7. Διὰ τοῦτ’ οὖν κᾀγὼ Μαρῖνον γράψαντα
8. τὰς ἀνατομικὰς ἐγχειρήσεις ἐπαινῶ, γράφειν τ’ αὐτὸς ἑτέρας
9. ἠναγκάσθην, ἐκείνας ὁρῶν ἐλλιπεῖς τε ἅμα καὶ ἀσαφεῖς,
10. ἔτι δὲ μᾶλλον, ἐπειδὴ μὴ δοκοῦσι τὸ χρησιμώτατον τῆς
11. τέχνης παντάπασιν ἐναργῶς μετακεχειρίσθαι σχεδὸν ἅπαντες
12. οἱ ἀνατομικοί. τί γὰρ ἂν εἴη χρησιμώτερον ἰατρῷ πρός τε
13. τὰ κατὰ πόλεμον τραύματα, καὶ βελῶν ἐξαιρέσεις, ἐκκοπάς
14. τε ὀστῶν, ἐξαρθρήματά τε καὶ κατάγματα μεθ’ ἕλκους γιγνόμενα,
15. καὶ συρίγγων καὶ κόλπων καὶ ἀποστημάτων τομὰς,
16. ὅσα τε ἄλλα τοιαῦτα, τοῦ γιγνώσκειν ἀκριβῶς ἅπαντα
17. μὲν τὰ μόρια τῶν τε χειρῶν καὶ τῶν σκελῶν, ἅπαντα δὲ τὰ
1. ἐκτὸς μᾶλλον, ἤπερ τὰ ἔνδον, ὠμοπλατῶν καὶ μεταφρένου,
2. καὶ στήθους, καὶ πλευρῶν, ὑπογαστρίου τε καὶ τραχήλου, καὶ
3. κεφαλῆς. ἐξαιρεῖν τε γὰρ ἐκ τούτων ἀναγκαζόμεθα βέλη, τὰ
4. μὲν ἐπιτέμνοντές τινα τῶν συνεχῶν, τὰ δὲ δὴ ἐκτέμνοντες, τὰ
5. δὲ δὴ ἐκβάλλοντες, ἔν τε ταῖς σηπεδόσι, καὶ τοῖς ἀποστήμασι,
6. καὶ ταῖς τῶν κόλπων χειρουργίαις· ἐπί τε τῶν ὀστῶν ταῖς
7. ἐκκοπαῖς ἤ τι περιτέμνειν ἀναγκαζόμεθα τῶν μορίων, ἢ
8. ἀνατέμνειν· ἐν οἶς εἰ μήτις εἰδείη, ποῦ μὲν ἐπίκαιρον τέτακται
9. νεῦρον ἢ μῦς, ποῦ δ’ ἀρτηρία ἢ φλὲψ μεγάλη,
10. ποτὲ μὲν θανάτου μᾶλλον, ἢ σωτηρίας αἴτιος ἔσται τοῖς
11. ἀνθρώποις, ἔστιν ὅτε δ’ αὐτὸς ἀναπήρους αὐτοὺς ἐργάσεται.
12. τὸ δὲ τοὺς μῦς τῆς γλώττης ἐπίστασθαι, πόσοι τέ εἰσι
13. τὸν ἀριθμὸν, ποῖοί τε τὴν ἰδέαν, ἐκ περιουσίας μὲν ἂν εἴη
14. χρήσιμον, οὐ μὴν ὡς πρῶτόν γε, οὐδ’ ὡς ἀναγκαῖον. ἐκ
15. περιουσίας δὲ λέγω, διότι καὶ τὰ τοιαῦτα τῶν σοφιστῶν
16. ἕνεκ’ ἀναγκαζόμεθα πολυπραγμονεῖν, οὐκ ἀρκουμένων
17. ἐν τοῖς χρησίμοις μόνον ἐγνωκέναι τῆς φύσεως τὴν τέχνην,
18. ἀλλὰ προβαλλόντων ἑκάστοτε, τίνος ἕνεκα τουτὶ γέγονε τὸ
1. μόριον, ἢ τοιοῦτο, ἢ τηλικοῦτο. εὐγνώμονι δὲ ἀνθρώπῳ
2. τὴν τέχνην τῆς φύσεως ἐνῆν αὐτάρκως κατανοῆσαι καὶ
3. δι’ ἑνὸς ἢ δυοῖν ἀκριβῶς ἀνατμηθέντων, ἐν οἷς τό τε
4. κατὰ τὴν ἰατρικὴν τέχνην χρήσιμον πάμπολυ, κατά τε τό
5. πάρεργον ἡ σοφία τῆς φύσεως καταφανὴς γίνεται. ὡς μάλιστα
