18. Οὗτοι μὲν οἱ μύες, εἰ καὶ μὴ τελέως μηδ’
19. ἀκριβῶς, ἀλλὰ μετρίως γέ πως ἀνατέτμηνται τοῖς ἡμῶν
1. πρεσβυτέροις, οἱ δ’ ἐφεξῆς εἰρησόμενοι πάντες ἄγνωστοι
2. σχεδὸν ἅπασίν εἰσιν. πρῶτος ἀξιόλογος μὲν τό τε πάχος
3. καὶ τὴν ῥώμην ὢν, εἰ καὶ μὴ τὸ μῆκος, ὁ κατακεκρυμμένος
4. ἐν τῇ διαρθρώσει τῇ κατ’ ἰγνύαν· εὑρήσεις δ’ αὐτὸν, ἀφῃρημένων
5. τῶν ὀπίσω μυῶν τῶν εἰς τὴν γαστροκνημίαν ἡκόντων,
6. οὖς πρώτους ἀνέτεμον τῷ λόγῳ· ἐν γὰρ τῷ μεταξὺ
7. τῶν κεφαλῶν ἀμφοτέρων τῶνδε τῶν μυῶν ὁ μῦς οὗτος ἔγκειται,
8. κατειληφὼς ὅλον ὀλίγου δεῖν ἐνταῦθα τὸ πλάτος τῆς
9. κνήμης. ἡ κεφαλὴ δ’ αὐτοῦ σύνδεσμός ἐστιν εὐρωστότατος,
10. ἐκπεφυκὼς τοῦ μηροῦ κατὰ τὸν ἔξω κόνδυλον. εὑρήσεις δ’
11. αὐτὸν ἀποτεμὼν τὸν ὅλης τῆς διαρθρώσεως σύνδεσμον, ὃς
12. ἐκ τῶν ἐκτὸς μερῶν μηροῦ τε καὶ περόνης ἐκφυόμενος, ἀλλήλοις
13. μὲν συνάπτει ταῦτα, συνέχει δὲ καὶ σφίγγει τὴν
14. διάρθρωσιν ὅλην. ὑπὸ τούτῳ γάρ τοι κατακέκρυπται, καὶ
15. περὶ τοῦτον ἀναβαίνει λοξὸς ἐκ τῆς σαρκώδους οὐσίας τῆς
16. κατὰ τὴν κνήμην ἐπὶ τὸν κόνδυλον τοῦ μηροῦ, διὰ τῆς
17. ἰγνύος φερόμενος ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν, ἥτις ἐκπέφυκε
18. μὲν, ὡς εἶπον, ἐκ τοῦ κονδύλου τοῦ μηροῦ, κεῖται δ’ ἐκ
1. τῶν ἔνδον καὶ πρόσω μερῶν τοῦ τὴν διάρθρωσιν ὅλην εἰρημένου
2. σφίγγειν συνδέσμου· καὶ εἰ τείνεις ταύτην, καμπτομένην
3. θεάσῃ τὴν κνήμην. ἐπεὶ δὲ βραχύς τέ ἐστιν αὐτὸς
4. ὁ μῦς οὗτος τὸ μῆκος, ἥ τε κνήμη πολλαῖς σαρξὶν ἐν κύκλῳ
5. περιβεβλημένη βραχεῖα δι’ ἐκείνας ἐστὶν, ἐὰν ταύτας τε
6. τὰς σάρκας ἀφέλῃς καὶ προσέτι τὸν πόδα γυμνὸν καταστήσῃς,
7. τὸ τῆς κνήμης ὀστοῦν ὄψει ῥᾳδίως ὑπὸ τοῦ προκειμένου
8. κατὰ τὸν λόγον συνδέσμου τε καὶ μυὸς ἑλκόμενον
9. εἰς τοὐπίσω μετὰ τοῦ παρεγκλίνειν ἐκτός. οὗτος μὲν
10. οὖν ὁ μῦς εἰκότως ἠγνοήθη, κατακεκρυμμένης αὐτοῦ τῆς
11. κεφαλῆς. οἱ δὲ ἐπὶ τοῦ ποδὸς οὐκ ἔχω φάναι διὰ τί παρώφθησαν
12. ἐνίοις, καὶ μάλιστά γ’ ὅσοι τοὺς ἔνδον τῆς χειρὸς
13. ἑπτὰ μύας ἐθεάσαντο. παρέλιπον μὲν γὰρ κᾀκεῖ τοὺς
14. ἐν τῷ βάθει κειμένους ἐπ’ αὐτοῖς τοῖς ὀστοῖς, ὡς ἔμπροσθεν
15. εἶπον, οὐ μὴν τούς γε προφανεῖς τοὺς ζ΄. κατὰ δὲ
16. τὸν πόδα τέτταρα γένη μυῶν εἰσιν, οὐχ, ὡς ἐν τῇ χειρὶ,
