13. Ἃ γοῦν εἶπον ἄρτι περὶ τῶν κατὰ τὸν
14. πῆχύν τε καὶ ἄκραν τὴν χεῖρα φλεβῶν, ἅπαντ’ ἐστὶ γνῶναι
15. πρὸ τῆς ἀνατομῆς ἐπὶ πολλῶν ἀνθρώπων· ὥσπερ γε καὶ
16. ὅτι μετὰ τὸ σχισθῆναι τὴν διὰ μασχάλης φλέβα πρὸ τῆς
17. κατ’ ἀγκῶνα διαρθρώσεως ἡ πρὸς τὴν καμπὴν ἀφικνουμένη
18. μέχρι τινὸς ὑποκειμένην ἔχει τὴν ἀρτηρίαν, ἣν ἐπὶ
1. τῶν ἰσχνῶν τε φύσεων καὶ μεγαλοσφύκτων ἔνεστι γνωρίσαι
2. διὰ τῆς ἁφῆς ἄχρι τινὸς χωρίου διασημαίνουσαν τὴν κίνησιν·
3. ὥστε γε, κᾂν φλεβοτομῇς ἐπὶ μὲν τῶν ὅλην τὴν φλέβα
4. σαφῶς φαινομένην ἐχόντων, ἀποχωρεῖν ὅσον ὅτι πλεῖστον
5. ἀπὸ τῆς ἀρτηρίας, ἐφ’ ὧν δὲ τὸ κατὰ τῆς ἀρτηρίας αὐτῆς
6. ἐπικείμενον μόνον φαίνεται, τὸ δ’ ἄλλο πᾶν ἀφανές ἐστιν,
7. προσέχειν ἐπιμελῶς. πρῶτα μὲν, ἰδίᾳ σφίγγοντός σου τὸν
8. βραχίονα, τὸ περὶ τὴν ἀρτηρίαν χωρίον εἰς ὄγκον ἀξιόλογον
9. αἴρεται· δεύτερον δὲ τῶν ἄλλων τινὰ φλεβῶν τέμνειν, ὧν
10. ἐρῶ. μηδέποτε γὰρ τέμνε τὴν φλέβα τήνδε, διαφυσηθέντος
11. τοῦ χωρίου, γιγνώσκων τὴν ὑποκειμένην ἀρτηρίαν εὐρεῖάν τε
12. εἶναι καὶ εὔρωστον· εἷθ’, ὅταν ἐπὶ πλεῖστον ὀγκωθῇ, τὴν
13. ἐπικειμένην φλέβα συνεξαίρειν τε καὶ περιτείνειν ἑαυτῇ.
14. συμβαίνει τοιγαροῦν ἐν τούτῳ περὶ τὸ κυρτὸν τῆς ἀρτηρίας
15. ὑψουμένην τὴν φλέβα κενωτέραν γίγνεσθαι, καθ’ ὃ περιτείνεται
16. μέρος, ὥστε τὸν ἐπιβάλλοντα τὸν φλεβοτόμον αὐτῇ
17. κατὰ τὴν εἰθισμένην αὐτῷ συμμετρίαν τῆς ἐπερείσεώς τε καὶ
18. καταθέσεως ἐν τάχει μὲν ἐκείνην ὅλην διεξέρχεσθαι, τιτρώσκειν
1. δὲ τὴν ὑποκειμένην ἀρτηρίαν. ἀποχωρεῖν οὖν ἀπ’
2. αὐτῆς προσήκει ἐπί τινα τῶν πλησίον φλεβῶν, μάλιστα μὲν
3. τῶν ἐπὶ τὸ τοῦ πήχεως ὀστοῦν καταφερομένων· εἰ δὲ μηδὲ
4. τούτων τις φαίνοιτο, πρὸς τὴν ἐκ τῆς μίξεως τῶν ἐν τῇ
5. καμπῇ φλεβῶν γενομένην, ἣν ἐπὶ τὸ τῆς κερκίδος ἔφην
6. ὑψηλὸν ἀνατείνεσθαι· εἰ δὲ μηδ’ αὐτὸ φαίνοιτο, τὴν
7. ἀπὸ τῆς ὠμιαίας εἰς τὴν κατ’ ἀγκῶνα καμπὴν ἥκουσαν.
8. οὕτως δὲ κᾂν εἰ τὴν ὠμιαίαν ποτὲ δέοι τέμνειν, ὅταν μὴ
9. φαίνηται, τὴν ἀπ’ αὐτῆς ἥκουσαν εἰς τὴν καμπὴν ἀναγκαῖόν
10. ἐστι διαιρεῖν· εἰ δὲ μηδ’ αὐτὴ φαίνοιτο, τὴν ἀνατεινομένην
11. ἐπὶ τὴν κερκίδα λοξήν· εἰ δὲ μηδ’ ἐκείνη, τὴν ἀπὸ τῆς
12. μασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα καμπήν. αὕτη μὲν γὰρ ἡ
13. φλὲψ ἐπιτηδειοτάτη τοῖς πεπονθόσι τὰ κάτω τῶν κλειδῶν,
14. ἡ δ’ ὠμιαία τοῖς τὰ τούτων ἄνω. δευτέραν δὲ καὶ τρίτην
15. ἐπ’ αὐτοῖς ἔχουσι τάξιν ὧν ἐμνημόνευσα· κοινὴ δ’ ἀμφοτέροις
16. ἐστὶ ἡ πρὸς τὸ τῆς κερκίδος ὑψηλὸν ἀναφερομένη. διὸ
17. καὶ τρίτην αὐτῇ τάξιν ἔνειμα κατ’ ἀμφοτέρας τὰς χεῖρας.
1. ἐπὶ γὰρ τῶν διὰ τὸ τὰ κάτω τῆς κλειδὸς πεπονθέναι δεομένων
2. τοῦ αἵματος ἀφαιρέσεως πρώτην μὲν ἔχει τάξιν ὠφελείας
3. ἕνεκεν ἡ ἐπὶ τὴν καμπὴν ἐρχομένη, δευτέραν ἡ πρὸς
4. τὸν πῆχυν καταφερομένη, τρίτην δὲ ἡ κοινὴ, τετάρτην δὲ
5. ἡ ἀπὸ τῆς ὠμιαίας ἐπὶ τὴν καμπὴν ἐρχομένη φλὲψ, ἐσχάτην
6. δ’ ἡ ὠμιαία· τῶν δὲ τὰ τῆς κλειδὸς ἄνωθεν πεπονθότων
7. ἔμπαλιν αἱ μὲν ὠμιαῖαι τὴν πρώτην, ἡ δ’ ἀπ’
8. αὐτῆς ἐπὶ τὴν καμπὴν ἐρχομένη τὴν δευτέραν, τὴν τρίτην
9. δ’ ἡ κοινὴ, καὶ τετάρτην ἡ κατὰ τὰς ἀρτηρίας προερχομένη,
10. καὶ πέμπτην αἱ ἐπὶ τὸν πῆχυν καταφερόμεναι. περὶ μὲν
11. δὴ τῶν ἐπιπολῆς φλεβῶν καθ’ ὅλον τὸν πῆχυν ἄχρι τῶν
12. δακτύλων εἴρηται πάντα.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 3.6, ed. Kühn, 1821, vol. 2, p. 386-389. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:3.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