8. Περὶ μὲν δὴ τῶν κατ’ ἰνίον καὶ τράχηλον
9. μυῶν τῆς κεφαλῆς αὐτάρκως εἴρηται· περὶ δὲ τῶν συναπτόντων
10. αὐτὴν τῷ στέρνῳ καὶ τῇ κλειδὶ λεκτέον ἐφεξῆς.
11. ἀρθέντων γὰρ τῶν εἰρημένων ἁπάντων ἕτοιμον ἤδη τούτοις
12. τε καὶ τῇ ῥάχει συνάπτουσι τὰς ὠμοπλάτας ἐγχειρεῖν. ἀλλ’
13. ἐπεὶ πολλοὺς τῶν ἐκ τῆς κεφαλῆς πεφυκότων μυῶν ἀνέτεμον
14. τῷ λόγῳ, βέλτιον ἂν εἴη καὶ τοὺς περιστρέφοντας
15. αὐτὴν ἐπὶ τὰ πρόσω προσθεῖναι. καθήκοντες γὰρ ἐπὶ τὸ
16. στέρνον οὗτοι καὶ τὰ πρῶτα τῆς κλειδὸς ἀπὸ διττῶν ἀρχῶν,
17. τῆς μὲν ὀπίσω τοῦ ὠτὸς, τῆς δ’ ὑπ’ αὐτῷ κειμένης,
1. ὅτι μὲν ἤτοι τὸ στέρνον καὶ τὴν κλεῖν σὺν αὐτῷ τῷ θώρακι
2. περιστρέφουσί τε ἅμα καὶ ἄνω πρὸς τὰ πλάγια τῆς
3. κεφαλῆς ἢ τὴν κεφαλὴν ἐπὶ τὰ πρόσω περιάγουσι, δῆλον,
4. οἶμαι, παντί. δῆλον δ’ οὐδὲν ἧττόν ἐστι, καὶ ὅτι τὸν θώρακα
5. τὴν τοιαύτην κίνησιν ἀδύνατον αὐτοῖς κινεῖν. ὥστε
6. ἀναγκαῖόν ἐστι περιστρέφεσθαι τὴν κεφαλὴν ὑπ’ αὐτῶν
7. πρόσω. κοινὸν γὰρ καὶ τοῦτο χρὴ περὶ πάντων ἐπίστασθαι
8. μυῶν. ὅσοι μὲν εὐθεῖαν ἔχουσι θέσιν, ἁπλῆς ἐξηγοῦνται κινήσεως·
9. ὅσοι δ’ οὐκ εὐθεῖαν, συνθέτου. τοῖς μὲν οὖν
10. προειρημένοις ἅπασι μυσὶν, ὅσοι τῆς κεφαλῆς ἐκπεφύκασιν,
11. ἥ τε θέσις εὐθεῖα καὶ ἡ κίνησις ἁπλῆ. οἱ μὲν γὰρ εἰς τὰς
12. ὠμοπλάτας καθήκοντες ἐκείνας ἀνέλκουσιν· οἱ δ’ εἰς τὸν
13. τράχηλον, ἔνιοι μὲν αὐτῶν ἀπαρέγκλιτον ἀνανεύουσιν, ἔνιοι
14. δὲ ἐπὶ βραχὺ λοξὸν ἐργάζονται. τῷ δὲ μυῒ τῷ ἐκ τῶν
15. ὀπίσω τοῦ ὠτὸς ἐκφυομένῳ, καθήκοντι δὲ εἰς τὸ πρὸς τῷ
16. στέρνῳ πέρας τῆς κλειδὸς, ἡ θέσις οὐκ εὐθεῖαν γραμμὴν ἔχει,
17. ἥ τε κίνησις ἀνάλογον τῇ θέσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον
1. καὶ ὁ μετ’ αὐτὸν, ὅσος εἰς τὸ στέρνον ἐμφύεται. εὑρήσεις
2. δὲ αὐτῶν τὰς ἐκφύσεις ἐν οἷς εἷπον χωρίοις, τοῦ μὲν ἑτέρου
3. συνεχῆ τῷ πρώτῳ τῶν κοινῶν τραχήλου τε καὶ κεφαλῆς,
