13. Ἀφαιρεθέντων δὲ αὐτῶν, περὶ τὸ τῆς
14. κεφαλῆς ἄρθρον ὁρῶνται τρεῖς ἄλλαι συζυγίαι μυῶν μικρῶν.
15. εἰσὶ δ’ οὐ τρεῖς κατά γε τἀληθὲς, ἀλλὰ τέσσαρες αἱ ὄπισθεν
16. ἄνευ τῶν κατὰ τὰ πλάγια τοῦ σπονδύλου τοῦ πρώτου μικρῶν
17. ἐγκεκρυμμένων τῇ διαρθρώσει· διὸ καὶ λανθάνουσι.
18. περὶ μὲν οὖν ἐκείνων ἐροῦμεν, ὅταν τοὺς ὑποβεβλημένους
1. τῷ στομάχῳ μῦς ἀνατέμνωμεν. ἡ τετάρτη δὲ τῶν ὄπισθεν
2. μυῶν τῶν μικρῶν συζυγία διὰ τάσδε τὰς αἰτίας παρώφθη
3. τοῖς ἀνατομικοῖς. ὁ πρῶτος σπόνδυλος οὔτε τὴν ὄπισθεν
4. ἀπόφυσιν ἔχει τὴν γεννῶσαν τὴν ἄκανθαν, ἁπάντων τε τῶν
5. σπονδύλων ἐστὶ λεπτότατος, ᾧ περ οὖν καὶ περιβέβληκε τὸν
6. δεύτερον, ὡς ὁμιλεῖν ἐν χρῷ. διά τε οὖν ταῦτα, καὶ ὅτι κατὰ
7. τοῦ συνάπτοντος τὸν πρῶτον σπόνδυλον τῇ κεφαλῇ μυὸς
8. ἐλαχίστου τὸ μέγεθος ὄντος ἔξωθεν ἐπιβέβληται μῦς ἕτερος
9. συνάπτων τὸν δεύτερον σπόνδυλον τῇ κεφαλῇ, κατακρύπτεσθαι
10. συμβαίνει τὸν μικρὸν μῦν. ὁ γὰρ ἐπικείμενος
11. αὐτῷ ὄπισθεν μῦς ἄρχεται μὲν ἐκ τῆς ἀκάνθης τοῦ κάτω
12. σπονδύλου, τελευτᾷ δὲ εἰς τὸ κατ’ ἰνίον ὀστοῦν τῆς κεφαλῆς
13. παρ’ αὐτὴν μάλιστα τὴν μεσότητα. καὶ διὰ
14. τοῦτό γε καὶ ψαύουσιν ἀλλήλων οἱ δύο μύες οἱ τῆς
15. πρώτης τῶν εἰρημένων τεττάρων συζυγιῶν ὄρθιοι κατὰ
16. τῆς διαρθρώσεως ὅλης ἐπιβεβλημένοι. καὶ πρὶν ἀρθῆναι
17. τούτους, ἀδύνατόν ἐστιν ὀφθῆναι τοὺς μικροὺς μῦς, ὁμοίως
18. μὲν ὀρθίους ὄντας, ὁμοίως δὲ ἐκπεφυκότας τῆς κεφαλῆς,
1. ὁμοίως δ’ ἀλλήλων ψαύοντας, ὥσπερ ἔψαυον οἱ κατ’ αὐτῶν
2. ἐπικείμενοι. καὶ μὲν δὴ καὶ καταφύονται τοῖς ὀπίσω μέρεσι
3. τοῦ πρώτου σπονδύλου, καθάπερ οἱ πρὸ αὐτῶν τοῦ δευτέρου.
