7. Σὲ δ’ οὐχ ὡς Ἡροδότου τὴν ἱστορίαν ἕνεκα
8. τέρψεως ἀναγνῶναι προσήκει, ἀλλὰ τῇ μνήμῃ παραθέσθαι
9. τῶν ὀφθέντων ἕκαστον, ὅπως εἰδῇς ἁπάντων τῶν μερῶν
10. αὐτῆς ἀκριβῶς τὴν φύσιν. ἔνια μὲν γὰρ οὔτε ἀρτηρίαν,
11. οὔτε νεῦρα, οὔτε φλέβα μεγάλην ἔχει· τινὰ δ’ ἤτοι τὰ
12. τρία γένη τούτων, ἢ ἓν, ἢ δύο. ταῖς μὲν οὖν ἀρτηρίαις
13. καὶ φλεψὶ κατὰ τὸ μέγεθός ἐστιν ἡ δύναμις. οὐ μὴν καὶ
14. τοῖς γε νεύροις ὁμοίως ἐστὶν ἅπασιν, ἀλλ’ ἐπί τινων μορίων
15. νεῦρον μικρὸν οὐ σμικρὰν ἔχει δύναμιν, οἷον ὅσα τοῖς κινοῦσι
16. τὸν μέγαν δάκτυλον ἐνδιασπείρεται μυσὶν, ἐφεξῆς δ’
17. ὅσα τοῖς τὸν λιχανόν. εἰ γὰρ οὗτοι σώζοιντο μόνοι κατὰ
18. φύσιν ὄντες, ἤτοι παραλυθέντων τῶν ἄλλων, ἢ καὶ παντάπασιν
1. ἀπολομένων, οὐκ ἀκριβῶς ἂν εἴη κυλλὸς ὁ ἄνθρωπος,
2. οὐδὲ τελέως ἄχρηστον ἔχων τὴν χεῖρα. προστεθέντος
3. δὲ αὐτοῖς ἔτι καὶ τοῦ μέσου, βραχεῖα βλάβη τοῖς ἔργοις
4. τῆς χειρὸς ἔσται, τῶν μικρῶν δακτύλων ἀπολλυμένων παντάπασιν.
5. εἰ δέ γε, τῶν τεττάρων ὑγιεινῶν ὑπαρχόντων, ἤτοι
6. γε ὁ κάμπτων τὸν μέγαν δάκτυλον, ἢ ὁ ἐκτείνων μῦς πάθοι
7. τι, διαφθαρήσεται τὰ τῆς χειρὸς ἔργα πάντα. συναπόλλυται
8. γὰρ ἀεὶ τῶν ἀντιτεταγμένων ἀλλήλοις μυῶν ἡ
9. ἐνέργεια. τοῦ γοῦν ἐκτείνοντος τὸν μέγαν δάκτυλον μυὸς
10. παραλυθέντος, ὁ κάμπτειν αὐτὸν πεφυκὼς μῦς ἐνεργήσας,
11. αὐτίκα μὲν κάμπτει τὸν δάκτυλον, ὕστερον δὲ οὐκέτι δυνήσεται·
12. τὸν γὰρ ἐν τῷ κεκάμφθαι διαμένοντα κάμπτειν
13. αὖθις ἀδύνατον, εἰ μὴ πρότερον ἐκταθείη. γινώσκειν οὖν
14. ἀκριβῶς προσήκει καὶ τῶν ἄλλων μὲν μυῶν ἁπάντων ἑκάστου
15. τὸ νεῦρον, ἐξαιρέτως δὲ τῶν ἐνέργειαν ἀξιόλογον ἐχόντων,
16. ὅπως, ἐάν τε βέλος ἢ σκόλοπα δέῃ κομίσασθαι μετὰ
17. τοῦ διατέμνειν ἢ περιτέμνειν τι, φειδώμεθα τῶν ἀξιολόγων
18. ἀγγείων τε καὶ νεύρων, ἐάν τε σεσηπός τι μόριον ἐκτέμωμεν,
1. ἢ ὀστοῦν ἐσφακελικός. οἶδα γοῦν τινα τῶν ἐξ
2. ἀπονοίας χειρουργούντων, ἐπειδὴ πρότερόν ποτε κατὰ τὴν
3. ἐκτὸς χώραν τοῦ βραχίονος ἐκτεμών τι μέγα μέρος μυὸς
4. οὐδὲν ἀξιόλογον ἔβλαψε τὸ κῶλον, ὕστερον ἀφειδῶς ἐπιβαλόντα
5. τὴν σμίλην ἐκείνῳ τῷ τόπῳ τῆς ἔνδον περιγραφῆς τοῦ
6. προσθίου μυὸς, ἔνθα τὸ τρίτον ἐπιβαίνει νεῦρον. ἅτε δὴ,
7. ὡς Ἱπποκράτης ἔφη, τὴν ἀνόητον εὐχέρειαν ἠσκηκὼς, μιᾷ
8. κυκλοτερεῖ τομῇ ταχείᾳ χρησάμενος, οὐ μόνον ἔτεμε τὸ τρίτον
9. νεῦρον, ἀλλὰ καὶ τὰ πρὸ αὐτοῦ δύο, καὶ πρὸς
10. αὐτοῖς γε τήν τ’ ἀρτηρίαν καὶ τὴν φλέβα· κατ’ ἐκεῖνον γάρ
11. τοι τὸν τόπον ἅμα ταῦτα πάντ’ ἐστίν. ἐν μὲν οὖν τῷ
12. παραχρῆμα, διὰ τὴν αἱμοῤῥαγίαν ταραχθεὶς, περὶ μόνην
13. ταύτην ἔσχε, βρόχους τοῖς τετμημένοις ἀγγείοις περιβαλών·
14. ὀλίγον δ’ ὕστερον ὁ χειρουργηθεὶς οὔτε κινεῖν τι τῆς χειρὸς
15. ἠδύνατο, καὶ τῶν ψαυόντων οὐκ ᾐσθάνετο κατὰ τὰ πλεῖστα
16. τῶν τοῦ κώλου μερῶν, ἐκεκράγει τε πρὸς τὸν ἰατρὸν αὐτῷ
17. τῷ ῥήματι χρώμενος τούτῳ, Ἐνευροκόπησάς με τὸν ταλαίπωρον.
