ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΑΤΟΜΙΚΩΝ
ΕΓΧΕΙΡΗΣΕΩΝ
ΒΙΒΛΙΟΝ Δ.
1. Ἐν μὲν τῇ περὶ χρείας μορίων πραγματείᾳ
2. σκοπὸς ἦν μοι τοῦ λόγου τῶν ἐν ἀνθρώπου σώματι μελῶν
3. ἁπάντων ἐξηγήσασθαι τὴν κατασκευὴν, εἰς ὅσον ἥκει τέχνης,
4. κοινόν τι τοῦτο δόγμα μεταχειριζόμενος τοῖς ἀρίστοις τῶν
5. παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων. ὥστ’ εὐλόγως ἀπὸ
6. χειρῶν ἠρξάμην ἐν ταύτῃ, διότι τὰ μόρια ταῦτα μόνοις
7. ἀνθρώποις ἐστίν. εἰκότως δ’ ἡ ἀκολούθησις εὐθέως
1. εἰπεῖν τι καὶ περὶ τῶν σκελῶν, ἐπειδὴ κᾀν τούτοις ὁ ἄνθρωπος
2. ἴδιον ἔχει τι παρὰ τἄλλα σύμπαντα ζῶα, διότι μόγος
3. ἐπ’ αὐτῶν ὀρθὸς ἀκριβῶς βαδίζει. καὶ μέντοι καὶ ὅτι γελοῖον
4. ἀνθρώπου μίμημά ἐστιν ὁ πίθηκος, ἐδείχθη, καὶ διὰ
5. τοῦτο βαδίζει μὲν ὥσπερ ἄνθρωπος, χωλεύων δ’ ἐν αὐτοῖς
6. τοῖς κυριωτάτοις, τῆς τῶν ὀρθίων σκελῶν κατασκευῆς ἀπολειπόμενος·
7. ὁ μέγας δ’ ἐν τῇ χειρὶ δάκτυλος αὐτῷ κολοβὸς
8. ἐγένετο, δι’ οὗ τὸ κῦρος ἅπαν αὐτῇ τῶν ἐνεργειῶν ἐστιν.
9. ἐν δὲ τῇδε τῇ νῦν προκειμένῃ πραγματείᾳ σκοπός ἐστί μοι
10. διττὸς, εἷς μὲν, ὅπως ἄν τις ἀκριβῶς θεάσαιτο τῶν μορίων
11. ἕκαστον, ὧν τὰς χρείας ἐν ἐκείνῃ διῆλθον, ἕτερος δ’ εἰς τὸ
12. τῆς ἰατρικῆς τέχνης ἀνῆκον τέλος. ἐπειδὴ γὰρ ὁρῶ τοὺς
13. νῦν ἰατροὺς, ὅσοι γε δοκοῦσι περὶ τὴν ἀνατομὴν ἐσπουδακέναι,
14. τοῦ χρησιμωτέρου μὲν αὐτῆς ὀλιγωροῦντας,
15. ἀσκοῦντας δὲ τὸ σοφιστικώτερον, ἐπειράθην αὐτό
16. τε τοῦτο πρῶτον ἐπιδεῖξαι τοῖς νέοις, καὶ προτρέψαι
17. πρὸς τὸ χρησιμώτερον αὐτῆς. καί μοι τοῦτο πέπρακται
18. κατὰ τὴν ἀρχὴν τοῦ δευτέρου τε καὶ τρίτου γράμματος.