6. δέ μοι πάντων ἔξεστι λέγειν, ἄχρηστ’ εἶναι τὰ τοιαῦτα
7. τῆς ἀνατομῆς εἰς ἰάσεις τε καὶ διαγνώσεις παθῶν καὶ
8. προγνώσεις, ἐκπεφευγότας τὰς τῶν πανούργων σοφιστῶν ἀντιλήψεις;
9. οἳ παρέντες ἐξετάζειν τὸν λόγον ἐπὶ τοὺς εἰπόντας
10. αὐτὸν τρέπονται, διὰ τοῦτο φάσκοντες ἀχρηστίαν αὐτοὺς
11. κατηγορεῖν τῶν τοιούτων θεωρημάτων, ὅτι μὴ γινώσκουσιν
12. αὐτά. καὶ διὰ τούτους οὖν ἐγὼ σὺν τῷ χρησίμῳ τῆς ἀνατομῆς
13. ἐξειργασάμην τὸ περιττὸν, ὅπως μηδ’ ἐκ τῆς τοῦ
14. κατηγοροῦντος ἀγνοίας οἱ σοφισταὶ τὴν εὐπορίαν τῆς ἀντιλογίας
15. πορίζοιντο. τουτὶ μὲν οὖν αὐτοῖς αὐτάρκως ἐπεδειξάμην
16. διὰ τῆς περὶ χρείας μορίων πραγματείας. ἐροῦμεν
17. δὲ καὶ νῦν οὐδὲν ἧττον ἀνατομικὰς ἐγχειρήσεις ἁπάντων
1. τῶν μορίων τοῦ σώματος. ἀλλ’ ἡμεῖς μὲν, ὥσπερ τοῦτο
2. πράττομεν, οὕτω καὶ τὴν ἀξίαν ἑκάστου τῶν θεωρημάτων
3. διαιρούμεθα, καὶ τὸ χρήσιμον ἐπιδείκνυμεν. ἄλλη μὲν γὰρ
4. ἀνδρὶ φυσικῷ χρεία τῆς ἀνατομικῆς ἐστι θεωρίας, αὐτὴν δι’
5. ἑαυτὴν ἀγαπῶντι τὴν ἐπιστήμην· ἄλλη δὲ τῷ μὴ δι’ ἑαυτὴν,
6. ἀλλ’ ἵνα ἐπιδείξῃ μηδὲν εἰκῆ γεγονὸς ὑπὸ τῆς φύσεως·
7. ἄλλη δὲ τῷ πρὸς ἐνεργείας τινὸς γνῶσιν, ἤτοι
8. φυσικῆς, ἢ ψυχικῆς, ἐξ ἀνατομῆς ποριζομένῳ λήμματα· καὶ
9. πρὸς τούτοις ἄλλη τῷ σκόλοπας ἢ βελῶν ἀκίδας ἐξαιρήσειν
10. μέλλοντι καλῶς ἢ ἐκκόπτειν τι προσηκόντως, ὥστ’
11. οὖν ἢ κόλπους, ἢ σύριγγας, ἢ ἀποστήματα χειρουργήσειν
12. ὀρθῶς. ταῦτα γὰρ, ὡς ἔφην, εἰσὶν ἀναγκαιότατα, καὶ χρὴ
13. μάλιστα ἠσκῆσθαι περὶ αὐτὰ τὸν ἄριστον ἰατρόν· ἐφεξῆς
14. δὲ ἐν ταῖς τῶν κατὰ βάθους σπλάγχνων ἐνεργείαις, εἶθ’
15. ἑξῆς περὶ τῆς τῶν χρειῶν, ὅσαι διαφέρουσι τοῖς ἰατροῖς εἰς
16. τὴν τῶν παθῶν διάγνωσιν. ἔνιαι γὰρ οὐκ ἰατροῖς, ἀλλὰ φιλοσόφοις
17. εἰσὶ χρησιμώτεραι κατὰ διττὸν, ὡς εἴρηται, τρόπον,
1. ἢ ψιλῆς τῆς θεωρίας ἕνεκεν, ἢ τοῦ διδάξαι τὴν τέχνην τῆς
2. φύσεως ἐν ἅπαντι τῷ μορίῳ κατωρθωμένην.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 2.2, ed. Kühn, 1821, vol. 2, p. 283-287. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