13. Τούτων μέντοι τῶν μυῶν ἄχρι τοῦ τε βραχίονος
14. ἀνατμηθέντων, ὡς εἴρηται, καὶ δι’ ἑνὸς μὲν δὴ ἔτι
15. μεγάλου μυὸς ἡ ὠμοπλάτη συνέχοιτο ταῖς πλευραῖς, ὑποπεφυκότος
16. αὐτῶν τῷ σιμῷ, καὶ δι’ ὀστοῦ δὲ τῆς κλειδὸς
17. τῷ στέρνῳ· ἔτι δὲ διὰ τούτου, καὶ δι’ ἑτέρου μυὸς μικροῦ,
18. καθήκοντος ἐκ τῆς κλειδὸς εἰς τὴν πρώτην πλευρὰν, ὃν
1. ἀγνοήσεις καὶ διασπάσεις ὑπὸ τῇ κλειδὶ κατακεκρυμμένον,
2. εἰ μὴ τῷδε τρόπῳ ποιήσαιο τὴν ἐγχείρησιν. ἀπότεμνε πρῶτον
3. ἀπὸ τοῦ τῆς κλειδὸς ὀστοῦ τὸν τῆς ἐπωμίδος μῦν.
4. ἔστι δὲ συνεχής τε καὶ συμφυὴς τῷ μεγίστῳ τῶν ἀπὸ τοῦ
5. στέρνου κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς χώραν, ὡς ἕνα
6. δοκεῖν ὑπάρχειν ἀμφοτέρους. ἀλλὰ πρώτη μὲν ἡ τῶν
7. ἰνῶν θέσις ἐνδείκνυται τὴν διαφορὰν αὐτῶν· ἐπὶ
8. δὲ ταῖς ἰσὶ καὶ οἱ τένοντες, ἔτι τε πρὸς τούτοις ἡ τοῦ
9. τῆς ἐπωμίδος μυὸς ἐκ τῆς ὠμοπλάτης γένεσις. ὁρίζουσι
10. γὰρ αὐτοῦ τὸ ὑψηλὸν εὐθεῖαι γραμμαὶ δύο, γωνίαν πρὸς
11. ἀλλήλας ἐργαζόμεναι παραπλησίαν τριγώνου κορυφῇ. δύναιο
12. δ’ ἂν καὶ τῷ Λ γράμματι τὴν σύνθεσιν αὐτῶν εἰκάσαι,
13. καὶ μέντοι καὶ τῷ γραφομένῳ κατὰ τὰς ἁμίλλας Γ,
14. δύο καὶ τούτῳ γραμμὰς εὐθείας ἔχοντι. τῶν δὲ γραμμῶν
15. ἡ μὲν ἑτέρα ὅλον τὸ μῆκός ἐστι κλειδὸς, ἡ δ’ ἑτέρα τῆς
16. ὠμοπλάτης ἡ ῥάχις. παρατέταται γὰρ αὐτῇ παρὰ τὸ ταπεινότατον
17. μέρος ἡ ἑτέρα κεφαλὴ τοῦ κατὰ τὴν ἐπωμίδα
18. μυός. ἡ δ’ οἷον κορυφὴ τῶν δύο πλευρῶν, ἔνθα
1. συμβάλλουσιν ἀλλήλαις, ὑπὸ τὸ ἀκρώμιόν ἐστιν. ὅταν οὖν
2. ἀπὸ τῆς κλειδὸς ἀνατέμνων τὸ ἕτερον μέρος τοῦ μυὸς ἐπὶ
3. τὴν ἀκρωμίαν ἀφίκῃ, τότ’ ἐντεῦθεν ἐπιστρέψας τὴν τομὴν,
4. ἀνάτεμνε τὸν μῦν, ἀγκίστροις ἀνατείνων, ἀκολούθει τε τῇ
5. συνεχείᾳ τῶν ἀνατετμημένων αὐτοῦ μορίων, ὡς, εἴγε τούτων
6. καταφρονήσας ἄχρι τοῦ βάθους τῆς ὠμοπλάτης τεμεῖς,
7. ἁμαρτήσεις. ὑπόκειται γὰρ ἐνθάδε μῦς ἕτερος, ἰδίαν ἔχων
8. περιγραφὴν, κατὰ δάρσιν ἀπολυόμενος τοῦ τῆς ἐπωμίδος.
