Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 2.8, ed. Kühn, 1821, vol. 2, p. 322-324. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:2.8

1. Οὗτοι μὲν οὖν οἱ μύες ἐν τοῖς προσθίοις
2. πως μᾶλλόν εἰσι τῆς ὅλης κνήμης· ἄλλοι δὲ τρεῖς ἀπὸ μιᾶς
3. κεφαλῆς ἐν τοῖς ἔξω μέρεσι μᾶλλον, ἔχοντες καὶ οὗτοι προκείμενον
4. ἑαυτῶν σύνδεσμον, ἐκ τῆς περόνης εἰς τὴν πτέρναν
5. αὐτὴν καθήκοντα. καὶ λυθέντος γε αὐτοῦ τὰς τρεῖς ἀπονευρώσεις
6. θεάσῃ τῶν μυῶν, μίαν μὲν ἀξιόλογον τὸ μέγεθος,
7. λοξὴν ἐπὶ τὴν ἔξω χώραν τοῦ ταρσοῦ φερομένην· ἐντεῦθέν
8. τε πάλιν λοξὴν ὑποδυομένην τῷ πέλματι, κᾄπειτα πρὸς
9. τὴν κεφαλὴν ἀφικνουμένην τοῦ πρώτου κατὰ τὸν μέγαν
10. δάκτυλον ὀστοῦ, καὶ δῆλον ὅτι κατὰ τὴν διάρθρωσιν ταύτην
11. κάμπτουσαν τὸν μέγαν δάκτυλον. ἔνθα δὲ τὴν οἷον
12. καμπὴν ποιεῖται περὶ τὸν ταρσὸν, ἐκ τῶν ἄνω μερῶν ἀφικνουμένη
13. πρὸς τὰ κάτω, χόνδρον εὑρήσεις συμφυόμενον τῷ
14. τένοντι. κεχώρισται δὲ κατὰ τοῦ τῶν ἀνθρώπων ποδὸς
15. καὶ ὁ τοῦ πιθήκου, διότι καὶ ἡ τῶν δακτύλων φύσις ἀνομοία
16. τῷ ζώῳ τούτῳ τοῖς ἀνθρώπου δακτύλοις ἐστίν. ἐκεῖνοι
17. μὲν γὰρ πολὺ μικρότεροι τῶν ἐπὶ τῆς χειρός εἰσιν·
18. οὗτοι δὲ καὶ τῶν κατὰ τὴν χεῖρα μείζους, οἷοι καὶ τοῖς
19. ἕρπουσι ζώοις, ἐπὶ πλεῖστον ἐσχισμένοι τε καὶ διεστῶτες ἀλλήλων,
1. δι’ οὓς καὶ ῥᾳδίως ἀνέρχεται πρὸς τὰ μετέωρα ὁ πίθηκος,
2. ὥσπερ αἱ γαλαῖ, καὶ οἱ μύες, ἰκτίδες τε καὶ ὅσα
3. τοιαῦτα. τοῦτον μὲν οὖν, ὡς ἔφην, τὸν τένοντα κατὰ τὸν
4. τῶν ἀνθρώπων οὐχ εὑρήσεις πόδα, τὸν δὲ παρακείμενον
5. αὐτῷ τὸν ἰσχνὸν, ὃς ἐκ μικροῦ μυὸς ἀποφύεται, τὸν μικρὸν
6. δάκτυλον ἀπάγων ἐκτὸς, εὑρήσεις ἐπ’ ἀνθρώπων,
7. ὥσπερ καὶ τὸν ἐφεξῆς αὐτῷ τὸν ἀνακλῶντα καὶ σιμοῦντα
8. κατὰ τοῦτο τὸ μέρος ὅλον τὸν πόδα, τῷ κατὰ τὸν μικρὸν
9. δάκτυλον ἐν πήχει τὴν αὐτὴν ἀναλογίαν ἔχοντα. δισχιδὴς
10. οὗτος ὁ τένων ἐνίοτε γίνεται πρὸς τῆς ἐκφύσεως, καὶ
11. διεξέρχεται τῶν μερῶν αὐτοῦ τηνικαῦθ’ ὁ τὸν μικρὸν
12. δάκτυλον ἐκτὸς ἀπάγων τένων. εἰ δέ ποτε μὴ σχισθείη
13. αὐτὸς, ὁ περιέχων αὐτὸν ὑμενώδης σύνδεσμος ἑαυτοῦ τε καὶ
14. τοῦ τένοντος μεταξὺ δέχεται τὸν διεξερχόμενον ἐπὶ τὸν μικρὸν
15. δάκτυλον, ἐν χρείᾳ καθιστάμενος αὐτῷ παραπλησίᾳ
16. τοῖς ἐπὶ τῶν ἁρμάτων κυκλίσκοις, δι’ ὧν τοὺς ἱμάντας
17. διεκβάλλουσιν, οἷς ἡνιοχοῦσι τοὺς ἵππους. τοιοῦτος δέ τίς
18. ἐστι κατὰ τὸν μέγαν δάκτυλον ἕτερος ἐκ συνδέσμου κύκλος
1. εἰς διέξοδον τῷ τένοντι παρεσκευασμένος, ὡς ἔμπροσθεν εἴρηται.
2. τὰς δ’ ἐκφύσεις οἱ τρεῖς οὗτοι μύες ἔχουσιν ἀλλήλαις
3. συμφυεῖς, ὁ μὲν πρῶτος ῥηθεὶς ὁ περὶ τὸν ταρσὸν,
4. ἁπτόμενος εἰς τὰ κάτω τοῦ ποδὸς ἐκ τῶν ἄνω τῆς περόνης
5. ἐπιπολῆς ὑπὸ τῷ δέρματι τεταγμένος, ἐκ λεπτῶν
6. συνδέσμων σαρξὶ συναπτομένων γεγονώς· ὁ δὲ δεύτερος,
7. ἔνθα παύεται τῆς τοῦ προτέρου λεχθέντος ἡ κεφαλή· καὶ
8. οὐ μετὰ πολύ γε τῆς ἀρχῆς οὗτος ὁ μῦς εἰς τένοντα τελευτᾷ
9. στρογγύλον, ἰσχνὸς ὑπάρχων ὅλος· ὁ δὲ τρίτος, ὁ
10. σιμῶν ὅλον τὸν πόδα, τοῦ λοιποῦ τῆς περόνης ἐκφύεται μέρους.
11. οὗτος μὲν οὖν ἀνατείνει τὸν πόδα μετὰ παρεγκλίσεως
12. τῆς εἰς τὸ ἔνδον, ὁ δὲ τῷ τοῦ μεγάλου δακτύλου συμφυὴς
13. ἐκκλίνει πρὸς τοὐκτὸς, ἀμφοτέρων δ’ ἅμα ταθέντων, ἀκλινῆ
14. τὴν ἀνάτασιν ἐργάζονται τοῦ ποδός. οὕτως δὲ καὶ τῶν
15. εἰς τὰ ὀπίσω μέρη κινούντων τὸν πόδα μυῶν ἑκάτερος μὲν
16. ἐκκλίνει πρὸς τὸ πλάγιον ἀτρέμα, συναμφότεροι δὲ τὴν εὐθεῖαν
17. εἰς τοὐπίσω φορὰν ποιοῦνται τοῦ ποδός.

Cliquer un n° de page pour en afficher l’image