1. Τοὺς μέντοι κινοῦντας τὰ τῆς ῥινὸς πτερύγια
2. σαφῶς ἀποφαίνεσθαι χρὴ μῦς εἶναι τοιούτους τὴν φύσιν,
3. οἷόν περ καὶ τὸν πλατὺν μῦν, ὃν ἡμεῖς εὕρομεν. ὑπόκεινται
4. γὰρ κᾀνθάδε τῷ δέρματι συμφυεῖς ἶνες, ὑφ’ ὧν κινεῖται.
5. ἔτι δὲ μᾶλλον ἐπὶ τοῦ κατὰ τὸ μέτωπον δέρματος ἡ τοιαύτη
6. φύσις ἐστί. συνάγεται μέντοι τὰ πτερύγια τῇ πρὸς τὸ
7. ἄνω χεῖλος συμφύσει, μηδενὸς ἰδίου πρὸς τοῦτο εὐποροῦντα
8. μυός. ἀναβαίνειν οὖν χρὴ κατὰ βραχὺ μέχρι τοῦ μήλου καλουμένου,
9. περιαιροῦντα τὸ δέρμα παρὰ τῶν ἐνταῦθα σωμάτων.
10. πράξαντι γάρ σοι τοῦτο καὶ οἱ μασσητῆρες μύες
11. ὀφθήσονται σαφῶς, ἐπιτεταμένων αὐτοῖς τῶν νεύρων, ἃ
12. πρὸς τὰς γνάθους τελευτᾷ. καὶ ταῦτ’ οὖν αὐτὰ τὰ νεῦρα,
13. πρὶν ἀνατέμνειν τοὺς μασσητῆρας, ἀγκίστροις ἀνατείνων ἀπόλυε
14. τῶν ὑποκειμένων ἄχρι τῆς ἑαυτῶν ἀρχῆς ὀπίσω τῶν ὤτων
15. τεταγμένης, ἐνταῦθά τε καταλιπὼν αὐτὰ μέμνησο θεάσασθαι
16. κατὰ τὴν ἀνάτρησιν τῆς κεφαλῆς, ὅθεν ἐκπέφυκε. πρότερον
17. δ’ ἐπί τε τοὺς μασσητῆρας ἐλθὲ καὶ τοὺς ἔνδον τῆς γένυος
18. ἐν τῷ στόματι καὶ τοὺς κροταφίτας. αὗται γὰρ αἱ τρεῖς
1. συζυγίαι τῶν μυῶν κινοῦσι τὴν γένυν, ἀνασπῶντες μὲν οἱ
2. κροταφῖται σὺν τοῖς ἔνδον, εἰς δὲ τὰ πλάγια περιάγοντες
3. οἱ μασσητῆρες. ἑκάστην δὲ αὐτῶν ἀνατέμνειν ᾧδε χρή. τῶν
4. μασσητήρων μυῶν τέμνε τὰς καταπεφυκυίας ἶνας ἐκ τῆς ἄνω
5. γένυος εἰς τὴν κάτω, μὴ πάσας ἅμα, χάριν τοῦ καταμαθεῖν,
6. ὅπως ἀλλήλαις ἐπαλλάττονται. πρώτας οὖν ἀποτέμνων αὐτῶν
7. τὰς ἐπιπολῆς, εἶτ’ ἄγκιστρα κατασπείρων, ἀνάσπα, καὶ
8. ἀνάδερε, καὶ ἀνάτεμνε μέχρι τῆς ἄνω γένυος, ὅθεν ἐκπεφύκασιν,
9. ἄχρις ἂν ἐπὶ τὰς ὑποκειμένας ἀφίκῃ, διαφέρουσαν
10. ἐχούσας τὴν θέσιν· ἐπαλλάττονται γὰρ, ὡς εἴρηται, πρὸς
11. ἀλλήλας, καὶ οὐκ ὀρθαὶ φέρονται κάτω. διότι μὴ μόνον
12. ἀνατείνεσθαί τε καὶ προσάγεσθαι τῇ ἄνω γένυϊ τὴν κάτω
13. μασσωμένων τῶν ζώων ἐχρῆν, ἀλλὰ καὶ λοξὴν ἀτρέμα ποτὲ
14. μὲν εἰς τὰ πρόσω, ποτὲ δ’ εἰς τοὐπίσω φέρεσθαι· τοιαύτης
15. γὰρ τῆς ἐνεργείας εἰς τὸ μασσᾶσθαι δεόμεθα. δύο τοίνυν
16. εἰσὶ μύες ἑκάτερος τῶν μασσητήρων, ἀπὸ κεφαλῆς ἰδίας
17. εἰς κοινὴν τελευτὴν ἰόντες. ἡ μὲν οὖν τελευτὴ τῶν μυῶν.
