1. Ἐν μὲν οὖν τῷ πρὸ τούτου βιβλίῳ τὴν
2. ἐγχείρησιν, ὁποίαν τινὰ χρὴ ποιεῖσθαι τῶν περὶ τὴν χεῖρα
3. μυῶν, ὑφηγησάμην, ἐνταῦθα δὲ κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ
4. τῶν σκελῶν ὁ λόγος ἔσται μοι. πρὶν γὰρ τοὺς μῦς ἀκριβῶς
5. ἐπιγνῶναι, νεύρων ἢ ἀγγείων ἀνατομὴν οὔτε αὐτὸν ποιήσασθαι
6. δυνατὸν, οὔτ’ ἄλλον διδάξαι. χρὴ τοίνυν ἀποδεῖραι
7. μὲν κᾀνταῦθα τὸ δέρμα, προσέχοντα τὸν νοῦν ἀκριβῶς τῇ
8. πρώτῃ τοῦ πέλματος γενέσει, κατὰ τὴν ἀρχὴν τῆς πτέρνης
9. τεταγμένῃ, μήπως κατὰ τοῦτο τὸ χωρίον ἀποσπάσῃς ἅμα
10. τῷ δέρματι τὸν ὑποκείμενον αὐτῷ τένοντα, δι’ οὗ, ὥσπερ
11. ἐπὶ τῆς χειρὸς εἴρηται, πλατυνθέντος τὸ ἄτριχόν τε ἅμα καὶ
12. δυσπερίτρεπτον ὑποβέβληται δέρμα τῷ κώλῳ. ὡς κείμενον
13. οὖν ἐᾷν χρὴ κατὰ τὰ ὑποκείμενα σώματα τὸ δέρμα κατὰ
14. τοῦτο τὸ χωρίον, ὥσπερ ἐπὶ τῆς χειρὸς εἴρηται· τὸ δ’ ἄλλο
15. πᾶν ἀφαιρεῖν ὅλου τοῦ κώλου, τοῦτ’ αὐτὸ πρότερον ἐπ’
16. αὐτοῦ μαθόντας, ὅτι πρώτους χρὴ πάντων ἀνατέμνειν τοὺς
17. περὶ τὸν μηρὸν μῦς, ἐφεξῆς δὲ τούτων, ὁποτέρους ἂν ἐθέλῃς,
18. εἴτ’ οὖν τοὺς περὶ τὴν κνήμην, εἴτε τοὺς κατ’ ἰσχίον,
19. ὅσοι κινοῦσι τὴν κεφαλὴν τοῦ μηροῦ, καὶ σὺν αὐτῇ δηλονότι
20. τὸν ὅλον μηρόν. εἰ μέντοι ποτὲ δεηθείης ἀνατέμνειν ἤτοι
1. τοὺς ἐν κνήμῃ προτέρους τῶν κατ’ αὐτὸν τὸν μηρὸν, ἢ τοὺς
2. κατ’ ἰσχίον, ἀφαιρήσεις ἐπὶ μὲν τῆς κνήμης τὰ καθήκοντα
3. πέρατα τῶν ἐκ τοῦ μηροῦ μυῶν εἰς αὐτὴν, ἐπὶ δὲ τῶν κατ’
4. ἰσχίον τὰς ἀνατεινομένας κεφαλὰς ὑπὲρ τὴν διάρθρωσιν.
