7. Ἀλλ’ ἐπεὶ πέντε κινήσεις ὀλίγον ἔμπροσθεν
8. εἶπον ἐν τοῖς περὶ τὸ στόμα μορίοις εἶναι διαφερούσας
9. ἀλλήλων, ἄμεινον εἶναί μοι δοκεῖ πάσας αὐτὰς ἐπελθεῖν.
10. ἀρκτέον δ’ ἀπὸ τῶν χειλῶν, οἷς ἔλεγον ἐμπεφυκέναι δι’
11. ἀλλήλων ἰούσας ἐνίας τῶν ἰνῶν ἑκατέρου τῶν ἰσχνῶν καὶ
12. πλατέων μυῶν. πρὶν δ’ ἄρξασθαι τοῦδε, διορίσασθαι βέλτιον,
13. ὡς ἐπὶ μὲν τῶν πιθήκων ἐναργής ἐστιν ἡ εἰρημένη
14. πλοκὴ τῶν ἰνῶν, ἐπὶ δὲ τῶν ἄλλων ζώων, ὅσα μὲν ὀλίγῳ
15. μακροτραχηλότερα, τοσούτῳ τῆς ἐν τοῖς πιθήκοις ἐναργὴς
16. ἧττον, ὅσῳ μείζων ὁ τράχηλος· ὅσα δὲ πολλῷ, τούτοις
17. τῆς εἰρημένης ὑπαλλάξεως τῶν ἰνῶν ὀλίγον σώζεται· διότι
1. καὶ ἡ προσθία θέσις αὐτῶν ἥ τ’ ὀρθία τελέως ἐπὶ τῶν
2. τοιούτων ζώων ἀπόλλυται, τῶν πλαγίων ἰνῶν ἅμα ταῖς
3. ἐγκαρσίαις διὰ τὸ μῆκος τοῦ τραχήλου τὸ πᾶν ἔργον ἱκανῶς
4. ἐργαζομένων ἄνευ τῆς παρὰ τῶν ὀρθίων βοηθείας.
5. καὶ γάρ τοι καὶ ἡ γένυς ἅπασιν αὐτοῖς μακροτέρα τῆς ἐν
6. πιθήκοις ἐστίν. ἁπάντων γὰρ τῶν ζώων ὁ ἄνθρωπος ἔχει
7. βραχυτάτην τὴν γένυν ὡς πρὸς τὴν ἀναλογίαν δηλονότι
8. τοῦ παντὸς σώματος, εἶθ’ ἑξῆς ἀνθρώπῳ πίθηκος, εἶτα
9. λύγκες, καὶ σάτυροι, κᾄπειθ’ ἑξῆς κυνοκέφαλοι. τούτων
10. δὲ καὶ ὁ τράχηλος οὕτω μακρὸς, καὶ κλεῖν ἔχει πάντα, καθάπερ
11. ὁ ἄνθρωπος. καὶ ἵσταται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ
12. δ’ ἧττον. ἵσταται δ’ οὖν ὀρθὰ καὶ βαδίζει τὰ μὲν χεῖρον
13. αὐτῶν, τὰ δὲ βέλτιον· ἀλλ’ οὖν βαδίζει γε πάντα,
14. δυοῖν ἐπερειδόμενα ποσίν. ἄλλο δὲ οὐδὲν ὧν ἴσμεν ζώων
15. πεζῶν ἐπὶ δυοῖν βαδίζει σκελῶν. ἐφεξῆς δὲ τούτων τὸ
16. τῶν ἄρκτων γένος, εἶθ’ οἱ ὕες, εἶθ’ ἑξῆς τὰ καρχαρόδοντα
17. καλούμενα· κᾄπειτ’ ἄλλα δύο γένη ζώων, τὸ μὲν κερασφόρον
18. καὶ δίχηλον καὶ μηρυκάζον, τὸ δὲ ἄκερόν τε καὶ
1. ἄχηλον, ὁπλαῖς μονοφυέσιν ἐπερειδόμενον. ὅσα δ’ ἄλλω
2. γένη ζώων ἐστὶ πεζῶν καὶ τετραπόδων, ἐκπεπτωκέναι δὲ
3. δοκοῦσι τῶν εἰρημένων ἐξ γενῶν, οὐ χαλεπὸν εὑρεῖν, ὅτῳ
4. μᾶλλον ὁμοιώσεις αὐτά. τὰ τοίνυν χείλη φύσιν ἰδίαν ἐξαίρετον
5. ἔχει· πρὸς γάρ τοι τὸ πολυειδὲς αὐτῶν τῆς κινήσεως,
6. ἧς ἕνεκεν ἐγένετο, βελτίω σώματος οὐσίαν οὐδ’ ἐπινοῆσαι
7. δυνατόν. ἐκτρέψαι τε γὰρ αὐτήν ἐστι, καὶ παρατρέψαι,
8. καὶ συναγαγεῖν, καὶ παρὰ εἶναι, καὶ σφίγξαι, καὶ χαλάσαι,