4. καὶ τὴν αἰτίαν τοῦ μὴ ἔχειν ὄπισθεν ἀπόφυσιν τὸν
5. πρῶτον σπόνδυλον οὐκ ἄλλην τινὰ νομιστέον,ἢ ὅτι συναφθῆναι
6. τὴν κεφαλὴν ἔδει τῷ δευτέρῳ σπονδύλῳ χάριν τῆς
7. ἀνανεύσεως. οὐ τοίνυν ἐχρῆν ὑποβεβλῆσθαι τοιαύτην ἄκανθαν
8. ἐν τοῖς ἐνταῦθα μυσὶν, οἵα τοῖς ἄλλοις ἐστὶ σπονδύλοις·
9. ἐτιτρώσκοντο γὰρ ἂν ὑπ’ αὐτῆς, οἷον ὑπὸ σκόλοπος,
10. ἢ πάντως γ’ ἐθλῶντο. χρὴ τοίνυν ἀνατέμνοντα τὰς εἰρημένας
11. δύο συζυγίας τῶν μυῶν ἐγχειρεῖν αὐτοῖς διττῶς·
12. ἐνίοτε μὲν ἀποτέμνοντα τοῦ δευτέρου σπονδύλου τοὺς μῦς,
13. εἶτ’ ἀνατείνοντα καὶ συνεπόμενον τῇ σμίλῃ προέρχεσθαι
14. μέχρι τῆς κεφαλῆς, ὅπερ καὶ ῥᾷόν ἐστιν, ἐνίοτε δ’ ἀπὸ
15. τῆς κεφαλῆς ἀρξάμενον ἐπὶ τὸν σπόνδυλον ἰέναι. καὶ ἤν γε
16. μηδεμιᾶς ψαύσῃς ἰνὸς τῶν ὑποβεβλημένων μυῶν τῶν μικρῶν,
17. ἰδίαν ἔχοντές σοι φανοῦνται περιγραφήν· εἰ δ’ ἅψαιο κατά
18. τι καὶ τέμοις αὐτὰς, συμπεφυκέναι σοι δόξουσι τοῖς ἐπιβεβλημένοις.
1. ἡ μέντοι κατάφυσις ἡ εἰς τὸν πρῶτον σπόνδυλον
2. ἐναργῶς ὀφθήσεται κατὰ πάσας τὰς ἐγχειρήσεις αὐτῶν.
3. αὗται μὲν οὖν αἱ δύο συζυγίαι τῶν μυῶν ἀνανεύουσιν εἰς
4. τοὐπίσω μόνην τὴν κεφαλήν· ἑτέρα δὲ τρίτη συνάπτει τοῖς
5. πλαγίοις μέρεσι τοῦ πρώτου σπονδύλου. καὶ παράκεινταί γε
6. τοῖς προειρημένοις οἱ μύες οὗτοι λοξοὶ, συνεχῆ μὲν αὐτοῖς
7. ἔχοντες τὴν ἐκ τῆς κεφαλῆς ἔκφυσιν, ἀποχωροῦντες δ’ εἰς
8. τὰ πλάγια. καὶ τοίνυν κατὰ τοῦτ’ αὐτὸ μᾶλλον ἡ μικροτέρα
9. συζυγία μεθ’ ὅλου τοῦ πρώτου σπονδύλου παραλέλειπται
10. τοῖς ἀνατομικοῖς, διότι φαντασίαν ἑνὸς σπονδύλου
11. προβάλλουσιν οἱ πρῶτοι δύο, κατ’ εὐθύ πως κειμένης
12. τῆς ἀκάνθης τοῦ δευτέρου ταῖς πλαγίαις ἀποφύσεσι τοῦ
13. πρώτου. ὥσπερ γὰρ τὰ μέσα μέρη τοῦ πρώτου κατακέκρυπται
14. διὰ τὸ μήτ’ ἄκανθαν ἔχειν αὐτὸν, εἶναί τε ταύτῃ
15. λεπτὸν, ἐπιβεβλῆσθαί τε κατ’ αὐτοῦ τέτταρας μῦς, οὕτω
16. τὰ πλάγια πάντα τοῦ δευτέρου σπονδύλου τελέως ἠφάνισται,
17. περιβεβληκότος αὐτῷ κατὰ ταῦτα τοῦ πρώτου μεγάλαις
18. ἀποφύσεσιν. ἡ τοίνυν τρίτη συζυγία τῶν μυῶν λοξῆς κινήσεως
1. ἡγεῖται τῆς κεφαλῆς κατὰ τὴν τῶν ἰνῶν εὐθύτητα,
2. πάντων τῶν μυῶν φύσιν ἐχόντων εἰς ἑαυτούς τε συνάγεσθαι
3. καὶ συνεπισπᾶσθαι τὰ συνημμένα μόρια τοῖς πέρασιν
4. αὐτῶν. εἴρηται δὲ ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων
5. ἐν τοῖς περὶ μυῶν κινήσεως, οἷς ὡμιληκέναι συμβουλεύω μὴ
6. κατὰ τὸ πάρεργον, ὅστις ἐντεῦθεν ὀνήσεσθαί τι μέλλει.