9. ἀνατείνων οὖν ἰσχυρῶς ἀγκίστρῳ τὸ ἀνατεμνόμενον ἑκάστοτε
10. τοῦ κατὰ τὴν ἐπωμίδα μυὸς, ὄψει ποτὲ σαφῶς τὸν ὑποκείμενον
11. μῦν ἰδίᾳ περιγεγραμμένον. ἢν δ’ ἅπαξ ἐπιτύχῃς
12. τοῦδε, ῥᾷστον ἤδη σοι τοὖργον, ὡς ἀπολῦσαί τε καὶ χωρίσαι
13. τὸν ἐπικείμενον μῦν τόνδε τοῦ προσπεφυκότος τῷ
14. τῆς ὠμοπλάτης ὀστῷ. καὶ μὴν καὶ ἄλλος τις αὐτῷ παραπέφυκε
15. κατὰ τὴν πλευρὰν τῆς ὠμοπλάτης μῦς, ἀφ’ οὗ χωρίσεις
16. αὐτὸν οὐ χαλεπῶς, ἢν φθάσῃς ἀκριβῶς ἀπολῦσαι
17. τοῦ προειρημένου. μετὰ τοῦτον δ’ ἐστὶν ἔτι μῦς ἄλλος
1. αὐτῷ παραπεφυκὼς ἐπὶ τοῦ βραχίονος ἄχρι τῆς ἐμφύσεως,
2. ἣν εἰς τὰ πρόσω μέρη ποιεῖται κατωτέρω τῆς διαρθρώσεως.
3. ὀρθία δ’ ἐστὶν ἡ ἔμφυσις, ἄνωθεν κάτω κατὰ τὴν
4. τοῦ βραχίονος εὐθυωρίαν φερομένη. διαφέρει δ’ οὐδὲν εἴς
5. γε τὰ παρόντα κατάντη καλεῖν ἢ ὀρθίαν αὐτήν. ἔστι δ’
6. ὡσαύτως ὀρθία κατὰ τὸ τοῦ βραχίονος μῆκος, ἐκ τῶν ἔνδον
7. αὐτοῦ μερῶν παρατεταμένη, καὶ ἡ τοῦ μεγάλου τῶν
8. ἀπὸ τοῦ στέρνου μυῶν ἔμφυσις. ἀλλ’ ἐκεῖνος μὲν ἔσω
9. προσάγει τὸ κῶλον, ὁ δὲ τῆς ἐπωμίδος ἀνατείνει, μηδαμόσε
10. παρεγκλίνων τὸν βραχίονα, μήθ’ ὡς πρὸς τὴν κλεῖν
11. ἔσω, μήθ’ ὡς πρὸς τὰ ταπεινὰ τῆς ὠμοπλάτης ἐκτὸς, ἀλλ’
12. ἀπαρέγκλιτόν τε καὶ ἴσην ἀκριβῶς αὐτοῦ τὸν ἔκτασιν ἐργαζόμενος.
13. ὑπάρχει δὲ τῷ μυῒ τῷδε τὸ τοιοῦτον τῆς ἐνεργείας
14. εἶδος, ὅτι διττὰς ἔχει κεφαλὰς περιβεβηκυίας τὸ
15. ἀκρώμιον, ὡς, εἴγε τείνοις ἐξ αὐτῶν τὴν ἑτέραν μόνην, ἤτοι
16. γ’ ἐπὶ τὴν κλεῖν ἐντὸς, ἢ πρὸς τὰ ἐκτὸς τῆς ὠμοπλάτης
17. ὁ βραχίων ἐνεχθήσεται μηκέτι ἀκριβῶς ὀρθῶς ἀνατεινόμενος,
1. ἀλλ’ ἐγκλινόμενος εἰς τὰ πλάγια. συμβαίνει δ’ αὐτὸ
2. τοῦτο καὶ διὰ δυοῖν κατ’ αὐτὴν τὴν ὠμοπλάτην μυῶν, ὧν
3. ὁ μὲν ὑψηλότερος, ὁ δὲ ταπεινότερος ἐκτέταται κατὰ τὸ
4. μῆκος αὐτῆς· καὶ πρόδηλοί γε γίγνονται τοῦ τῆς ἐπωμίδος
5. ἀνατμηθέντος, ὡς εἴρηται. τούτους δ’ αὐτοὺς πάλιν ἐγχειρῶν
6. ἀνατέμνειν, ἀπὸ τῶν κατὰ τὴν βάσιν τῶν αὐτῆς ἄρχου