5. ἐξευρήσεις δὲ αὐτοὺς, ὡς ἐγὼ διδάξω, ῥᾳδίως, ἀπό τινων
6. οἶον σκοπῶν ὁρμώμενος ἅπασιν ἀνθρώποις γνωρίμων. ἰγνύαν
7. γὰρ καὶ γόνυ καὶ ἀντικνήμιον οὐδεὶς ἀγνοεῖ τούτοις δή σε
8. προσέχοντα τὸν νοῦν ἄρχεσθαι χρὴ τῆς ἀνατομῆς, ἀποδεδαρμένου
9. τοῦ κώλου παντὸς ἅμα μένοις, ὑμέσι
10. τῷ δέρματι· λέλεκται γάρ μοι καὶ πρόσθεν, εὐφωνότατον οὕτως
11. καὶ μάλιστα γίγνεσθαι τὸν μῦν, περιγραφῇ γνωριζόμενον
12. κατὰ τὰς τῶν ἰνῶν διαφοράς. ἁπάντων οὗν πρῶτος
13. ἐπιπολῆς ὑπὸ τῷ δέρματι φανεῖταί σοι τένων πλατὺς ἠρέμα
14. σαρκώδης, ἐμφυόμενος τῇ κνήμῃ κατωτέρω τοῦ γόνατος. ἵνα
15. ἐστὶν αὐτῆς τὸ καλούμενον ἀντικνήμιον. ἐνταῦθα γοῦν ὁ
16. τένων οὗτος καταφύεται παρ’ αὐτὸ τὸ προπετές τῆς κνήμης,
17. ὅπερ ἄσαρκόν τέ ἐστι καὶ ψιλὸν, ἄνωθεν κάτω τεταμένον,
1. οἷόν περ ῥάχις ὅλης αὐτῆς. ἡ δ’ ἄνωθεν ἀρχὴ τοῦδε τοῦ
2. μυὸς, ἢν ὀνομάζουσι κεφαλὴν αὐτῆς, τὴν ἔκφυσιν ἔχει σαρκώδη
3. κατὰ μέσην μάλιστα τὴν ῥάχιν τοῦ τοῦ λαγόνος ὀστοῦ,
4. μακρὰ δὲ καὶ αὐτὴ κατὰ τὸ μῆκος ἐκτέταται τοῦ ζώου,
5. προπετὴς ἐπὶ τῶν ἰσχνῶν φαινομένη πᾶσι καὶ πρὸ τῆς ἀνατομῆς.
6. καὶ μέντοι καὶ διορίζουσα καὶ αὐτὴ ἀπὸ τῶν ὀπίσω
7. μερῶν τὰ πρόσω τελευτᾷ καθ’ ὅλον τὸ μῆκος εἰς
8. ἄκανθαν ὀξεῖαν, οἵα πέρ ἐστι καὶ ἡ τῆς ὠμοπλάτης ῥάχις
9. ἐν τοῖς ὑψηλοτάτοις ἑαυτῆς. ἐκπεφυκὼς οὖν ὁ μῦς οὗτος ἐκ
10. μέσης μάλιστα τῆς εἰρημένης ἀκάνθης κατὰ τὸ τοῦ λεγομένου
11. λαγόνος ὀστοῦν ἐπὶ τὴν ἔνδον χώραν καταφέρεται
12. τοῦ μηροῦ, λοξὸς ἠρέμα γιγνόμενος· ἐντεῦθεν δὲ καταβαίνει
13. μὲν πρὸς τὴν κατὰ γόνυ διάρθρωσιν, ἔπειτα δὲ καὶ ταύτην
14. διεξελθὼν περὶ τὸν ἔνδον κόνδυλον τοῦ μηροῦ, πάλιν ἐντεῦθεν
15. ἐπιστραφεὶς λοξὸς εἰς τὸ τῆς κνήμης ὀστοῦν καταφύεται,
16. καθ’ ὃ μάλιστά ἐστιν ἑαυτοῦ ἀσαρκότατος καὶ γυμνότατος.
17. τοῦτον εἰ τείναις τὸν μῦν ἐπὶ τὴν ἰδίαν ἀρχὴν, ἐν
18. τοιούτῳ σχήματι καταστήσεις τὴν κνήμην, οἵῳ καθιστᾶσιν
19. αὐτὴν οἱ μεταλλάττοντες ἐν παλαίστραις τὸ σκέλος παῖδες,
1. ὅταν ἐπιβάλωσιν τῷ μηρῷ θάτερον σκέλος. ἔσται δὲ
2. τοῦτό σοι καταφανὲς, ἀφῃρημένων τῶν πολλῶν τῆς κνήμης
3. σαρκῶν· ἔτι δὲ μᾶλλον, ἐὰν καὶ τὸν πόδα κατὰ τὴν διάρθρωσιν
4. ἀποτέμῃς. οἱ μὲν γὰρ μεγάλοι τῶν μυῶν καὶ μετὰ
5. τὴν τελευτὴν τοῦ ζώου δύνανται τεινόμενοι τὰς ἑαυτῶν
6. ἐνεργείας ἐπιδεικνύναι χωρὶς τοῦ περικόψαι τὰς σάρκας· οἱ
7. μικροὶ δ’ οὐ δύνανται πρὸ τοῦ τὰς πλείστας αὐτῶν ἀφελεῖν.