1. ἐπὶ τῆς κάτω γένυός ἐστιν, ἐπειδὴ ταύτην ἔδει κινεῖσθαι.
2. τῶν δὲ κεφαλῶν ἡ μὲν ἑτέρα κατὰ τὸ μῆλον καλούμενον
3. ἰσχυρὰ καὶ νευρώδης φανεῖταί σοι, συνδέσμῳ ῥωμαλέῳ συναπτομένη
4. τῆς σαρκοειδοῦς οὐσίας· ἡ δ’ ἑτέρα καθ’ ὅλον
5. τὸ ζύγωμά ἐστιν ἥκιστα νευρώδης· πρόσω μὲν ἀτρέμα λοξὴν
6. ἡ προτέρα τὴν γένυν ἀνασπῶσα, τῆς δ’ ἐναντίας ἕνεκα κινήσεως
7. ἡ δευτέρα γεγονυῖα· τοσούτῳ γὰρ ὀπίσω τὴν γένυν
8. ἀπάγειν πέφυκεν, ὅσον εἰς τοὔμπροσθεν ἡ προτέρα. καὶ
9. μέντοι καὶ τείνοντί σοι τῶν κεφαλῶν ἑκατέραν ἐν μέρει σαφῶς
10. ἡ τῆς κάτω γένυος ὀφθήσεται κίνησις. ὅπως δὲ χρὴ
11. τοῦτο πράττειν, ᾔδη μοι πρόσεχε τὸν νοῦν. ὁ γάρ τοι λόγος
12. ὁ μέλλων ῥηθήσεσθαι κοινὸς ἁπάσης ἐστὶν ἀνατομικῆς
13. ἐγχειρήσεως, ἐν ᾗ τεθνεῶτος τοῦ ζώου κίνησιν ἐπισκοπούμεθα
14. μορίου. χρὴ τοίνυν ἀφαιρεῖν ἁπάσας τὰς σάρκας
15. ἐκείνων τῶν ὀστῶν, ὑπὲρ ὧν ἂν ἡ σκέψις ἑκάστοτε γίγνηται,
16. μόνους φυλάττοντας τοὺς κινοῦντας αὐτὰ μῦς· ἀνατέμνοντας
17. δὲ καὶ τούτους ἄχρι τῶν ὀρθίων κεφαλῶν ἀποτέμνειν μὲν
18. ἐκείνας ἀπὸ τῶν ὀστῶν, ὧν ἐκπεφύκασιν, αὐτὸν δὲ μεταχειρισάμενον
1. αὐτὰς ἐφέλκεσθαι, τείνοντα καθ’ ἣν ἐξ ἀρχῆς
2. ἔκειντο θέσιν· ἐν γὰρ τῷ καλῶς τοῦτο πράττειν ὀφθήσονταί
3. σοι τῶν ὀστῶν αἱ κινήσεις, οἷς ἰσόῤῥοποι μύες ἐμπεφύκασιν.
