Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 3.12, ed. Kühn, 1821, vol. 2, p. 406-412. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:3.12

8. Μικρὰ μέν τις φλὲψ ἐπὶ τὸ σκέλος ἥκει
9. διὰ τοῦ τῆς ἥβης ὀστοῦ, βραχύ τι μέρος αὐτοῦ τρέφουσα,
10. περὶ οὗ ὕστερον εἰρήσεται. μία δ’ ἄλλη μεγίστη φλὲψ εἰς
11. ὅλον διανέμεται τὸ σκέλος, ἐκ τῶν ἔνδον αὐτοῦ φερομένη
12. διὰ τοῦ βουβῶνος. ἀποφύσεις δ’ αὐτῆς τινὲς μὲν ἄτακτοι
13. πρὸς τὸ δέρμα διεξέρχονται· καὶ καλοῦσι τὰς τοιαύτας φλέβας
14. ἔνιοι τῶν ἰατρῶν σποράδας· αἱ δ’ εἰς τοὺς μῦς διανεμόμεναι
15. τεταγμένην ἔχουσι τήν τε γένεσιν καὶ τὴν θέσιν.
16. οὐ μὴν οὐδ’ αὗται φυλάττουσι τὴν ἰσότητα τοῦ μεγέθους
17. ἐπὶ πάντων, ὥσπερ οὐδὲ κατὰ τὰς χεῖρας. εἰρήσονται δ’
18. ἡμῖν καὶ νῦν, ὅσαι πλειστάκις ἀποφύσεις φαίνονται τῆς
1. μεγάλης φλεβὸς, ἥτις οἷόν περ στέλεχός ἐστιν ἁπασῶν τῶν
2. κατὰ τὸ σκέλος. εὐθέως μὲν οὖν εἴς τε τὰ πρόσω καὶ
3. ἔνδον τοῦ μηροῦ φέρεταί τις ἀπόφυσις ἐπιπολῆς ὑπὸ τῷ
4. δέρματι, πολυειδῶς εἰς αὐτὸ διασπειρομένη. μετὰ δὲ ταύτην
5. ἄλλαι λεπταὶ σποράδες εἰς τὸ δέρμα διανέμονται τρεῖς
6. που καὶ τέτταρες. εἶτα κατὰ μέσον τὸν μηρὸν ἀξιόλογος
7. ἄλλη, παραπλήσιος τῇ πρώτῃ, σημαίνεται παρὰ τὸν στενὸν
8. μῦν, εἰς ὃν καὶ αὐτὸν ἐνταῦθα μάλιστα φλέψ ἐμφύεται.
9. κᾄπειτ’ ἄλλαι σποράδες μικραὶ δύο που καὶ τρεῖς. καὶ
10. μετὰ ταύτας ἀξιόλογος ἄλλη κατὰ τοῦ γόνατος ἔνδον. εἶτ’
11. ἐφεξῆς ἄλλη δισχιδής· καὶ ἐπὶ ταύτῃ ἄλλαι πλείους ἐφεξῆς.
12. αὗται μὲν ἐπιπολῆς ὑπὸ τῷ δέρματι πᾶσαι, διὰ βάθους
13. δὲ ἕτεραί τινες οὕτως ἔχουσαι. μετὰ μὲν τὸν βουβῶνα
14. πρώτη τοῖς προσθίοις δύο μυσὶ διανέμεται· καὶ μετὰ ταύτην
15. ἄλλη διὰ βάθους μᾶλλον, ἱκανῶς μεγάλη, μεταξὺ φερομένη
16. τοῦ τε μεγίστου πάντων μυὸς καὶ τῶν προσθίων
17. τοῦ ἔνδον,ἀφ’ ἧς πολλαὶ φλέβες εἰς ἅπαντας σχεδὸν
1. τοὺς περὶ τὸν μηρὸν μῦς διανέμονται. ἐφεξῆς δὲ ταύτῃ,
2. περὶ ἧς προεῖπον, ὡς ὑπὸ τῷ δέρματι διασπείρεται. καὶ
3. μετὰ ταύτην ἄλλη τις εἰς τὸν τῶν προσθίων μέγαν μῦν ἐμφύεται,
4. διὰ βάθους διεξερχομένη πρὸς τὴν ἔξω χώραν τοῦ
5. μηροῦ. καὶ μετ’ ἐκείνην ἀξιόλογος ἄλλη, διὰ βάθους μᾶλλον
6. εἴς τε τὸν μέγιστον μῦν καὶ τοὺς παρακειμένους αὐτῷ.