1. εἶχε δὲ τοῦ λόγου τὸ κεφάλαιον σχεδὸν ἁπάσας ὅσας ἑκάστης
2. ἡμέρας ποιούμεθα χειρουργίας, αἵ περί τε τὰ κῶλα
3. γίγνονται καὶ τοῦ παντὸς σώματος ἐν τοῖς ἐπιπολῆς, ἅπερ
4. οἵ τε μύες εἰσὶ καὶ τὰ κατ’ αὐτοὺς ἀγγεῖα καὶ νεῦρα. καὶ
5. γὰρ τὰ βέλη καὶ τοὺς σκόλοπας ἐκκόπτομεν τούτων, οὐχ
6. ἥπατος, ἢ καρδίας, ἢ πνεύμονος, καὶ σύριγγας, καὶ
7. κόλπους, ἀποσκήμματά τε καὶ διαπυήματα, καὶ σηπεδόνας
8. ἐν τούτοις χειρουργοῦμεν. ἐβουλόμην μὲν οὖν μοι τὰς
9. πραγματείας ἀμφοτέρας τὴν αὐτὴν ἐσχηκέναι τάξιν ἐν ἅπασιν,
10. ὥσπερ ἐν τοῖς πρώτοις δύο βιβλίοις. ἐπεὶ δ’, ὡς ὁρῶ,
11. καθ’ ἑκάστην ἡμέραν ἀεὶ καὶ μᾶλλον ἐπιδίδωσιν ἡ περὶ τὸ
12. φαυλότερον μέρος τῆς ἀνατομῆς σπουδὴ, τοῦ χρησιμωτέρου
13. σχεδὸν ἁπάντων ἀμελούντων, οὐ λόγῳ μόνον ἔγνων προτρέψαι
14. τοὺς νέους ἐπὶ τὸ κατεπεῖγον αὐτῆς, ἀλλὰ καὶ διὰ
15. τῆς κατὰ τὴν διδασκαλίαν τάξεως. ἃ γὰρ ἀξιῶ πρότερα
16. μανθάνειν αὐτοὺς, ταῦτα καὶ γράφω πρότερον κατὰ τήνδε
17. τὴν διέξοδον τῶν λόγων. καὶ διὰ τοῦτο μετὰ τὴν τῶν κώλων
18. ἀνατομὴν ἐν τοῖς πρὸ τοῦδε γεγραμμένην ἐφεξῆς γράψω
19. κατ’ ἄλλα δύο τὴν ἐκτὸς ἀνατομὴν ὅλου τοῦ σώματος, ὅση
1. γε κατὰ τοὺς μῦς ἐστιν, ἀρξάμενος ἀπὸ τῶν κατὰ τὸ
2. πρόσωπόν τε καὶ τὴν κεφαλὴν μορίων· καὶ τούτων δ’ αὐτῶν
3. ὅσα τῷ περικειμένῳ δέρματι συμπέφυκεν, ὧν ἠγνοήθη
4. μὲν τὸ κυριώτατον ἅπασι τοῖς ἀνατομικοῖς, οἱ δύο μύες
5. οἱ πλατεῖς καὶ λεπτοὶ, οἱ εἴς τε τὰς γνάθους καὶ τὰ
6. χείλη τελευτῶντες, ἄρχονται δ’ ἀπὸ τῆς κατὰ τὸν τράχηλον
7. ἀκάνθης, ὅθεν ὑμενώδης ἐκφυόμενος σύνδεσμος, ἐπιτρεφομένων
8. δ’ αὐτῷ τοιούτων ἰνῶν, ὁποίας ἅπαντες οἱ μύες.
9. ἔχουσι, τὴν οὐσίαν αὐτῶν συνίστησι. πολλαὶ δὲ κᾀκ τῶν
10. κατὰ τὴν ῥάχιν τῆς ὠμοπλάτης ἀνέσχονται χωρίων ἶνες,
11. ὥσπερ κᾀκ τῶν κατὰ τὴν κλεῖν, ἐπὶ τὰ κῶλα πᾶσαι τελευτῶσαι.
12. καὶ χρὴ τέμνειν τούσδε τοὺς μῦς, ὅταν τις χρείω
13. καλῇ, κατὰ τὴν τῶν ἰνῶν φύσιν, ἢν ἀγνοοῦντες, ἐπειδάν
14. ποτε μείζονα ποιήσωνται τομὴν ἐγκαρσίαν διαιροῦντες αὐτὰς,
15. παρεσπασμένας ἐπὶ θάτερα μέρη τὰς γνάθους ἐργάζονται.