4. οὕτως οὖν χρὴ καὶ τῆς κάτω γένυος ἀφελεῖν
5. ἅπαντα τὰ πέριξ σώματα, καὶ γυμνὴν ἀκριβῶς ἐργασάμενον
6. ἐπισκέψασθαι τὰς κινήσεις ἑκατέρου τῶν μασσητήρων
7. μυῶν, αἳ κινοῦσιν αὐτήν. ἔτι δὲ μᾶλλον ἐναργῶς αὐτὰς
8. θεάσῃ, μὴ μόνον τἄλλα σύμπαντα περιελὼν τῆς γένυος,
9. καὶ μάλισθ’ ὅσα κάτωθεν ἐκπέφυκεν, ἀλλὰ καὶ τοὺς κροταφίτας
10. αὐτοὺς, οὓς ἔνεστι μέν σοι καὶ μετὰ τοὺς μασσητῆρας
11. ἀνατέμνειν, ἔνεστι δὲ καὶ πρὸ τούτων, ἑκατέρως δὲ ἀναγκαῖον
12. ἐκκόψαι τὸ καλούμενον ζύγωμα· τούτου γὰρ ἀρθέντος
13. ἐναργῶς ὁ κροταφίτης ὅλος φαίνεται δι’ εὐρέος τοῦ τένοντος
14. ἐμφυόμενος τῷ κορωνῷ τῆς γένυος. ὄψει δὲ καὶ τὴν
15. κοινωνίαν τῶν τριῶν μυῶν, ἀρθέντος τοῦ ζυγώματός. λέγω
16. δὲ τριῶν μυῶν τοῦ τε μασσητῆρος, καὶ τοῦ κροταφίτου,
17. καὶ προσέτι τοῦ κατακεκρυμμένου μὲν ἔνδον ἐν αὐτῷ τῷ
1. στόματι, συνεχοῦς δὲ ἀκριβῶς ὄντος τῷ κροταφίτῃ. συμπέφυκε
2. μὲν οὖν καὶ ὁ μασσητὴρ μῦς τῷ κροταφίτῃ δι’ ὀλίγων
3. μερῶν, ὁ δέ γε κατακεκρυμμένος ἔνδον ἐν τῷ στόματι
4. δαὶ πολλῶν ἱκανῶς, ὥστε, κᾂν μέρος αὐτὸν εἴπῃ τις εἶναι τοῦ
5. κροταφίτου, μὴ δοκεῖν ἡμαρτηκέναι. περιπεφυκὼς γὰρ ὁ κροταφίτης
6. μῦς ὅλον ἐν κύκλῳ τὸ κορωνὸν τῆς γένυος ἑνοῦται
7. τῷδε τρίτῳ μυὶ, τὴν κεφαλὴν μὲν ἔχοντι κατὰ τὰς πτερυγοειδεῖς
8. ἐκφύσεις τοῦ τῆς κεφαλῆς ὀστοῦ, τὸ κάτω
9. δὲ πέρας ἐπιβάλλοντι τοῖς πλατέσι τῆς κάτω γένυος, ἔνθα
10. δὴ καὶ χώρα τίς ἐστιν ἀτρέμα κοίλη τῆς ἐπιβάσεως ἕνεκα
11. τοῦ μυὸς γεγενημένη· κατὰ μέντοι τὴν κεφαλὴν αὐτοῦ μεγίστη
12. κοιλότης ἐστὶ περὶ τὰς τοῖς πτερυγίοις ὁμοίας ἐκφύσεις
13. τῶν ὀστῶν τῆς κεφαλῆς. ἀλλὰ τοῦτον μὲν οὐχ οἷόν τε
14. θεάσασθαι τὸν μῦν, πρὶν ἀπολῦσαι τὴν γένυν, ἤτοι τῆς
15. κεφαλῆς κατὰ τὴν διάρθρωσιν, ἢ σχίσαντα τὸ κάτω πέρας,
16. ἔνθα σύμφυσίς ἐστιν ἑκατέρου τῶν μερῶν αὑτῆς. ὁ κροταφίτης
17. δ’ ἱκανῶς ὁρᾶται. καὶ μόνον ἄν ἐκκόψῃς τὸ ζύγωμα.
18. λέγει μὲν οὖν καὶ ὁ Ἱπποκράτης, ὡς ἡ κάτω γένυς ἐκ δυοῖν
1. ὀστῶν σύγκειται συμπεφυκότων ἀλλήλοις κατὰ τὸ κάτω πέρας·
2. εἴρηται δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι γ’ ἀκριβῶς
3. ἐξηγήσαντο τὴν τῶν ὀστῶν φύσιν. οὐ μὴν ἐναργῶς ἐπὶ τῶν
4. πιθήκων ἁπάντων ἐστὶ δεῖξαι τὴν σύμφυσιν· οἱ πλεῖστοι
5. γὰρ αὐτῶν ἓν ὀστοῦν ἔχειν σοι δόξουσι τῆς κάτω γένυος.
