Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 2.10, ed. Kühn, 1821, vol. 2, p. 328-334. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:2.10

13. Ἀλλὰ χρή σε, καθάπερ ἐπὶ τῆς χειρὸς
14. ἐπεσκέψω τοὺς συνδέσμους τῶν ὀστῶν, οὕτω καὶ νῦν ἐπισκέψασθαι
15. πασῶν τῶν γεγυμνωμένων διαρθρώσεων, πρώτης
16. μὲν τῆς κατ’ ἰσχίον, ἐχούσης ἕνα μὲν ἐν κύκλῳ σύνδεσμον,
17. ἁπάντων τῶν ἄρθρων κοινὸν, (οὐδὲν γάρ ἐστιν, ὅτῳ μὴ
1. περιβέβληται τοιοῦτος σύνδεσμος,) ἕτερον δὲ τὸν διὰ τοῦ
2. βάθους ἐν τῇ διαρθρώσει κατακεκρυμμένον, ὃς συνάπτει τὴν
3. κεφαλὴν τοῦ μηροῦ τῇ κατ’ ἰσχίον κοιλότητι, πάνυ σκληρὸς
4. ὢν, ὡς ἤδη δύνασθαι λέγεσθαι νεῦρον χονδρῶδες. καὶ μέντοι
5. τοῦ περικειμένου κατὰ κύκλον ὅλῃ τῇ διαρθρώσει συνδέσμου
6. κατασκέπτου τὰ μόρια πρὸς τὸ γινώσκειν, εἴτ’ ἐστὶν
7. ὁμότονα πάντα κατὰ τὸ πάχος καὶ τὴν ῥώμην, εἴτε πλεονεκτικὰ
8. τὰ ἕτερα τῶν ἑτέρων. οὕτω δὲ κᾀπὶ τῆς κατὰ γόνυ
9. διαρθρώσεως ποιήσεις, καὶ προσέτι τῶν κατὰ τὸν πόδα,
10. διατείνων εἰς πᾶν μέρος ὁμοίως τὸν σύνδεσμον· εἰ γὰρ
11. ἐάσῃς τὸ μέν τι μέρος αὐτοῦ συνδραμεῖν εἰς ἑαυτὸ, δ’
12. ἔτι τείνων τοῖς σεαυτοῦ δακτύλοις πλατύνῃς, ἀῤῥωστότερόν
13. σοι φανεῖται τὸ πλατυνθὲν τοῦ συνδραμόντος. ἐν μὲν οὖν
14. ταύταις ταῖς διαρθρώσεσιν οὐδεμίαν εὑρήσεις μεγάλην ὑπεροχὴν
15. τῶν μερῶν τοῦ περιέχοντος αὐτὰς συνδέσμου, κατὰ δὲ
16. τὸν πόδα φανοῦνταί τινες, ὡς ἐροῦμεν. ἀλλ’ ἥ γε κατὰ
17. γόνυ διάρθρωσις ἔχει καὶ ἄλλους συνδέσμους πλείονας, ἕνα
18. μὲν τὸν διὰ τοῦ βάθους ἀνάλογον τῷ κατ’ ἰσχίον ἐν τῇ
19. διαρθρώσει κατακεκρυμμένῳ· ἔστι δέ πως ἐν τοῖς κατὰ τὸν
1. μηρὸν μέρεσι διφυής· ἑτέρους δὲ δύο ἐν τοῖς πλαγίοις, ὧν
2. ὁ μὲν ἔξωθεν, οὗ καὶ ἔμπροσθεν ἐμνημόνευσα διηγούμενος
3. τὸν παραλελειμμένον τοῖς ἀνατομικοῖς μῦν ἐν ἰγνύϊ, συνδεῖ
4. πρὸς ἄλληλα τό τε τοῦ μηροῦ καὶ τὸ τῆς περόνης ὀστοῦν,
5. καὶ ὑποβέβληται δ’ αὐτοῦ τὸ κάτω πέρας, τὸ πρὸς τῇ
6. περόνῃ, τῇ κεφαλῇ τοῦ μυὸς, οὗ τὸν τένοντα τοῖς ἔξω
7. μέρεσι τοῦ ταρσοῦ περιελιττόμενον ἐπὶ τὴν πρώτην διάρθρωσιν
8. ἔφην ἀφικνεῖσθαι τοῦ μεγάλου δακτύλου· καὶ γάρ
9. πως καὶ παράγεται μᾶλλον εἰς τὰ πρόσω μέρη τῆς περόνης,
10. οὐκ ἀκριβῶς ἐν τοῖς πλαγίοις καταμένων. ὁ δὲ ἕτερος σύνδεσμος
11. ὁ ἔνδον ἰσχνότερός τε τοῦδε καὶ μαλακώτερός ἐστιν,
12. ἐκφυόμενος μὲν καὶ αὐτὸς ἐκ τοῦ κατ’ ἐκεῖνα τὰ μέρη κονδύλου
