Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 3.1, ed. Kühn, 1821, vol. 2, p. 340-346. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΑΤΟΜΙΚΩΝ

ΕΓΧΕΙΡΗΣΕΩΝ

ΒΙΒΛΙΟΝ Γ.

1. Ὅσοι μὲν οὖν ἀμελοῦντες τῶν ἔργων τῆς
2. τέχνης ἐσπουδάκασι μᾶλλον ἐπὶ τοῖς τῶν σοφιστῶν λόγοις,
3. ἧττον αὐτοῖς μέλει γινώσκειν ἀκριβῶς τὴν φύσιν τῶν κώλων.
4. οὔτε γὰρ ἐξαρθρήματα σὺν ἕλκει τε καὶ χωρὶς ἕλκους, οὔτε
5. κατάγματα καὶ σφακέλους τῶν ἐν αὐτοῖς ὀστῶν ἐπιχειροῦσιν
6. ἰᾶσθαι. τί δεῖ λέγειν, ὡς οὐδ’ ἀποσκήμματα τέμνειν, ἢ σηπεδόνας
7. ἐκτέμνειν, ἢ βέλος ἢ σκόλοπα κομίσασθαι καλῶς,
1. οἳ οὐδ’ ἄχρι τοῦ σχάσαι τὴν φλέβα προσηκόντως ἐσπούδασαν;
2. ἐγὼ δὲ ἀξιῶ τοὺς νέους τὰ τοιαῦτα πάντα πρῶτον ἠσκῆσθαι,
3. διότι καὶ τὴν χρείαν αὐτῶν ἀναγκαίαν ὁρῶ, καὶ τὴν
4. τῆς ἀγνοίας αἰσχύνην τοσούτῳ χαλεπωτέραν, ὅσῳ τὴν γνῶσιν,
5. ὡς αὐτοὶ νομίζουσι, βραχυτέραν. ἔστι τοίνυν σύμπασα
6. φύσις τῶν κώλων ἐξ ὀστῶν συγκειμένη καὶ συνδέσμων, καὶ
7. μυῶν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων, ἔτι τε τοῦ
8. κοινοῦ πάντων ἀμφιέσματος, ὃ καλεῖται δέρμα. καὶ γὰρ
9. καὶ περὶ τὴν τούτου φύσιν ἐσφάλησαν οἱ δεινότατοι τῶν
10. ἀνατομικῶν, ἐν ἄλλοις τέ τισι μέρεσι, καὶ περὶ τὸ τῆς
11. ἄκρας χειρὸς ἔνδον, ὅσον τε κάτω τοῦ ποδός ἐστιν, ὃ
12. προσαγορεύουσι πέλμα. δι’ ἣν ἄγνοιαν ἀνὴρ ἐπὶ χειρουργίᾳ
13. δόξαν οὐ σμικρὰν ἔχων, ἐκκόπτων ποτε καρποῦ σφακελίσαντος
14. ὀστοῦν, ἀναίσθητον ἀπέφῃνε τὸ τῆς χειρὸς ἔνδον.
15. ἑτέρῳ δὲ οὐ πρὸ πολλοῦ περὶ τὸν αὐτὸν τόπον ἐνεργοῦντι
16. παραγενόμενος, ἔδειξα τὴν χώραν, ἐν ᾗ πρῶτον ὁ
17. ὑποφυόμενος τῷ ψιλῷ τῆς χειρὸς τένων ἄρχεται πλατύνεσθαι,
1. φυλάξασθαί τε διελεῖν αὐτὸν ὑπεθέμην, καὶ διὰ τοῦτ’
2. ἐσώθη τοῦ χειρισθέντος ἡ αἴσθησις. ἀλλ’ εἰ καὶ φθάσειέ
3. ποτε σαπεὶς ὁ τένων, ἀνέγκλητος ἔσῃ προειπὼν τὴν ἐξ
4. ἀνάγκης ἑπομένην ἀπώλειαν τῆς αἰσθήσεως. οὕτω δ’, εἰ
5. καὶ πρός τινος ἔξωθεν ὀξέος ὅλος διατμηθείη, καθάπερ
6. τινὶ συμβέβηκε, καὶ τότ’ ἀναίτιος ὁ ἰατρὸς ἔσται, προειπὼν,
7. ἐς ὅ τι τελευτήσει τὸ πρᾶγμα. ταῦτα μὲν οὖν ἐπί τε
8. τῷ τῆς χειρὸς ἔνδον ἐγνωκέναι προσήκει, καὶ τῷ κάτω τοῦ
9. ποδός· ἄλλα δ’ οὐκ ὀλίγα περὶ τὰς ἀρτηρίας τε καὶ τὰς
10. φλέβας καὶ τὰ νεῦρα. καὶ πρῶτον μὲν, ὡς οὐκ ἐκ τῶν αὐτῶν
11. νεύρων ἥ τ’ αἴσθησίς ἐστι καὶ ἡ κίνησις ἑκάστῳ τῶν
12. δακτύλων. ἔπειθ’, ὅτι, πάντων τῶν ἐπ’ αὐτοὺς ἡκόντων