6. ἀλλ’ ἐπί γε κυνῶν ἐναργὴς ἱκανῶς ἡ σύμφυσις φαίνεται, καὶ
7. ῥᾷστον χωρίσαι κατὰ τοῦτο τὴν γένυν. ἔστι δὲ κᾀκείνοις
8. τοῖς ζώοις ἕκαστος τῶν εἰρημένων τριῶν μυῶν, περὶ ὧν
9. ὀλίγον ἔμπροσθεν εἴρηται. πᾶσι γὰρ ὑπάρχουσι τοῖς προγεγραμμένοις
10. γένεσι τῶν ζώων οἱ τρεῖς οὗτοι μύες, ἕνεκα
11. τῆς αὐτῆς ἐνεργείας γεγονότες, ἁπλοῦς μὲν ἑκάτερος τῶν
12. ἄλλων, ὁ μασσητὴρ δὲ διττὸς, ὡς εἶπον. ἐφ’ ὧν οὖν εὐπετῶς
13. ἡ κάτω γένυς λύεται, τὴν γυμνασίαν χρὴ πρότερον
14. ποιεῖσθαι, κᾄπειθ’ οὕτως ἐπὶ τοὺς πιθήκους μεταβαίνειν.
15. εἰ δὲ καὶ ἐξ ἀρχῆς ἐπ’ αὐτῶν γυμνάζεσθαι βούλοιο, δι’ ἐκκοπέως
16. λύσεις τὴν γένυν, ἔνθα μάλιστ’ ἐστὶν ἑαυτῆς ὀξυτάτη.
17. προσέχων γὰρ τὸν νοῦν τούτῳ τῷ κάτω πέρατι τῆς
18. γένυος, ἄνωθέν τε τῇ συμβολῇ τῶν προσθίων ὀδόντων, οὓς
1. καλοῦσι τομεῖς, ἐπιχειρήσεις οὕτω διασχίζειν αὐτὴν ἐκκοπεῦσιν,
2. ἀρξάμενος ἀπὸ τῆς μέσης χώρας τῶν τομέων ὀδόντων.
3. ἐπειδὰν δὲ σχίσας ἀπαγάγῃς ἑκάτερον αὐτῆς τῶν μερῶν ἀπ’
4. ἀλλήλων, ἐπιχείρει τηνικαῦτα κατασκέπτεσθαι τὸν τρίτον
5. μῦν, εἰς τὸ πλατὺ τῆς κάτω γένυος ἐμφυόμενον ἐκ τῶν ἔνδον
6. αὐτῆς μερῶν. ὄψει δ’ ἐναργῶς αὐτὸν ἀποδείρας τὸν
7. ἐπιφυόμενον χιτῶνα πᾶσι τοῖς κατὰ τὸ στόμα χωρίοις. ἀκολουθῶν
8. δὲ ἐντεῦθεν ἤδη ταῖς ἰσὶν αὐτοῦ τὴν κεφαλὴν
9. ἀκριβῶς κατόψει τοῦ μυὸς ἐκπεφυκυῖαν, ὡς λέλεκται, τῶν
10. κοιλοτήτων τῆς κεφαλῆς, ἃς γεννῶσιν αἱ πτερυγοειδεῖς ἐκφύσεις.
11. ἐπὶ τοίνυν τοῖς μασσητῆρσιν, ὡς εἴρηται, προπαρεσκευασμένοις,
12. ἐπειδὰν καὶ τοὺς κροταφίτας ὅλους γυμνώσας
13. ἀποτέμῃς, ὡς μηδαμόθεν προσέρχεσθαι μηδ’ ἀνθέλκεσθαι
14. τὴν γένυν, ἔνεστί σοι θεάσασθαι σαφῶς, ὅπως κινοῦσιν αὐτήν.