8. ἐφεξῆς δὲ τῇ τούτου τοῦ μυὸς ἀπονευρώσει καὶ ἄλλη
9. τίς ἐστι τένοντος ἀκριβῶς ἔμφυσις εἰς τὸ τῆς κνήμης ὀστοῦν
10. κατὰ τὸ ἀντικνήμιον, ᾗ συνεπόμενος ἀνατέμνων τε τὸν
11. ὑπερκείμενον αὐτῷ μῦν ἐπὶ τὸ μόριον, ὅθεν ἀποπέφυκεν,
12. ἀναβήσῃ διὰ τῶν ἐπιπολῆς τοῦ μηροῦ μερῶν ἔνδον ἐπὶ τὸ
13. τῆς ἥβης ὀστοῦν, ἔνθα τὴν κεφαλὴν ὁ μῦς οὗτος ἔχει· καὶ
14. κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος πρόσθιόν τέ ἐστιν ἀκριβῶς
15. ἄνωθεν κάτω κατὰ τὸ μῆκος ἐκτεταμένον, ἀτρέμα περιφερὲς,
16. ἀλλήλοιν τε συμβάλλει κᾀνταῦθα τὰ καλούμενα τῆς ἥβης
17. ὀστᾶ, καὶ συμφύεται διὰ χόνδρου. καὶ οἵ γε μύες οὗτοι, δύο
18. τὸν ἀριθμὸν ὄντες καθ’ ἑκάτερον σκέλος, ἀλλήλων ψαύουσι
1. κατὰ τὰς πρώτας ἐπιφύσεις. ἔκ τε οὖν αὐτῆς τῆς χώρας,
2. ὅθεν ἐκπεφύκασι, καὶ τῆς διὰ τῶν ἔνδον φορᾶς τοῦ μηροῦ
3. καὶ τοῦ χωρίου, καθ’ ὃ τῇ κνήμῃ καταφύονται, διδάξαι δύνανταί
4. σε τὴν ἐνέργειαν, ἣν ἔχουσιν. ἀλλὰ καὶ χωρὶς τῆς ἐνδείξεως,
5. ἣν ἐκ τῆς ἑαυτῶν φύσεως ποιοῦνται, δυνήσῃ ταῖς σαυτοῦ
6. χερσὶ τὴν κίνησιν αὐτῶν ἐξευρεῖν, ἣν κινοῦσι τὴν κνήμην·
7. ἕλκοντος γάρ σου πρὸς τὴν τῆς ἐκφύσεως χώραν τῶν μυῶν,
8. ἡ κνήμη πρός τε τὸ ὑψηλότερον ἅμα καὶ εἴσω μέρος ἀνατεινομένη
9. φανεῖται. μάλιστα δὲ χρὴ τὰς τοιαύτας διαγνώσεις
10. ἐπὶ τεθνεῶτος τοῦ ζώου ποιεῖσθαι, τὰ πλεῖστα μέρη
11. περιδιαιροῦντα τῶν κινηθησομένων κώλων καὶ, εἰ οἷόν τε,
12. μόνον αὐτὰ καταλιπόντα γυμνὰ τῶν σαρκῶν τὰ ὀστᾶ.