17. δύο· τρία μὲν ἐν τοῖς κάτω τοῦ ποδὸς, ἓν δὲ ἐν τοῖς ἄνω
18. κατὰ τοῦ ταρσοῦ τεταγμένον. εἰσὶ δ’ οὗτοι μὲν οἱ
19. μύες ἔτι λοξῶν κινήσεων ἐξηγούμενοι τοῖς δακτύλοις ἀνάλογον
1. τοῖς ἐπὶ τῆς χειρὸς ἔξωθεν. οἱ δ’ ὑποκάτω τοῦ ποδὸς,
2. ἑπτὰ μὲν κᾀνταῦθα ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἑπτὰ
3. μυσὶ, λοξὰς κινήσεις ἕκαστον τῶν δακτύλων κινοῦντες· ὧν
4. οἱ δύο καθάπερ ἐν τῇ χειρὶ τῶν πρώτων κατὰ τὸν καρπὸν
5. ὀστῶν ἀπεφύοντο, καὶ αὐτοὶ κατὰ τὸν πόδα τῶν πρώτων
6. κατὰ τὸν ταρσὸν ἐπιπλεῖστον ἀπάγονται τῶν ἄλλων δακτύλων
7. ἔξωθεν· οἱ λοιποὶ δὲ πέντε μικρὸν ὕστερον εἰρήσονται.
8. ἄλλοι δ’ ἐκ τῶν κάτω μερῶν εἰσι μικροὶ μύες, ἐκπεφυκότες
9. τῶν τοὺς δακτύλους καμπτόντων τενόντων, πρὶν ἀκριβῶς
10. εἰς ἕκαστον αὐτῶν σχισθῆναι. τὸ δ’ ἔργον τούτων τῶν μυῶν
11. κάμπτειν τὸ μέσον ἄρθρον ἑκάστου δακτύλου. τοῖς γὰρ
12. ἐσχισμένοις ἤδη τένουσιν ἕτεροι μικρότεροι μύες ἐπιφύονται,
13. τοῖς ἔνδον ἐν τῇ χειρὶ τῆς λοξῆς κινήσεως ἐξηγουμένοις ἑκάστῳ
14. δακτύλῳ τὴν αὐτὴν ἀναλογίαν ἔχοντες. τέτταρες δ’
15. εἰσὶ καὶ οὗτοι τὸν ἀριθμὸν, ὥσπερ κᾀκεῖνοι. προσελθόντων
16. δ’ αὐτοῖς δύο μὲν μυῶν τῶν τοὺς ἐσχάτους δακτύλους ἐπιπλεῖστον
17. ἀπαγόντων, οὕς προειρήκαμεν, ἑνὸς δ’ ἔτι τοῦ τὸν
18. μέγαν προσάγοντος τῷ οἷον λιχανῷ, τὸ σύμπαν πλῆθος ζ΄
1. γίνεται. τρίτον δ’ ἄλλο γένος ἐστὶ μυῶν ἐν τοῖς ποσὶ κάτω τῶν
2. αὐτοῖς τοῖς ὀστοῖς ἐπιπεφυκότων, ἀνάλογον τοῖς ἀγνοηθεῖσι
3. τελέως ἐν χερσὶν, οὓς δηλονότι θεάσῃ τοὺς τένοντας ἅπαντας
4. ἐκτεμὼν, ὥσπερ κᾀκεῖ. καὶ ἥ γε θέσις αὐτῶν πᾶσα, καὶ ὁ
5. ἀριθμὸς, καὶ ἡ χρεία κατὰ τοὺς ἐν τῇ χειρὶ προειρημένους
6. ἐστί. δύο γὰρ ἑκάστου δακτύλου τῆς πρώτης διαρθρώσεως
7. προτεταγμένοι κάμπτουσι μετρίως αὐτοὺς, ἅμα μὲν ἐνεργήσαντες
8. ἰσόῤῥοπον, ἰδίᾳ δ’ ἑκάτερος ἀμβλύνων ἀτρέμα πρὸς
9. τὸ πλάγιον. εὑρίσκονται δ’ ἐνίοτε συνεχεῖς ἀλλήλοις οὕτως,
10. ὡς ἕνα δοκεῖν εἶναι· καθ’ ἕκαστον δάκτυλον. ἀνατμηθέντων
11. δὲ καὶ τούτων τῶν μυῶν, οὐκ ἔτ’ ἄλλος ὑπολείπεται τῶν
12. καθ’ ὅλον τὸ σκέλος.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 2.9, ed. Kühn, 1821, vol. 2, p. 324-328. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