13. νεύρων, ἐν μὲν τῇ χειρὶ διὰ τοῦ βραχίονός τε καὶ πήχεως,
14. ἐν δὲ τῷ σκέλει διά τε τοῦ μηροῦ καὶ τῆς κνήμης, ἐνίοτε
15. μὲν ἐν τῷ μηρῷ τεμόντων τὸ νεῦρον, ἐνίοτε δ’ ἐν τῇ κνήμῃ
16. τῶν κατ’ ἄκρον τὸν πόδα καὶ τὴν χεῖρα δακτύλων, ἀναισθήτους
17. ἢ ἀκινήτους εἰργάσαντό τινας. ἀλλὰ ταῦτα μὲν
18. αὐτοῖς συμβαίνει διὰ τὴν τῶν νεύρων ἄγνοιαν. ἕτερα δὲ
1. μυρία διὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας, ἃς οὐδ’ ἄχρι
2. τοσούτου γιγνώσκουσιν ἔνιοι τῶν ἰατρῶν, ὡς φυλάττεσθαι
3. κατὰ τὰς χειρουργίας τιτρώσκειν αὐτάς. καὶ διὰ τοῦτο ἐκκόπτοντες
4. ὀστᾶ καὶ ἀποστήματα τέμνοντες, ἐνίοτε μὲν ἀξιολόγους
5. φλέβας διακόπτουσιν, ἐνίοτε δὲ μεγάλας ἀρτηρίας
6. τέμνοντες αἱμοῤῥαγίᾳ περιπίπτουσιν ἀνεπισχέτῳ. ἔνιοι δ’
7. αὐτῶν καὶ φλεβοτομοῦντες διεῖλον ἀρτηρίαν, ἀγνοοῦντες, ἐν
8. τίσι τῶν κατὰ τὰ κῶλα φλεβῶν ὑποβέβληταί τις ἀρτηρία.
9. τὸ δὲ τοῦ βεβλαμμένου τὴν αἴσθησιν τῶν μικρῶν ἐν τῇ
10. χειρὶ δακτύλων καὶ τοῦ μέσου κατὰ τὸ ἥμισυ μέρος, ὃν
11. ἡμεῖς ἐθεραπεύσαμεν, οὐδεὶς ἀγνοεῖ διὰ τὴν ἐπιφάνειαν τοῦ
12. θεραπευθέντος σοφιστοῦ, προνοουμένων μὲν αὐτοῦ τῶν
13. ἀπὸ τῆς τρίτης αἱρέσεως ἰατρῶν, καὶ πράγματα παρεχόντων
14. τοῖς δακτύλοις, ὡς αὐτοῖς πεπονθόσιν, οὔσης δὲ τῆς διαθέσεως,
15. ἔνθα πρῶτον ἐκφύεται τοῦ νωτιαίου μυελοῦ τὸ νεῦρον.
16. οἱ μὲν οὖν μεθοδικοὶ χαλαστικὰ μὲν ἐν ἀρχῇ, συγκριτικὰ
17. δὲ ὕστερον, ὡς αὐτοὶ καλοῦσι, φάρμακα προσέφερον
18. τοῖς δακτύλοις, οὐδὲν τῶν προηγησαμένων αἰτιῶν πολυπραγμονήσαντες,
1. αὐτό γε μόνον τοῦτο γνόντες, ὅτι τοῖς
2. δακτύλοις ἀπὸ ταὐτομάτου δυσαισθησία τε καὶ ναρκώδης
3. διάθεσις ἐγγενομένη κατὰ βραχὺ προσαύξοιτο. μηδὲν δ’
4. ὑπὸ τῶν φαρμάκων ὀνινάμενος ὁ κάμνων ἐκοινώσατο κᾀμοὶ
5. περὶ τῆς ἰάσεως. ἠρόμην οὖν αὐτὸν, εἰ μηδὲ κατὰ τὸν πῆχυν
6. ἢ τὸν βραχίονα γεγενημένη τις εἴη πληγὴ πρόσθεν·
7. ὡς δ’ οὐδεμίαν ἔφη, πάλιν ἠρόμην, εἰ μὴ κατὰ τὴν ἀρχὴν
8. τοῦ μεταφρένου· ὁ δὲ ὡς πρὸ τριῶν ἢ τεττάρων μηνῶν
9. ἔφη, ἐκπεσὼν ὀχήματος, ἐν τῷ καταφέρεσθαι πρὸς τὴν γῆν
10. ὀρθίῳ τινὶ λίθῳ προστυχεῖν, ὑφ’ οὗ πληγῆναί τι τὴν ἀρχὴν
11. τοῦ μεταφρένου, καὶ σφοδρῶς ὀδυνηθεὶς ἐντὸς τῆς ζ΄
12. ἡμέρας ἀνώδυνος γενέσθαι, ιε΄ δ’ ὕστερον ἀπὸ τῆς πρώτης
13. πληγῆς ἡμέρᾳ βραχεῖάν τινα γενέσθαι τῆς ἐν τοῖς δακτύλοις
14. δυσαισθησίας καὶ ναρκώδους διαθέσεως αἴσθησιν, ἣν
15. αὔξεσθαι μέχρι δεῦρο μηδὲν ὠφελουμένην ὑπὸ τῶν φαρμάκων.