13. τοῦ μηροῦ, καταφυόμενος δ’ οὐδ’ αὐτὸς εἰς τὰ πλάγια
14. τῆς κνήμης, ἀλλ’, ὥσπερ καὶ ὁ ἕτερος ὁ ἔξωθεν, εἰς
15. τὰ πρόσω μᾶλλον αὐτῆς ἀφικνούμενος. ἄλλοι δ’ εἰσὶ σύνδεσμοι
16. κατὰ τὴν διάρθρωσιν χονδρώδεις, ἑκατέρᾳ κοιλότητι
17. τῆς κνήμης κύκλῳ περιβεβλημένοι, συνερχόμενοι δ’ ἀλλήλοις
18. εἰς ταὐτὸν ἐκείνῳ τῷ μέρει τῆς διαρθρώσεως, ἔνθα παράκεινται
19. τῆς κνήμης αἱ κοιλότητες ἀλλήλαις, εὐρωστότερον ἕνα
1. κατὰ τοῦτο ποιοῦσι σύνδεσμον χονδρώδη, καταφυόμενον μὲν
2. εἰς τὸ μεταξὺ τῶν κονδύλων τοῦ μηροῦ, τέμνοντα δ’ ὅλην
3. τὴν διάρθρωσιν δίχα· μέσος γὰρ ἔγκειται τῶν τῆς κνήμης
4. κοιλοτήτων καὶ τῶν τοῦ μηροῦ κονδύλων· ἀποπίπτοντος δὲ
5. αὐτοῦ τῷ χρόνῳ, κοῖλος ὁ μεταξὺ φαίνεται τόπος τῶν ἐπὶ
6. τῆς κεφαλῆς τῆς κνήμης κοιλιῶν, καίτοι γ’ ὑψηλότερος ὢν,
7. ἡνίκ’ ἔζη τὸ ζῶον. λοιποὺς δὲ τοὺς ἐν τῷ ποδὶ συνδέσμους
8. ἐφεξῆς ἐπισκέψομαι, πρότερον δ’ ἀναμνησθεὶς ὧν ἀφεῖλες
9. ἕνεκα τοῦ θεάσασθαι τοὺς τένοντας. ἔνιοι μὲν γὰρ αὐτῶν
10. οὐδὲν βοηθοῦσι ταῖς διαρθρώσεσιν, ὅσοι καθ’ ἕν τι μόριον
11. ὀστοῦ γεγόνασιν, ὥσπερ ὅ τε περιλαμβάνων τὴν ὀπίσω κεφαλὴν
12. τὴν τοὺς δακτύλους κινοῦσαν τῶν τενόντων, ὅ τε
13. τὸν τένοντα τὸν ὅλον τὸν πόδα σιμοῦντα, ὃν ἔφην παραπεφυκέναι
14. τῷ πέρατι τῆς κνήμης· ἐν αὐτοῖς γὰρ τοῖς ὀστοῖς
15. οἷς πεφύκασιν αἱ εἰρημέναι κεφαλαὶ τῶν τενόντων τοὺς
16. συνδέσμους ἔχουσιν, οὐκ ἐξ ἑτέρου διήκοντας εἰς ἕτερον,
17. ὥσπερ ὁ ἐπικείμενος αὐτῷ ἄνωθεν· οὗτος γὰρ ἐκ τοῦ τῆς
1. κνήμης πέρατος εἰς τὴν πτέρναν διήκων ἅμα μὲν σφίγγει
2. τοὺς ὑποβεβλημένους τένοντας, ἅμα δὲ καὶ τοῖς ὀστοῖς αὐτοῖς
3. γίγνεται σύνδεσμος. οὕτως δὲ καὶ ὁ πρόσθιος σύνδεσμος,
4. ὁ τὴν κνήμην τῇ περόνῃ συνάπτων, ἅμα τε ταῦτα
5. πρὸς ἄλληλα συνδεῖ καὶ πρόβλημά ἐστι ταῖς ὑποκειμέναις
6. κεφαλαῖς τῶν τενόντων, ὥσπερ γε καὶ ὁ κατὰ τὰ ἔξω μέρη
7. προβεβλημένος τῶν κατὰ τοῦτο τενόντων οὐ μόνον ἐκείνους
8. ἀσφαλῶς φρουρεῖν καὶ σφίγγειν πέφυκεν, ἀλλὰ καὶ τὴν
9. περόνην μᾶλλον συνάπτειν τε καὶ συνδεῖν τῇ πτέρνῃ. τοὺς
10. μὲν οὖν τοιούτους συνδέσμους κοινοὺς εἶναι συμβέβηκε τῶν
11. ὀστῶν αὐτῶν, ἃ συνδοῦσι, καὶ τῶν ὑποβεβλημένων μυῶν,
12. οὐ τὴν αὐτὴν ἑκατέροις παρέχοντας χρείαν, ἀλλὰ τὰ μὲν
13. ὀστᾶ συνδοῦντας, οἷον πρόβλημά τι καὶ τεῖχος γιγνομένους
14. τοῖς τένουσιν· ἑτέρους δ’ εὑρήσεις συνδέσμους αὐτῶν
15. μόνων τῶν διαρθρώσεων ἰδίους, νευροχονδρωδεστέρους.