13. τρίτη μετὰ τὰς προειρημένας δύο κατάφυσις τένοντος πλατέος
14. ἁπτομένη τῆς προειρημένης ἐστὶ κατὰ τὸ ἀντικνήμιον
15. ἐκ τῶν ἔνδον αὐτοῦ μερῶν μᾶλλον, ἠρέμα δ’ ὡς τὰ πολλὰ
16. καὶ κάτω ῥέπουσα εἰς μυὸς λοξοῦ τὴν θέσιν. εὑρήσεις δὲ
17. αὐτὴν ἀκολουθῶν, ὥσπερ κᾀπὶ τῶν πρότερον δυοῖν, κατὰ
18. βραχὺ τῷ τοὺς εἰρημένους τένοντας γεννήσαντι μορίῳ τοῦ
1. μυὸς, ἐκ μὲν τῶν ἔνδον μερῶν τὰ πρῶτα τεταμένην τῆς
2. κνήμης τε καὶ τοῦ γόνατος, ἔπειτα δὲ κατὰ τὴν ἰγνύαν ἄνω
3. φερομένην λοξώδη διὰ τῆς ὀπίσω χώρας τοῦ μηροῦ, κᾄπειθ’
4. οὕτως ἐπί τε τοὐκτὸς καὶ κάτω μέρος ἀφικνουμένην
5. τοῦ ἰσχίου κατὰ τὸ ὀστοῦν, παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον τῆς
6. πυγῆς τοῦ πιθήκου. τούτου γὰρ ἐκπεφυκὼς καὶ ταύτῃ
7. ἔχων τὴν κεφαλὴν λοξὸς διὰ τοῦ μηροῦ φερόμενος, ἔπειτ’
8. εἴσω πρὸς τὴν ἐξ ἀρχῆς εἰρημένην ἀφικνεῖται κατάφυσιν,
9. ἐξελίττων, ὡς ἄν τις φαίη, πρὸς τοὐπίσω τὴν κνήμην, ὥσπερ
10. εἰώθασιν πράττειν οἱ ὀρχησταί. χρὴ γὰρ ἐπίστασθαι τοῦτο
11. κοινὸν περὶ πάντα μῦν, ὡς οἱ μὲν ἐπ’ εὐθείας εὐθεῖαν ἔχουσι
12. τὴν κίνησιν, οἱ δὲ λοξοὶ λοξήν. λοξοτέραν δὲ οὐδεὶς ἔχει ἄλλος
13. τούτου τῶν κατὰ τὸν μηρὸν μυῶν τὴν θέσιν, εἴ γε ἄρχεται
14. μὲν ἀπὸ τῶν ἔξωθεν μερῶν τοῦ ἰσχίου, καταφύεται
15. δὲ εἰς τὸ τῆς κνήμης ἔνδον. ἀνάγκη γάρ ἐστι ταύτῃ τῇ
16. λαβῇ τὴν κνήμην ἑλκομένην εἰς τοὐπίσω τε καὶ ἄνω καὶ
17. ταῦτα φέρεσθαι συστρεφομένην, καὶ κατὰ τοῦτο σύνθετον
18. γίγνεσθαι τὴν κίνησιν ταύτην, οὐχ ἁπλῆν. οὗτοι μὲν δὴ
19. τρεῖς μύες εἰσὶν, εἰς τὴν κνήμην καταφυόμενοι τοῖς τένουσιν,
1. οὓς ἀφαιρεῖν δεήσει, ἐὰν τὴν κνήμην αὐτὴν πρότερον ἀνατέμνειν
2. βουληθῇς· ἀδύνατον γὰρ, ἐπικειμένων αὐτῶν, ἐναργῶς
3. ὀφθῆναί τι τῶν ὑποκειμένων. ἄλλος δὲ τέταρτος μῦς
4. ἐστι τῶν εἰς τὴν κνήμην καταφερομένων, οὐκ ἔθ’ οὗτός γε
5. κατὰ τὰ ἔνδον αὐτοῦ, ἀλλ’ ἐκ τῶν ἔξω μερῶν μόνος ἀντιτεταγμένος
6. τοῖς τρισὶν, ὅσον γ’ ἐπὶ τῇ καταφύσει· τὸ πέρας
7. δ’ αὐτοῦ σαρκῶδές τε ἅμα καὶ πλατὺ σαφῶς φαινόμενον,
8. εἰς τἀκτὸς, ὡς εἴρηται, μέρη τῆς κνήμης ἐμφύεται,