4. κατὰ γραμμὴν ἐγκαρσίαν ἐπὶ τὸ οὖς ἀφικνουμένην, τοῦ δ’
5. ἑτέρου κατὰ τὴν ῥίζαν τοῦ ὠτός. αὕτη μὲν οὖν στενή τ’
6. ἐστὶ καὶ σκληρὰ καὶ μετρίως στρογγύλη· ἡ δ’ ἑτέρα σαρκώδης
7. ὁμοίως ταῖς ἄλλαις ἁπάσαις, ἃς διῆλθον ἐν τῷ λόγῳ
8. τοῦ κατ’ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐκπεφυκυίας. αἱ μὲν οὖν
9. ἐκφύσεις διτταὶ τῶν εἰρημένων μυῶν εἰσι· καταφύονται δ’
10. εἰς τὰ προειρημένα μόρια πέρασι διττοῖς. ὁ γὰρ ὑπὸ τῇ
11. ῥίζῃ τοῦ ὠτὸς, ἐν τῷ προϊέναι διφυὴς γενόμενος, ἑνὶ μὲν
12. τῶν περάτων εἰς τὸ στέρνον, ἑτέρῳ δ’ εἰς τὸ διαρθρούμενον
13. αὐτῷ τῆς κλειδὸς ἐμφύεται. τουτὶ μὲν οὖν τὸ
14. πέρας τοῦ μυὸς σαρκῶδές ἐστι. τὸ δ’ εἰς τὸ στέρνον ἐμβαλὸν
15. ἀναιμότερόν τε φαίνεται καὶ σκληρότερον, ὡς συνδέσμου
16. μετέχον οὐσίας. ὁ δ’ ἕτερος μῦς ὁ σαρκώδης, τὴν ἐκ
17. τῆς κεφαλῆς ἔχων ἔκφυσιν, ὁμοίαν ἐκείνῃ ποιεῖται καὶ τὴν
18. εἰς τὴν κλεῖν ἔμφυσιν ἐζευγμένην καὶ συνεχῆ τῇ προειρημένῃ
1. σαρκώδει. οὐ μὴν εἰς ὅλην γ’ οὕτως ἐμφύεται τὴν
2. κλεῖν, ὡς ἔδοξέ τισιν, ἀλλ’ ἐγγὺς ἀφικνούμενος τοῦ μέσου
3. παύεται. τοῦτο μὲν οὖν διαπαντὸς εἴδομεν· οὐ μὴν διαπαντός
4. γε τὰς τρεῖς ἐκφύσεις ἰδίαν ἑκάστην ἔχουσαν περιγραφὴν,
5. ἀλλ’ ἅπαξ ποτὲ ὤφθη διφυὴς αὐτῶν ἡ τελευτή. τάχα
6. δ’ ἄμεινον οὐ τελευτὰς, ἀλλ’ ἀρχάς τε καὶ κεφαλὰς ὀνομάζειν
7. αὐτῶν τὰ πρὸς τῇ κλειδὶ πέρατα, τὰς δ’ εἰς τὴν κεφαλὴν
8. ἐκφύσεις τελευτὰς, εἴπερ ὄντως ἐκείνην κινοῦσιν.
9. ἀλλὰ διὰ τὴν τάξιν τῆς ἐγχειρήσεως ἐκφύσεις μὲν αὐτῶν
10. ὠνόμασα ὁμοίως τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς τὰς ἄνω πρὸς
11. τῇ κεφαλῇ, καταφύσεις δὲ τὰς κάτω πρὸς τῇ κλειδί.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 4.9, ed. Kühn, 1821, vol. 2, p. 463-466. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