7. καὶ μετὰ ταύτας ἡ προειρημένη κατὰ τὴν τῶν ἐπιπολῆς
8. διήγησιν, ἥτις κατὰ τὴν ἔνδον χώραν τοῦ γόνατος μέχρι
9. τοῦ τῆς κνήμης πέρατος διεξέρχεται κατασχιζομένη πολυειδῶς
10. ὑπὸ τὸ δέρμα. πλησίον δὲ τῆς εἰρημένης ἀποφύσεως
11. ὄψει καὶ ἄλλας ἀπὸ τῆς μεγάλης φλεβὸς εἴς τε τὰ
12. κάτω μέρη τοῦ μεγίστου μυὸς καὶ περὶ τὴν διάρθρωσιν
13. ὅλην ἄχρι βάθους κατασχιζομένας. ἐπὶ δὲ ταῖς εἰρημέναις
14. ἐνίοτε μὲν εὐθέως ἡ μεγάλη φλέψ διασχίζεται, ποτὲ δὲ πρὸ
15. τοῦ σχισθῆναι φλὲψ αὐτῆς ἀποφύεται κατὰ τὴν ἀρχὴν τῆς
16. γαστροκνημίας, διὰ τῶν ὑποκάτω μερῶν τῆς διαρθρώσεως
17. εἰς τὴν ἐκτὸς χώραν περιερχομένη· παρατάττεται δ’ αὐτῇ
18. τῇ περόνῃ, δισχιδὴς γιγνομένη. καὶ τὸ μὲν ἕτερον αὐτῆς
19. μέρος ἐπιπολῆς κατασχίζεται τοῖς ἔξωθεν μέρεσι τῆς περόνης
1. ἄχρι τοῦ σφυροῦ· τὸ δ’ ἕτερον, διὰ βάθους τῶν ἔξωθεν
2. μυῶν ἐνεχθὲν, ἀπονεμήσεις διδὸν ἑκάστῳ, διεξέρχεται
3. μεταξὺ κνήμης τε καὶ περόνης πλησίον τοῦ κάτω πέρατος
4. τῆς περόνης· ὥσθ’ ἑκατέρῳ τῷ πέρατι, τούτῳ τε καὶ τῷ
5. προειρημένῳ τῆς ἐπιπολῆς φλεβὸς, ἡ κυρτὴ τῆς περόνης
6. ἀπόφυσις περιλαμβάνεται. φαίνεται δὲ ἐνίοτε, μετὰ τὸ
7. σχισθῆναι δίχα τὴν μεγάλην φλέβα κατὰ τὴν ἰγνύαν, ἐκ
8. θατέρου τῶν μερῶν ἡ προειρημένη φλὲψ ἀποβλαστάνουσα.
9. ὅπως δ’ ἂν σχισθῇ καὶ ἔχῃ κατ’ αὐτὴν, ἥ τε ὑπόλοιπος
10. φλὲψ ἡ μεγάλη δίχα· σχίζεται κατὰ τὴν ἰγνύαν, κᾄπειτα τῷ
11. μὲν ἑτέρῳ μέρει τὴν γαστροκνημίαν διεξελθοῦσα πρὸς τὸ
12. κατὰ τὰ σφυρὰ πέρας ἀφικνεῖται τῆς κνήμης, κᾀντεῦθεν
13. ἐπὶ τὸ κάτω τοῦ ποδὸς ἐνεχθεῖσα, διὰ τῆς μεταξὺ χώρας
14. κνήμης τε καὶ περόνης εἰς τοῦτο διανέμεται· τῷ δ’ ἑτέρῳ
15. μέρει διεξελθοῦσα πρὸς τὸ ἀντικνήμιον, εἰς πλείους σχίζεται
16. φλέβας, ἁπάσας ἐν τῷ πρόσω μέρει μεταξὺ κνήμης τε καὶ
17. περόνης φερομένας· καὶ διεξέρχεταί γ’ αὐτῶν τὰ πέρατα
18. μέχρι τοῦ ταρσοῦ τε καὶ τοῦ ποδὸς καὶ τῶν δακτύλων 
1. ἀλλήλοις τε καὶ ταῖς παρακειμέναις ἀναμιγνύμενα. ταύτης
2. γάρ τοι τῆς φλεβὸς, τῆς παρὰ τὸ ἀντικνήμιον διεξελθούσης
3. καὶ σχισθείσης, ὡς εἴρηται, κατὰ πάντα τὸν μεταξὺ
4. τόπον περόνης τε καὶ κνήμης, ἀξιόλογοι δύο φλέβες ἐγγὺς
5. ἥκουσι τοῖς κυρτοῖς πέρασι κνήμης τε καὶ περόνης, ἐν τῷ
6. μέσῳ τὰς ἄλλας πάσας ἑαυτῶν ἔχουσαι. καὶ μίγνυνταί γε
7. ταῖς προειρημέναις αἱ φλέβες αὗται καθ’ ἑκάτερον τῶν
8. περάτων· ἡ μὲν ἔνδον τῇ κατὰ τὸ γόνυ μὲν ἀποσχισθείσῃ,
9. διὰ δὲ τῶν ἐντὸς μερῶν κατά γε τῆς γαστροκνημίας καὶ
10. τῆς κνήμης ὅλης ἐπὶ τὸ σφυρὸν ἐνεχθείσῃ· ἡ δ’ ἔξω ταῖς
11. κατὰ τοῦτο τὸ μέρος εἰρημέναις ἀφικνεῖσθαι φλεψὶν ἀπὸ
12. τῆς διὰ τῶν ἔξωθεν μερῶν παρὰ τὴν περόνην κατάντους
13. ἐνεχθείσης. ἀπὸ δὲ τῶν ἑνουμένων ἀλλήλαις κατὰ τὰ πέρατα
14. κνήμης τε καὶ περόνης μικραὶ μὲν ἥκουσιν ἐπὶ τὸν ταρσὸν
15. τοῦ ποδὸς, μείζονες δ’ αὐτῶν ἐν τῷ κάτω διεξέρχονται, καὶ
16. μάλιστα κατὰ τὴν ἔνδον χώραν, ἔνθα τῆς κνήμης ἐστὶ τὸ
17. κυρτὸν πέρας, ὑφ’ ὧν τὰ κάτω τοῦ ποδὸς ἅπαντα τρέφεται.