15. εἰ δ’ ἐξ ἀρχῆς εὐθέως, πρὶν καὶ τούτοις ἐγχειρῆσαι, τοὺς
16. κροταφίτας ἐθέλεις ἀνατέμνειν, ἐκκόπτειν μὲν χρὴ πρότερον
17. τὸ ζύγωμα, γυμνώσαντα δὲ οὕτω τὸν μῦν τοῦ τε δέρματος
18. ἅμα καὶ τῶν ὑμένων, ἐπισκέπτεσθαι τὰς ἶνας, ὅπως ἐκ
1. πολλῶν ἀρχόμεναι χωρίων ἐπὶ μίαν ἅπασαι σπεύδουσιν
2. οἵαν περ κορυφὴν ἑαυτῶν τὸν εἰρημένον τένοντα. καὶ μετὰ
3. ταῦτα συμπάσας ἀποτέμνειν τὰς κεφαλὰς, εἶτα λαβόμενον
4. αὐτῶν ἀνατείνειν ἰσχυρῶς· ὀφθήσεται γάρ σοι ἥ τε κάτω
5. γένος ἀκολουθοῦσα καὶ κλειόμενον τὸ στόμα. διοίγειν οὖν
6. αὐτὸ ταῖς σεαυτοῦ χερσὶν, εἶτ’ ἀνασπᾷν αὖθις ἄνω τὸν κροταφίτην
7. μῦν ὑπὲρ τοῦ φανῆναι συνεπομένην τε πάλιν αὐτῷ
8. τὴν γένυν καὶ κλειόμενον αὖθις τὸ στόμα. θεωρηθέντων
9. δὲ τούτων, ἐκτέμνειν αὐτὸν ὅλον ἄχρι τοῦ φανῆναι
10. τὸν ἔνδον ἐν τῷ στόματι μῦν, συμφυόμενον αὐτῷ κατὰ
11. πολλά. φανήσεται δέ σοι, πρὶν ἐκτέμνειν, καὶ ὁ μασσητὴρ
12. αὐτῷ κατ’ ὀλίγα συμφυόμενος, ὃν καὶ αὐτὸν ὅλον ἀνατέμνειν
13. ἤδη βέλτιον, ἵν’ ἀκριβέστερον ἴδῃς τὸν ἔνδοθεν·
14. ὀφθήσεται δ’ οὗτος ἀκριβῶς ἄνευ τοῦ λυθῆναι τὴν γένυν.
15. λύσεις οὖν αὐτὴν ἤτοι κατὰ τὴν διάρθρωσιν, ἢ κατὰ τὴν
16. σύμφυσιν, ὥστε ἐκτραπείσης ὁρᾶσθαι τὸν ἔνδον μῦν· εἰ δὲ
17. καὶ κατ’ ἄμφω λύσεις, ἅμα σαφεστέραν ἐπιδείξεις τὴν
18. θέαν. εὔδηλον δ’, ὅτι κᾀπὶ τούτου τοῦ μυὸς ἡ μὲν ἀρχὴ
1. κατὰ τὸ τῆς κεφαλῆς ὀστοῦν, ἡ τελευτὴ δὲ κατὰ τὸ τῆς
2. κάτω γένυός ἐστι· ταύτῃ μὲν γὰρ ἐμπέφυκε κατὰ τὸ πλατύτατον
3. τῶν ἔνδον, ὃ δὴ καὶ κοῖλον ἀτρέμα ἐστί· τῆς κεφαλῆς
4. δὲ ἐκπέφυκε κατὰ τὰς παρὰ τοῖς πτερυγοειδέσιν
5. ὀστοῖς κοιλότητας. ἐκκόψας οὖν ὅλον ἤδη καὶ τοῦτον τὸν
6. μῦν ἅμα τῷ τῆς κάτω γένυος ἡμίσει μέρει σκοπεῖσθαι δυνήσῃ
7. σαφῶς ἅπαντα τὰ κατὰ τὸ στόμα μόρια, πρῶτα μὲν τὰ περὶ
8. τοῖς φατνίοις οὖλα, μετὰ δὲ ταῦτα τά τε φατνία καὶ τοὺς
9. ὀδόντας αὐτούς.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 4.4, ed. Kühn, 1821, vol. 2, p. 435-443. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:4.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