9. καὶ μέντοι καταπλατυνόμενος ἔτι δὴ καὶ μᾶλλον ἀναφέρεται
10. περὶ τὴν ἑαυτοῦ κεφαλὴν, ἐξωτάτω κειμένην τοῦ κατ’
11. ἰσχίον ὀστοῦ· καὶ γὰρ τοῦ προειρημένου μυὸς τοῦ τὴν ἔκφυσιν
12. ἐντεῦθεν ἔχοντος, ὡς εἶπον, ἡ κεφαλὴ τοῦδε τοῦ
13. μυὸς ἔξωθεν τέτακται· ὥστε εὔδηλον μὲν εἶναι κᾀκ τῆς
14. θέσεως αὐτοῦ τὴν ἐνέργειαν, εἰς τἀκτὸς ἀπάγοντος ὅλην
15. τὴν κνήμην ἁπλῇ κινήσει, πρόδηλον δὲ καὶ διὰ τῆς πείρας,
16. ἐκτείνειν εἰ ἐθέλεις ἐπὶ τὴν ἰδίαν κεφαλὴν ὅλον τὸν
17. μῦν· ἀκολουθήσει γὰρ ἡ κνήμη, καθάπερ εἴρηται. τοῦτον
18. τὸν μῦν ἐθεασάμεθα δρομέως τινὸς, οὐ τοῦ τυχόντος, ἀποῤῥαγέντα
1. τε καὶ διασπασθέντα κατὰ μέσον αὐτὸν, ἀγωνιζομένου
2. τοῦ ἀνθρώπου· καὶ ἦν ἡ χώρα μετὰ ταῦτα κενὴ καὶ
3. κοίλη, καταλιπόντων αὐτὴν τῶν μερῶν τοῦ διασπασθέντος
4. μυὸς, καὶ τοῦ μὲν ἄνω πρὸς τὴν κεφαλὴν ἀνασπασθέντος,
5. τοῦ δ’ ἐπὶ τὴν κνήμην κατασπασθέντος. ὅ γε μὴν δρομεὺς
6. ἐκεῖνος, ἐπειδὴ τῆς ὀδύνης ἐπαύσατο καὶ ἡ φλεγμονὴ κατέστη,
7. περιπατῶν οὐδὲν ἐβλάπτετο καὶ κατατολμήσας αὖθις
8. ἔτρεχε· καὶ ὡς οὐδὲ εἰς τοῦτο βλάβης ᾐσθάνετό τινος, καὶ
9. ἠγωνίσατο πάλιν, ἐνίκησέ τε πάλιν, ὥσπερ καὶ πρόσθεν.
10. εἰκότως δ’ αὐτῷ τοῦθ’ ὑπῆρξεν· ἐν γὰρ τῷ τρέχειν οὐ
11. δεόμεθα τῶν εἰς τὸ πλάγιον ἐπιστροφῶν τῆς διαρθρώσεως,
12. ἀλλ’ ἀρκεῖ μόνον ἐκτείνειν τε καὶ κάμπτειν αὐτήν· ὅθεν
13. οὐδ’ οἱ προειρημένοι τρεῖς μύες, οἱ πρὸ τοῦδε τοῦ πλατέος
14. τε καὶ σαρκώδους, ἐπικαίρων κινήσεων ἐξηγοῦνται τῇ κνήμῃ
15. πρός γε τὰς πολιτικάς τε καὶ τὰς ἐν δρόμῳ χρείας τοῦ σκέλους.
16. ἄλλος ἐπὶ τοῖς εἰρημένοις τέτρασι μυσὶ πέμπτος ἐστὶ
17. μῦς, ἀλλ’ οὐκ εἰς τὸ ἀντικνήμιον ἥκων ὁμοίως τοῖς πρώτοις
18. τρισὶν, ἀλλ’ εἴς τε τὴν κάτω κεφαλὴν τοῦ μηροῦ καὶ τὴν
1. ἀρχὴν τοῦ τῆς κνήμης ἐκ τῶν ἔνδον μερῶν μυός. ἀνατέμνεσθαι
2. μὲν οὖν οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ κᾀκ τῆς ἄνωθεν
3. ἀρχῆς οὐδὲν ἧττον δύναται, καὶ κατ’ ἀμφοτέρας γε τὰς
4. ἐπιβολὰς ἐγχειρεῖν τε καὶ γυμνάζεσθαι βέλτιόν ἐστιν· εἰ
5. μὲν κάτωθεν ἄρξαιο, ποδηγούμενος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