9. πρὸς ὅ τι περ ἂν ἐσθιόντων, ἢ πινόντων, ἢ διαλεγομένων,
10. ἢ πως ἄλλως ἐνεργούντων ἡ χρεία καλῇ. συνημμένων δ’
11. αὐτῶν τῷ δέρματι καὶ τοῖς προειρημένοις πλατέσι μυσὶν,
12. ἀρχὴν τίθεσο πρώτην, ὁπόταν ἀποδέροντί σοι τὸ δέρμα
13. μηκέθ’ ὑπακούῃ. καὶ μήν γε καὶ τῷ τῆς γένυος ὀστῷ τὰ
14. χείλη συμπέφυκεν ἀκριβῶς, ἔχοντά τινα καὶ τρίτην μίξιν
15. οὐσίας ἐν ἑαυτοῖς σηραγγώδους, ὥστε τὴν ὅλην φύσιν αὐτῶν
16. ἔκ τε τῆς τοιαύτης οὐσίας καὶ τοῦ δέρματος, ἔκ τε
17. τῶν περάτων τοῦ πλατέος μυὸς ἀλλήλοις τῶν τριῶν κραθέντων
18. γεγονέναι. τὰς μὲν οὖν εἰς τὰ πλάγια κινήσεις
1. ἐκ τῶν πλατέων ἔχει μυῶν κατὰ τὰς ἐγκαρσίας ἶνας αὐτῶν·
2. τὴν δ’ εἰς τὸ κάτω τε καὶ ἄνω προσείληφεν ἐκ τῆς ὅλης
3. αὐτῶν οὐσίας· καὶ διὰ ταύτας τὰς κινήσεις ἡ φύσις ἔδωκεν
4. αὐτοῖς νεῦρα διατρήσασα λεπτοτάταις ὀπαῖς τὴν γένυν.
5. ἔστι δὲ τὰ τρήματα κατ’ ἄκραν αὐτὴν ἑκατέρωθεν
6. τῆς συμφύσεως. ἐκπίπτει δὲ δι’ αὐτῶν τὰ λείψανα τῶν
7. παραπεφυκότων τοῖς φατνίοις νεύρων, ἀφ’ ὧν τά τε οὖλα,
8. καὶ οἱ ὀδόντες, καὶ οἱ ὑμένες οἱ περὶ ταῦτα τὴν αἴσθησιν
9. ἔχουσιν. ἀκριβῶς οὖν πρόσεχε τὸν νοῦν ἐν τῷ τὰ
10. χείλη τῆς γένυος ἀποδέρειν, ὅπως μὴ διακόψῃς τὰ νεῦρα.
11. φέρεται δὲ καὶ ταῦτα κατὰ τὴν χειλῶν φύσιν ἐκ τῶν
12. κάτωθεν ἄνω. διὰ μὲν δὴ ταῦτα τὰ νεῦρα κατασπᾶσθαι
13. πέφυκε τὰ χείλη, συνάγεται δὲ ὑπὸ τῶν ἐμπεφυκότων αὐτοῖς
14. περάτων ἑκατέρου τῶν ἰσχνῶν καὶ πλατέων μυῶν
15. κατὰ τὰς ἀπὸ τῶν κλειδῶν ἀναφερομένας ἶνας. ὑπὸ γάρ
16. τοι τούτων ὥσπερ τὰ σύσπαστα βαλάντια πρὸς ἑκατέραν
17. τῶν πλαγίων ἑλκόμενα νεύρων, ὅσον ἀπολέσει τοῦ
1. μήκους, τοσοῦτον εἰς πάχος ἐπιδιδόασιν. ὥσπερ οὖν, εἰ
2. δύο δακτύλους περιθεὶς αὐτοῖς ἐκ τῶν πλαγίων μερῶν, ἑκατέρωθεν
3. ἕνα, τούτοις θλίβων συνῆγες εἰς ὀλίγον αὐτὰ,
4. τοσοῦτον ἂν εἰς ὕψος τε καὶ πάχος ἐπήγειρας, ὅσον τοῦ
5. πλάτους ἀφῄρου σφίγγων ἑκατέρωθεν, οὕτως ἡ τάσις τῶν
6. μυῶν ἐκ τῆς ἐπὶ τἀναντία καθ’ ἕνα χρόνον ὁλκῆς εἰς τὸ
7. μέσον ἐπισπᾶται τὰ πέρατα, συμβαλλούσης αὐτοῖς τι καὶ
8. τῆς σηραγγώδους οὐσίας οὐκ ὀλίγον. ἡ γὰρ τοιαύτη πᾶσα
9. καὶ κενοῦται ῥᾳδίως καὶ πληροῦται· καὶ συστέλλεται μὲν
10. κενουμένη, εἰς ὄγκον δ’ αἴρεται πληρουμένη. λέγεται δ’ ἐπιπλέον
11. ὑπὲρ αὐτῆς ἐν τῇ τῶν ἀπόρων κινήσεων πραγματείᾳ.