1. οὗτος μὲν οὖν ὁ ἰατρὸς ἅπαν ἄχρηστον εἰργάσατο
2. διὰ μιᾶς τομῆς τὸ κῶλον· ἄλλοι δ’ ἄλλο τι μέρος ἓν ἢ
3. δύο ἐν χειρὶ καὶ σκέλει, διὰ τὴν τῶν νεύρων ἄγνοιαν· ἵνα
4. παραλείπω νῦν, ὅσα κατὰ τὰς φλεβοτομίας ἐργάζονται κακὰ,
5. μὴ γινώσκοντες, ἃ χρὴ φυλάττεσθαι καθ’ ἑκάστην τῶν φλεβῶν
6. τῶν ἐν ἀγκῶνι, περὶ ὧν εἴρηταί μοι καὶ διὰ τοῦ περὶ τῆς ἐπὶ
7. τῶν τεθνεώτων ἀνατομῆς γεγραμμένου βιβλίου. τούτων γοῦν
8. ἕνεκα πάντων ἀνατεμνέσθω σοι πολλάκις ἀκριβῶς πιθηκεία
9. χείρ· καὶ γὰρ, εἴ τι σπάνιον ἐν αὐτῇ θεάσαιο, καὶ τοῦτ’
10. ἄν σοι γένοιτο χρήσιμον. εἶδον γοῦν ποτε κατὰ τῆς ἔνδον
11. φλεβὸς τῆς ἐν ἀγκῶνι νευρίον ἐπικείμενον ἔν τινος ἀνατομῇ
12. πιθήκου, καὶ αὖθις ἐφ’ ἑτέρου κατὰ τῆς ὁμοζυγούσης
13. αὐτῇ φλεβὸς ὡσαύτως. καὶ τούτων ἡ θέα χρήσιμος ἐπί τινων
14. ἰατρῶν γνωρίμων γέγονεν, ἐγκαλουμένων ὡς τεμόντων
15. νεῦρον, ἐπειδὴ καὶ μετὰ τὴν τομὴν εὐθέως ᾔσθοντο ναρκώδη
16. διάθεσιν οἱ τμηθέντες ἐν τῷ μήκει τῆς χειρὸς, ἐν δὲ
17. τῷ μετὰ ταῦτα παντὶ χρόνῳ παρέμενε τὸ πάθημα τοῦτο
18. τοῖς φλεβοτομηθεῖσιν. δηλώσας οὖν ἐγὼ τοῖς ἐγκαλοῦσιν,
1. ἰδιότητα κατασκευῆς σώματος γίγνεσθαί ποτε τοιαύτην, ἠλευθέρωσα
2. τοῦ ψόγου τοὺς ἰατρούς. ἐπείσθησαν δέ μοι περὶ
3. τούτου οἱ ἐγκαλοῦντες τοῖς ἰατροῖς, οὐ μόνον ἑτέρους τοὺς
4. ἰδόντας ἐπικαλεσαμένῳ μάρτυρας, ἀλλὰ κᾀν τοῖς ἀνατομικοῖς
5. ὑπομνήμασιν, ἃ καθ’ ἕκαστον τῶν ἀνατεμνομένων
6. ζώων ἐποιούμην, ἐπιδείξαντι γεγραμμένον, ὃ διῆλθον
7. ἄρτι φαινόμενον ἐπὶ τῆς φλεβός. οἱ τὰ τῶν ἀνατομικῶν
8. γράψαντες βιβλία νομίζουσιν, ἀπὸ τῶν ὑποκειμένων μυῶν
9. λείψανα μικρὰ διεξέρχεσθαι πρὸς τὸ περικείμενον αὐτοῖς
10. δέρμα· τὸ δ’ οὐχ οὕτως ἔχει, καθάπερ ἐθεάσασθε πολλάκις·
11. ἀλλ’ εἰσὶν ἴδιαι ῥίζαι τῶν ἐπιπολῆς νεύρων, ἃς
12. συναποδέροντες τῷ δέρματι διαφθείρουσιν, ὡς μηδ’ εἶναι
13. δοκεῖν. ἔστι γὰρ, ὡς καὶ πρόσθεν ἐῤῥέθη, χαλεπώτατον
14. γυμνῶσαι τὰ νεῦρα ταῦτα, συμφυοῦς ὄντος τῷ δέρματι
15. τοῦ μετ’ αὐτὸ ὑμένος, ὃν χωρίζοντα χρὴ προσκαταλιπεῖν
16. τοῖς μυσὶν, ἐναντίως τῇ φυσικῇ κατασκευῇ πράττοντας ἐν
17. τῷδε.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 3.9, ed. Kühn, 1821, vol. 2, p. 393-397. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:3.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