7. λοιπὴ δ’ ἄλλη τετάρτη συζυγία μυῶν ἐστι λοξὴ ἀντιστρόφως
8. τῇ τρίτῃ. συνάπτουσιν οὗτοι τὸν πρῶτον σπόνδυλον
9. τῷ δευτέρῳ, τὰ πέρατα δ’ αὐτῶν εἴς τε τὰς πλαγίας ἀποφύσεις
10. ἐξήκει τοῦ πρώτου καὶ τὴν ἄκανθαν τοῦ δευτέρου.
11. δόξουσι δέ σοι ποιεῖν αἱ τρεῖς αὗται συζυγίαι τρίγωνον ἰσόπλευρον,
12. ἥ τε πρώτη πασῶν εἰρημένη καὶ ἡ τρίτη καὶ ἡ
13. τετάρτη. περὶ γάρ τοι τῆς δευτέρας, ὅτι μηδ’ ὅλως φαίνεται,
14. πρὶν ἀφαιρεθῆναι τὴν πρώτην, εἴρηται πρόσθεν. ἀλλ’
15. αἵ γε λοιπαὶ τρεῖς συζυγίαι φαίνονται σαφῶς ἀλλήλων
16. ψαύουσαι καθ’ ἣν εἶπον ἰδέαν. ἐθαύμαζον οὖν, ὅπως ὁ
17. Λύκος οὗτος, οὗ νῦν εἰς τὸ μέσον ἥκει τὰ βιβλία
1. μετὰ τὸν θάνατον, ἐν τῇ τῶν μυῶν ἀνατομῇ μίαν οἶδε
2. μόνην ἐξ αὐτῶν συζυγίαν, τῷ πρώτῳ σπονδύλῳ συνάπτουσαν
3. τὴν κεφαλήν. ὅτι μὲν γὰρ ἅπαντες παρεῖδον τὸν πρῶτον
4. σπόνδυλον, αὐτὰ τὰ νῦν εἰρημένα σαφῶς ἐνεδείξατο,
5. καὶ σὺν αὐτοῖς, ὅταν ἀνατέμνωμεν τὰ νεῦρα, δειχθήσεται.
6. θαυμαστὸν δ’, ὅπως, ἰδόντες ἀκριβῶς τὴν πρώτην τῶν μυῶν
7. συζυγίαν, οὐ καὶ τρίτην τε καὶ τετάρτην ἐθεάσαντο· φαίνονται
8. γὰρ ἐναργῶς ὁμοίως πᾶσαι τῷ τὰς τρεῖς συζυγίας
9. ἀνατέμνοντι τῶν κοινῶν τραχήλῳ τε καὶ κεφαλῇ μυῶν.
10. ἀλλά μοι δοκοῦσιν, ὥσπερ οὖν καὶ γράφουσι τῶν ῥαχιτῶν
11. μυῶν μόρια νομίσαντες εἶναι τοὺς κατὰ τοῦ τραχήλου παντὸς
12. ἐπιβεβλημένους, οὐδ’ ὅλως ἅψασθαι τῆς ἀνατομῆς
13. αὐτῶν· ἡγησάμενοι δὲ καὶ τοῦ τῆς κεφαλῆς ἄρθρου
14. πάντως εἶναί τινας ἰδίους μῦς, ἀποπιστεῦσαι τῷ λογισμῷ
15. χωρὶς τῆς ἀνατομῆς, εἶτ’ ἐν τοῖς ὑπομνήμασι γράφειν
16. ὡς ἑωρακότες· οὐ γὰρ οἷόν τε τοὺς κοινοὺς τοῦ δευτέρου
17. σπονδύλου καὶ τῆς κεφαλῆς μῦς θεασάμενον ἀγνοῆσαι
18. ἄλλους. οὐ μόνον δὲ τῆς τούτου θέας ὀλιγώρως ἐσχήκασιν,
1. ἀλλὰ καὶ τῶν τῆς κεφαλῆς κινήσεων, ἃς ποιεῖται
2. πρὸς τοὺς πρώτους δύο σπονδύλους.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 4.7, ed. Kühn, 1821, vol. 2, p. 454-460. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:4.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