12. ὥσπερ δὲ τούτοις τὰ νεῦρα παρὰ τῆς κάτω γένυος, οὕτω
13. τοῖς ἄνω χείλεσι παρὰ τῆς ἄνω χορηγεῖται, διεξερχόμενα
14. καὶ ταῦτα διὰ λεπτῶν τρημάτων ἐπὶ πάντων τῶν ζώων.
15. εἰ δὲ μὴ φανείη ποτὲ τὰ τρήματα, τῶν ὁμοειδῶν τι μεῖζον
16. ἀνατεμὼν εὑρήσεις αὐτά. καλῶ δ’ ὁμοειδῆ νῦν ἵππον
17. ἵππῳ, καὶ πίθηκον πιθήκῳ, καὶ κύνα κυνί. διαφέρει
18. δ’ οὐδὲν, οὐδ’ ἢν ὁμογενῆ ποτε προσαγορεύσῃς αὐτά.
1. κινεῖται δέ καὶ ταῦτα τοῖς κάτω παραπλησίως, ἀνασπώμενα
2. μὲν ὑπὸ τῶν εἰρημένων νεύρων, ἰδίους δέ τινας μῦς λεπτοὺς
3. τῶν ἄνω χειλῶν κινούντων, εἰς δὲ τὰ πλάγια ταῖς εἰς ταῦτα
4. καθηκούσαις ἰσὶ τῶν πλατέων μυῶν ἑλκόμενα, συναγόμενα
5. δ’ εἰς ἑαυτὰ διὰ τῶν ἀντεμπλεκομένων ἰνῶν. ὄψει γὰρ
6. ἐναργῶς ἐπὶ τῶν μεγάλων ζώων ἐνίας μὲν αὐτῶν εἰς τἀς
7. ἀρχὰς ἰούσας τῶν χειλῶν αὐτόθι τε παυομένας, ἐνίας δὲ
8. ἀντιπλεκομένας ἀλλήλαις. ἐν δὲ τῷ τὰ χείλη γυμνοῦν καὶ
9. τὰ κάτω τῶν μασσητήρων ἐποχούμενα νεῦρα, προϊόντα δ’
10. ἄχρι τῶν πλαγίων μερῶν ἑκατέρου χείλους ἔκλαβε βρόχοις,
11. ὅπως καὶ τούτων αὖθις ἐπισκέψαιο τὰς ἀρχάς. ἀκριβῶς δὲ
12. κατάσκεψαι, πότερον ὀρθῶς ἢ οὐκ ὀρθῶς ἔνιοι τῶν ἀνατομικῶν
13. ὑπὸ δυοῖν εἰρήκασι μυῶν ἑκάτερον τῶν χειλῶν κινεῖσθαι,
14. λοξῶν ἑκατέρων ἐμβαλλόντων αὐτοῖς, ἐκ μὲν τῶν
15. ὑπερκειμένων εἰς τὸ ἄνω χεῖλος, ἐκ δὲ τῶν ὑποκειμένων εἰς
16. τὸ κάτω, ἢ βέλτιόν ἐστιν ὅλως ἑκάτερον λέγειν μῦν εἶναι
17. δερματώδη, βοηθούμενον ὑπὸ τῶν ἰνωδῶν μυῶν.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 4.3, ed. Kühn, 1821, vol. 2, p. 429-434. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:4.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