16. ἐλογισάμην οὖν, ὑπόλειμμά τι τῆς γενομένης φλεγμονῆς
17. ἐν τῇ ῥίζῃ τοῦ νεύρου τοῦ παραγιγνομένου πρὸς τοὺς
18. πεπονθότας δακτύλους σκιῤῥωθὲν, αὐτὸ μὲν ἀνώδυνον εἶναι, 
1. τοῖς δακτύλοις δ’, εἰς οὓς ἀφικνεῖται, τῆς δυσαισθησίας
2. αἴτιον ὑπάρξαι. καὶ δὴ καὶ μεταθεὶς αὐτοῦ τὰ τοῖς
3. δακτύλοις ἐπιτιθέμενα φάρμακα κατὰ τῆς τοῦ πληγέντος
4. ἐν ἀρχῇ χώρας, τὴν ἴασιν τοῦ πάθους ἐποιησάμην. ἐπιλείποι
5. δ’ ἄν με ἡ ἡμέρα διηγούμενον, ὅσα τοιαῦτα τεθέαμαι
6. κατὰ τοὺς πόδας καὶ τὰς χεῖρας, ἐπί τε στρατιωτῶν
7. ἐν πολέμοις τετρωμένων, καὶ τουτωνὶ τῶν καλουμένων
8. μονομάχων, ἄλλων τε πολλῶν ἰδιωτῶν κατὰ τὰς πολλὰς
9. περιστάσεις πραγμάτων συμβάντα, διὰ πάντων ἀσχημονούντων
10. ἐπ’ αὐτῶν τῶν ἀμαθῶν τῆς ἀνατομῆς. ἢ γὰρ αὐτοὶ
11. χειρουργοῦντες ἐνίοτε βραχύ τι τέμνουσι νεῦρον οὐ σμικρὰν
12. ἔχον δύναμιν, ἐφ’ ᾧ ποτὲ μὲν αἴσθησις μόνη τῶν ὑποκειμένων
13. τινὸς ἀπόλλυται, ποτὲ δὲ κίνησις, ἐνίοτε δ’ ἄμφω, ἢ
14. δὴ, κατά τινα περίστασιν πραγμάτων οὕτω τρωθέντος τινὸς,
15. ἐκ τοῦ μὴ προειπεῖν αὐτοὶ τοῦ γενέσθαι τὸ πάθος αἰτίαν
16. ἔσχον. ὁρῶν γοῦν ἐγὼ τὴν τῶν κώλων γνῶσιν ἀναγκαιοτάτην
17. μὲν οὖσαν, ὥσπερ καὶ τὴν τῶν ἐκτὸς ἁπάντων ἀνατομὴν,
1. ἠμελημένην δ’ ἐσχάτως, ἐδικαίωσα πρώτῃ τῇ κατὰ τὰ
2. κῶλα τῶν μυῶν ἀνατομῇ γεγονυίᾳ καὶ τὴν τῶν ἀρτηριῶν
3. καὶ φλεβῶν καὶ νεύρων τῶν ἐν αὐτοῖς ἐφεξῆς προσθεῖναι,
4. καὶ προτρέπειν γε τοὺς νέους, ὅσοι περὶ τὰς ἀνατομὰς ἔχουσιν,
5. ἐν τούτοις πρώτοις γυμνάσασθαι, θεωροῦντας ὁσημέραι
6. τῶν ἰατρῶν τοὺς ἐπισταμένους μὲν, ὁπόσοι τέ εἰσι καὶ ὁποῖοι
7. κατὰ τὴν καρδίαν ὑμένες, ἤ τῆς γλώττης οἱ μύες, ὅσα
8. τ’ ἄλλα τοιαῦτα, μὴ γινώσκοντας δὲ τὴν ἐκτὸς ἀνατομὴν, ἐν
9. προγνώσει τε καὶ χειρουργίᾳ τῶν κατὰ ταῦτα τὰ μέρη γινομένων
10. παθῶν μέγιστα σφαλλομένους, τοὺς δὲ ταύτην μὲν γινώσκοντας,
11. ἀγνοοῦντας δ’ ἐκεῖνα, κατορθοῦντας ὁσημέραι.

Cliquer un n° de page pour en afficher l’image