18. τὸ δὲ περὶ τὴν πτέρναν ὄπισθεν ἀπὸ τῶν πλησίον ἔσωθέν
19. τε καὶ ἔξωθεν ἀποφύσεις ἑνουμένας ἀλλήλαις λαμβάνει.
1. κοινὸν γὰρ χρὴ τοῦτο γινώσκειν, ὥσπερ ἤδη καὶ πρόσθεν
2. εἴρηται, τὰ πέρατα τῶν φλεβῶν ἐπιμίγνυσθαι μὲν καὶ τοῖς
3. ἄλλοις μέρεσι, μάλιστα δ’ ἐν τοῖς ἄκροις τοῦ σώματος.
4. πρόδηλα δέ που τὰ τοιαῦτα, κᾂν ἐγὼ μὴ λέγω, τοῖς εἰρημένοις
5. συνεπινοούμενα. τὰς γὰρ ἐπὶ τὸν ταρσὸν ἡκούσας
6. φλέβας τε καὶ νεῦρα μέχρι τοῦ πέρατος ἀναγκαῖον ἐξικνεῖσθαι
7. τοῦ ποδός. εὔδηλον δ’, ὅτι καὶ τῶν μὲν ἀπὸ
8. τῆς περόνης ἐπ’ αὐτὸν ἡκουσῶν τὰ πέρατα πρὸς τοὺς μικροὺς
9. δακτύλους ἀφικνεῖται, τῶν δ’ ἀπὸ τῆς κνήμης ἐπὶ
10. τοὺς μεγάλους, ὥσπερ γε καὶ τῶν ἀπὸ τῆς μεταξὺ χώρας
11. περόνης τε καὶ κνήμης ἐπὶ τοὺς μέσους. ἡ μὲν οὖν διὰ
12. τοῦ βουβῶνος φλὲψ οὕτω κατασχίζεται· ἡ δὲ διὰ τοῦ τῆς
13. ἥβης ὀστοῦ μόνοις τοῖς ἐνταῦθα σώμασι διανέμεται. πρόκειται
14. δὲ τοῦ ὀστοῦ τοῦδε μῦς εἷς μικρὸς, ὁ κατειληφὼς
15. ὅλον τὸ τρῆμα· τούτῳ δ’ ἐπιπέφυκε τὰ πρῶτα τοῦ
16. μεγίστου μυὸς, ᾧ παραπέφυκε τρίτος ὁ ἐκ τῆς συμβολῆς
17. τῶν τῆς ἥβης ὀστῶν ἐκφυόμενος εἷς ἑκατέρωθεν. ὁ μὲν οὖν
18. μικρὸς ὅλος ὑπὸ τῆς φλεβὸς τῆσδε τρέφεται, τοῦ δὲ μεγίστου
1. μέρος οὐ πολὺ, τοῦ δ’ ἐκ τῆς συμβολῆς συμφυομένου
2. πλεῖστον· εἰς γὰρ τὰ κάτω μέρη τοῦ μυὸς τούτου καὶ
3. φλὲψ ἄλλη, καὶ νεῦρον ἕτερον ἐμφύεται. τά γε μὴν πέρατα
4. τῆς προκειμένης ἐν τῷ λόγῳ τῷδε φλεβὸς ἐς ταὐτὸν ἥκει
5. τοῖς πέρασι τοῖς ἀπὸ μὲν τῆς μεγάλης, ἐμπεφυκόσιν δὲ τοῖς
6. πρώτοις τοῦ μεγίστου μυὸς, ἐνταῦθα διασπειρομένοις.

Cliquer un n° de page pour en afficher l’image