7. μερῶν, ἵνα περ αὐτῶν ἑκατέρου τὸ πέρας ἐστίν· ἐντεῦθεν
8. δὲ προέρχου μέχρι τῆς κατὰ τὸν ὦμον διαρθρώσεως,
9. ἀποτέμνων αὐτοὺς ἐκπεφυκότας ἀκριβῶς τοῦ τῆς
10. ὠμοπλάτης ὀστοῦ, μέχρι περ ἂν ἑκατέρων εἰς εὖρος τὸν
11. τένοντα πλατὺν ἴδῃς τελευτῶντα, δι’ ὧν τὸν βραχίονα
12. κινοῦσιν ἀνατείνοντες λοξὸν, ὁ μὲν εἴσω μᾶλλον, ὡς
13. πρὸς τὴν κλεῖν, ὁ δ’ εἰς τὰ ἐκτὸς, ὡς πρὸς τὰ ταπεινότερα
14. τῆς ὠμοπλάτης. εἰ δ’ ἅμα ταθεῖεν ἀμφότεροι,
15. τὴν μέσην τῶν λοξῶν ἀνάτασιν ἐργάσονται τὴν εὐθεῖαν·
16. ἣν δὴ κᾀκ τοῦ τῆς ἐπωμίδος μυὸς ὁ βραχίων ἔχειν ἐλέχθη.
17. ἐμφύεται δ’ ὁ μὲν ὑψηλότερος τῶν μυῶν εἰς τὴν ἑτέραν
18. κορυφὴν τῆς κεφαλῆς τοῦ βραχίονος, ἣν ἡ μείζων
1. κεφαλὴ τοῦ κατὰ τὸν βραχίονα προσθίου μυὸς ἐκτὸς ἀφορίζει·
2. συνεχῆ δ’ αὐτῇ τὴν ἀπονεύρωσιν ὁ ταπεινότερος
3. μῦς ἐμφύει τῇ κεφαλῇ τοῦ βραχίονος ἔξωθεν ἤδη μᾶλλον.
4. εἰ μὲν οὖν ἐπὶ τὴν ὅλην ἀνατομὴν τῆς χειρὸς τρέποιο,
5. καὶ τούτους τοὺς μῦς εὐθὺς ἀνατέμνειν, ὡς εἴρηται,
6. πειράσῃ, καὶ τοὺς ἐφεξῆς αὐτοῖς κατὰ τὴν τῆς φύσεως
7. τάξιν. εἰ δ’ ἐπὶ τὸν θώρακα σπεύδοις, ἐάσας τούτους,
8. ὡς ἔχουσιν, ἀπότεμνε τοῦ στέρνου τὴν κλεῖν, τοὺς
9. περὶ τὴν διάρθρωσιν ὑμενώδεις συνδέσμους διατέμνων, εἶτ’
10. ἀνατείνων ἐπ’ ἀκρώμιον, ὡς ἀνακλᾷν ἀτρέμα, τοὺς ἄλλους
11. ὑμένας τε καὶ συνδέσμους ἀπότεμνε, καθ’ οὓς τοῖς πλησιάζουσιν
12. ἡ κλεῖς συνῆπται μορίοις, ἄχρις ἂν ἐναργῶς ἴδῃς
13. ὑποφαινόμενον ἐκ τῶν ἔνδον τε καὶ κάτω μερῶν αὐτῆς τὸν
14. εἰς τὴν πρώτην πλευρὰν ἐμπεφυκότα μῦν, μικρὸν μὲν τῷ
15. μεγέθει, λοξὸν δὲ τῇ θέσει. ἡ κεφαλὴ μὲν αὐτοῦ κατὰ τὴν
16. ὠμοπλάτην ἀνατεινομένης τῆς κλειδός ἐστιν, ἡ τελευτὴ δὲ,
17. καθ’ ἣν ἐμφύεται τῇ πρώτῃ πλευρᾷ τὸ πρὸς τὸ στέρνον
18. αὐτοῦ μέρος.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 5.2, ed. Kühn, 1821, vol. 2, p. 485-490. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:5.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