6. διὰ τῶν ὀπίσω μερῶν τοῦ μηροῦ μέχρι τοῦ κατ’ ἰσχίον ὀστοῦ,
7. σαφέστατα φαινομένης ἐνταῦθα τῆς πρώτης ἐκφύσεως ὅλου
8. τοῦ μυὸς συμφυοῦς τῇ τοῦ τρίτου κατὰ τὴν διήγησιν εἰρημένου·
9. εἰ δὲ ἄνωθεν ἄρξαιο, ἐντεῦθεν τὴν κεφαλὴν σκοπὸν
10. ἔχων τοῦ προανατετμημένου μυός. τέτταρες γὰρ ἐφεξῆς κεφαλαὶ
11. μυῶν ἐκ τοῦ κατ’ ἰσχίον ὀστοῦ πεφύκασιν· ἐξωτάτω
12. μὲν ἁπασῶν ἡ τοῦ πλατέος, ὃν ἔφην διασπασθῆναι τῷ
13. δρομεῖ· δευτέρα δὲ ἡ τοῦ τὴν κνήμην ἐξελίττοντος πρὸς
14. τοὐκτὸς· ἡ τρίτη δὲ τοῦ δευτέρου, περὶ ἧς νῦν ὁ λόγος ἐστὶ,
15. ἔξω περιστρέφοντος ἀτρέμα καὶ τούτου τὴν κνήμην ὅλην;
16. ὁμοειδῆ μὲν κίνησιν τῷ τρίτῳ τῶν εἰρημένων, οὐ μὴν ἴσην
17. γε ποσότητα· ταύτῃ δ’ ἐφεξῆς τῇ κεφαλῇ τετάρτην ἄλλην
18. εὑρήσεις, ὡς εἶπον· ἐφ’ ἑνὸς γὰρ στίχου τεταγμέναι
1. πᾶσαι τοῦ κατ’ ἰσχίον ἐκπεφύκασιν ὀστοῦ. καὶ ὅταν γε
2. ἀπὸ τῶν ἄνω μερῶν ἄρξαιο τῆς ἀνατομῆς, καταβαίνειν ἀπ’
3. αὐτοῦ πειρῶ διὰ τῶν ὀπίσω τε καὶ τῶν ἔνδον μερῶν τοῦ
4. μηροῦ· προσάξει γάρ σε πρὸς τὸν κόνδυλον αὐτοῦ κατ’ ἐκεῖνο
5. τὸ μέρος, καθ’ ὃ καὶ ὁ ἕτερος τῶν κατὰ τὴν γαστροκνημίαν
6. μυῶν ἐκπέφυκεν ὁ ἔνδον· ἐφ’ οὑ τὴν τελευτὴν αὐτοῦ θεάσῃ
7. κειμένην ἅμα τῷ συνεπιλαμβάνειν τι τοῦ περὶ τὴν διάρθρωσιν
8. συνδέσμου. τοῦτον τὸν μῦν εἰ καὶ πρὸς τὴν ἑαυτοῦ
9. κεφαλὴν ἀνατείνῃς, σὺν τῷ μηρῷ καὶ ἡ κνήμη πρός τε
10. τὴν ὀπίσω καὶ τὴν ἔνδον χώραν ὁρᾶται φερομένη. συμβαίνει
11. δὲ τοῦτ’ αὐτῇ διὰ τὴν κοινωνίαν τῆς εἰρημένης τελευτῆς τοῦδε
12. τοῦ μυὸς, ἐπιπεφυκυίᾳ τῇ κεφαλῇ τοῦ κατὰ τὴν γαστροκνημίαν
13. ἐκ τῶν ἔνδον τε καὶ ὀπίσω μερῶν. ἄμεινον οὖν καὶ
14. τούτων τὰς κοινωνούσας ὁπωσοῦν τῇ κνήμῃ τελευτὰς ἀφαιρεῖν,
15. ὅταν ἐγχειρήσῃς ποτὲ ἐκείνους τοὺς μῦς ἀνατέμνειν
16. προτέρους. οὕτως γάρ σοι φανεῖται καὶ ὁ μῦς οὗτος δι’
17. ἑαυτοῦ μὲν τὸν μηρὸν προσεκτενῶν, συνεπισπώμενος δὲ καὶ
18. τὴν κνήμην διὰ τὴν προειρημένην σύμφυσιν πρὸς τὸν μῦν
19. αὐτῆς.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 2.4, ed. Kühn, 1821, vol. 2, p. 292-301. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