16. τούτους μὲν οὖν ἅπαντες ἠγνοήκασι, καὶ μικρὸν
17. ὕστερον αὖθις ὑπὲρ αὐτῶν ἐρῶ. τὴν δ’ ὑποτεταγμένην τῷ
18. κατὰ τὸ μέτωπον δέρματι μυώδη φύσιν ἐγνώκασι μὲν οἳ
1. περὶ τὰς ἀνατομὰς ἔχοντες, αὐτήν τε καὶ τὴν ἐνέργειαν
2. αὐτῆς· ἀνατείνεσθαι γοῦν φασι τὸ κατὰ τὰς ὀφρῦς ὑπ’
3. ἐκείνης ἅπαν, τῷ τε κατὰ τὸ μέτωπον δέρματι τὴν κίνησιν
4. ἐξ ἐκείνης ὑπάρχειν. οὐ μὴν οἵ γε πολλοὶ τῶν χειρουργῶν
5. ἐπίστανται, καὶ γὰρ διὰ τοῦτό γ’ ἐγκαρσίας μᾶλλον ἐπὶ
6. τοῦ μετώπου ποιοῦνται τὰς τομὰς, ἤπερ ὀρθίας. συμβαίνει
7. τοίνυν, ὅταν ποτὲ μείζονά τε ποιήσωνται τὴν τομὴν ἐνταῦθα
8. καὶ μάλιστα πλησίον τῶν ὀφρύων, ἐπὶ τὰς
9. ῥίζας τῶν βλεφάρων κατασπᾶσθαι τάς τε ὀφρύας αὐτὰς
10. καὶ τὸ συνεχὲς αὐταῖς δέρμα, καὶ βαρύνειν τοὺς ὀφθαλμοὺς
11. ἐπικειμένας αὐτοῖς, ὡς μήτ’ ἀνοίγνυσθαι καλῶς, ἐμποδίζεσθαί
12. τε κατὰ τοῦτο τὴν ἐνέργειαν αὐτῶν. ἐνταῦθα
13. μὲν οὖν ἄνωθεν κάτω τέτακται τῶν ἰνῶν ἡ εὐθύτης· ἐπὶ
14. δὲ τῶν τὰς γνάθους κινούντων, ὡς ἀρτίως εἶπον. εἶτ’ οὐκ
15. αἰσχρὸν, ἀγνοοῦντάς τινας ἔτι πολλὰ τῶν τοιούτων, εἰ χονδρῶδές
16. τι κατὰ τὸ κωνάριον ἢ ὀστῶδες ἔγκειται, ζητεῖν;
17. ὡσαύτως δὲ, εἰ καὶ κατὰ τὰς καρδίας ἐστὶν ἁπάσας εὑρεῖν
18. χονδρῶδες ἢ ὀστῶδές τι μόριον, ἢ μόνον τὰς μεγάλας;
1. ἃ μᾶλλον τῶν χρησίμων ὁρῶ τοῖς νῦν σπουδαζόμενα. διὰ
2. τοῦτ’ οὖν ἐγὼ τῇ τῶν κώλων ἀνατομῇ προσθεῖναι διέγνων
3. ἕτερα δύο βιβλία· τουτὶ μὲν τέταρτον ὅλης τῆς πραγματείας
4. ἐσόμενον, ἕτερον δ’ ἐπ’ αὐτῷ πέμπτον. ἐν οἷς
5. ἀπάσης τῶν μυῶν τῆς ἀνατομῆς πληρωθείσης, ἐπανήξω
6. πάλιν ἐπὶ τὴν αὐτὴν τάξιν τῇ περὶ χρείας μορίων πραγματείᾳ.
7. καὶ πρῶτον μὲν ἐρῶ περὶ τῶν τῆς τροφῆς ὀργάνων,
8. εἶτ’ ἐφεξῆς περὶ τῶν τοῦ πνεύματος, ἐπ’ αὐτοῖς δὲ
9. περὶ τῶν κατὰ τὸν ἐγκέφαλόν τε καὶ νωτιαῖον ἁπάντων μορίων,
10. εἶτα τῶν γεννητικῶν ὀργάνων, οἷς ἕπεται τὰς ἐπὶ
11. τῶν ἐμβρύων ἐγχειρήσεις εἰπεῖν. ἑκκαιδεκάτου δ’ ὄντος ἐν
12. ἐκείνῃ τῇ πραγματείᾳ βιβλίου τοῦ περὶ τῶν ἀρτηριῶν τε
13. καὶ φλεβῶν καὶ νεύρων, ἐν ᾧ ἃ μὲν κοινὰ καὶ καθ’ ὅλου
14. τοῦ γένους αὐτῶν ἐγνῶσθαι χρήσιμα, διῆλθον, ἕκαστον
15. δὲ τῶν κατὰ μέρος ὁποῖόν τι τὴν φύσιν ἐστὶν, ἐν ταῖς
16. ἀνατομικαῖς ἐγχειρήσεσιν ἔφην διδάσκεσθαι, διὰ τοῦτο νῦν
17. ἀκριβέστατα ἐπελθεῖν ὑπὲρ αὐτῶν ἀναγκαῖόν ἐστιν· ἐν γὰρ
1. ταῖς προτέραις ἀνατομικαῖς ἐγχειρήσεσι λέλειπται πολλά.
2. διὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου παντὸς ἄμεινον εἶναί μοι
3. δοκεῖ τὴν περὶ τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων ἀνατομὴν
4. γράψαι, κατ’ ἐκεῖνο δηλώσω τὸ βιβλίον, ἐν ᾧ καὶ
5. τὰς ἐγχειρήσεις ἄρξομαι λέγειν, αἷς ἄν τις ἄριστα χρώμενος
6. γυμνάσειεν αὑτόν.