16. εἴσῃ δὲ τούτους ἐν τῷ βάθει κατακεκρυμμένους, καί τινας
17. ἄλλους ἔξωθεν ἐπιτεταμένους ὁμοίως τοῖς φρουροῦσι τοὺς
18. τένοντας. ἔστι γοῦν τις ἐπιμήκης σύνδεσμος, οὐκ ἔτ’ ἰσχυρὸς,
19. ἐκ μὲν τῆς αὐτῆς ῥίζης ἐκφυόμενος τῷ προσθίῳ συνδέσμῳ
1. τῷ τῆς κνήμης μὲν ἐκπεφυκότι, καταφυομένῳ δ’ εἰς τὴν
2. περόνην, οὐ μὴν συνάπτων γε καὶ αὐτὸς ὁμοίως ἐκείνῳ
3. τὴν κνήμην τῇ περόνῃ. ταπεινότερος γὰρ αὐτὸς φέρεται
4. πρός τε τὴν ἐκτὸς χώραν καὶ κάτω παρὰ τὴν προσθίαν
5. ἐξοχὴν τοῦ ἀστραγάλου, κατακεκρυμμένος πως ὑπ’
6. αὐτοῦ· καθήκει δ’ αὐτοῦ τὸ πέρας εἰς τὸ τῆς πτέρνης
7. ὀστοῦν. τῆς δὲ ἀρχῆς τούτου τοῦ συνδέσμου σύνδεσμος
8. ἕτερός ἐστιν ὑποκάτω τῶν κατὰ τοῦτο περάτων τῆς κνήμης
9. ἐκφυόμενος, συνεχὴς τῷ τὴν διάρθρωσιν ὅλην περιέχοντι
10. συνδέσμῳ. καθήκει αὐτοῦ τὸ πέρας οὐ μετὰ πολὺ τῆς ἐκφύσεως
11. εὐθέως ὑπερβαῖνον τὴν διάρθρωσιν εἰς τὸ τῆς
12. περόνης ὀστοῦν. ἐφεξῆς δὲ τούτῳ τῷ συνδέσμῳ κατὰ τὸ κάτω
13. τῆς κνήμης σύνδεσμός ἐστι νευροχονδρώδης μᾶλλον, καθ’ ὃν
14. ἡ κνήμη τῷ ἔνδον μέρει τοῦ ἀστραγάλου συμφύεται, κατ’
15. ἐκεῖνα μάλιστα τὰ μέρη, καθ’ ἅπερ εἴληφεν αὐτό. ἕτερος
16. δὲ ὁμοίως ἐκ τῶν ἔξω μερῶν τοῦ ἀστραγάλου συνάπτει τὴν
17. περόνην αὐτῷ. καί τις ἄλλος τρίτος, κατ’ αὐτὴν τὴν ῥίζαν
18. τοῦ κατὰ τὸν ἀστράγαλον αὐχένος ἐκφυόμενος, εἰς τὸ τῆς
19. πτέρνης ὀστοῦν διήκει. καὶ τέταρτος ἄλλος ἐν τοῖς πρόσω
1. μέρεσι τὴν κεφαλὴν αὐτοῦ συνάπτει πρὸς τὸ σκαφοειδές.
2. οὗτοι πάντες οἱ τέτταρες σύνδεσμοι τὸν ἀστράγαλον τοῖς
3. περικειμένοις συνδέσμοις συνδοῦσιν, ὡς εἴρηται, νευροχονδρώδεις
4. ἱκανῶς ὄντες, ἀναλογίαν τὴν αὐτὴν ἔχοντες τοῖς
5. τὴν κατ’ ἰσχίον τε καὶ γόνυ διάρθρωσιν ἐν τῷ βάθει
6. συνάπτουσιν. οὕτω γοῦν καὶ κατὰ τὸν πόδα τέτρασιν ὀστοῖς
7. διαρθρουμένου τοῦ ἀστραγάλου, πρὸς ἕκαστον αὐτῶν διὰ
8. βάθους ὁ νευροχονδρώδης γέγονε σύνδεσμος, ἔξωθεν μὲν
9. πρὸς τὴν περόνην, ἔσωθεν δὲ πρὸς τὴν κνήμην, ἐν δὲ τοῖς
10. κάτω πρὸς τὴν πτέρναν, ὥσπερ γε καὶ τοῖς πρόσω μέρεσι
11. πρὸς τὸ σκαφοειδές. ὥσπερ δὲ ἐν τῇ χειρὶ περιλαμβάνεται
12. πάντα τὰ κατὰ τὸν καρπὸν ὀστᾶ συνδέσμῳ ῥωμαλέῳ, κατὰ
13. τὸν αὐτὸν τρόπον καὶ μᾶλλον ἔτι πάντα περιείληφε τὰ
14. κατὰ τὸν ταρσὸν ὀστᾶ σύνδεσμος ἰσχυρὸς ἐν τοῖς κάτω τοῦ
15. ποδός· ἔνια δ’ αὐτῶν καὶ δι’ ἄλλων τινῶν μικρῶν μὲν
16. συμφύσεων, ἀλλ’ ἰσχυρῶν ἑνοῦται πρὸς ἄλληλα.

Cliquer un n° de page pour en afficher l’image