. κινεῖ
12. γὰρ ὁ μὲν ἕτερος τῶν τενόντων τὸν μέγαν δάκτυλον, ὁ δὲ
13. ἕτερος τὸν καρπὸν, ὁμοειδῆ μὲν τὴν κίνησιν, οὐ μὴν ὁμοειδῆ
14. γε τὰ μόρια. ὅτι δὲ τῇ διαφορᾷ τῶν κινήσεων μᾶλλον ἢ
15. ταῖς ἄνωθεν ἀρχαῖς εἰώθασι διακρίνειν ἀλλήλους τοὺς μῦς,
16. ἐναργῶς ἀπεδείξαντο, δύο εἰπόντες εἶναι μῦς, οὐχ
17. ἕνα, τοὺς κάμπτοντας ἅπαντας τοὺς δακτύλους, καίτοι καὶ
18. ἡ κίνησις αὐτῶν ἐγγύς πώς ἐστιν ὁμοειδὴς, καὶ ἄνωθεν
1. ἀρχὴ μία. ἀλλ’ ὅτι τὸ μὲν δεύτερον ἄρθρον ἡ ἑτέρα κεφαλὴ
2. τῶν τενόντων, ἡ δὲ ἑτέρα τὸν πρῶτόν τε καὶ τρίτον
3. κάμπτει, διὰ τοῦτο εἶναι δύο φασὶ τοὺς μῦς, ἡνωμένους
4. ἀκριβῶς ἀλλήλοις δι’ ὅλου τοῦ πήχεως, πρὶν εἰς τὰς τῶν
5. τενόντων τελευτῆσαι ῥίζας· ἀλλὰ ταύτας γε προσέσχον
6. οὔσας δύο καὶ τῇ τῶν κινήσεων διαφορᾷ. ἡ μὲν οὖν ἀκριβεστάτη
7. διδασκαλία τούτους ἔχει τοὺς σκοπούς. οὐ μὴν
8. ἐγκαλεῖν γε χρὴ τοῖς ἑτέρως διδάσκουσιν, ὅταν ὀλίγον αὐτῆς
9. ἀπολείπωνται. τοὐναντίον γὰρ ἄμεινον πράττειν ἐστὶν, ἐπειδὰν
10. ὑπὸ πολλῶν ἀνδρῶν ἐνδόξων εὕρωμέν τι γεγραμμένον,
11. οὐ πολὺ τῆς ἀρίστης ἀπολειπόμενον διδασκαλίας, χρήσασθαι
12. κᾀκείνῳ τὴν πρώτην, ἕνεκα τοῦ μὴ ταράξαι τοὺς ἀκούοντας,
13. εἰς φαντασίαν ἄγοντας διαφωνίας. ἀκριβολογεῖσθαι δὲ βουλόμενος,
14. ἤτοι τὴν ἔνδοξον εἰπὼν διδασκαλίαν, ἐφεξῆς τῷ
15. λόγῳ προσθήσεις, ὡς ἄμεινον, εἴ τις δύο τούτους, εἰ τύχοι,
16. τοὺς μῦς ὑπολαμβάνει διὰ τὴν αἰτίαν, ἢ τὴν ἀρίστην εἰπὼν
17. ἐφεξῆς αὖ πάλιν προσθήσεις, ὡς ἐγχωρεῖ τοὺς δύο τούτους
1. μῦς ἕνα τίθεσθαι διὰ τὴν ἄχρι πλείστου σύμφυσιν. ταυτὶ
2. μὲν οὖν ἄμεινόν ἐστι περὶ πάντων τῶν μυῶν ἐν ἀρχῇ προειρῆσθαι.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 1.4, ed. Kühn, 1821, vol. 2, p. 235-243. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