Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 5.6, ed. Kühn, 1821, vol. 2, p. 504-511. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:5.6

12. Βούλομαι δὲ ὑμᾶς ἀναμνῆσαι τῶν συνεχῶς
13. γιγνομένων ὑπ’ ἐμοῦ, μεμνημένους οἶδ’ ὅτι καὶ αὐτούς.
14. ἀλλὰ γὰρ, ὡς καὶ πρόσθεν εἶπον, οὐκ ἐν ταῖς τῶν ἑταίρων
15. μόνων χερσὶ τὴν πραγματείαν ταύτην εἰκός ἐστι φυλαχθήσεσθαι,
16. πολλὰς δ’ ἀμείψειν ἀνθρώπων χεῖρας, ἑτοίμων μὲν
17. ἐνίων ἅπαντα βασκαίνειν, ἑτοίμων δ’ ἑτέρων ἐκλέγειν τε καὶ
18. μανθάνειν τὰ κάλλιστα. χρὴ τοίνυν κᾀκείνων ἕνεκα τ 
1. γιγνωσκόμενα τοῖς ἑταίροις ἀναμιμνήσκειν τε καὶ λέγειν
2. πολλάκις, ὅ περ καὶ λέξων ἤδη δίειμι. τοὺς κατ’ ἐπιγάστριον
3. ἅπαντας μῦς οἶδα πολλάκις ἀνατεμὼν εὐθὺς
4. ἅμα τῷ πνιγῆναι τὸν πίθηκον, εἶθ’ ἑξῆς αὐτοῖς
5. ἔντερα, καὶ γαστέρα, καὶ ἧπαρ, καὶ σπλῆνα, καὶ νεφροὺς
6. καὶ κύστιν, εἰ δὲ καὶ θῆλυ τὸ ζῶον εἴη, καὶ μήτραν. καὶ
7. τῇ πρώτῃ γε ἡμέρᾳ ταῦτ’ οἶδα πολλάκις ἀνατεμὼν τοῖς
8. ἑταίροις μόνα, χάριν τοῦ μὴ σαπῆναι χρονίζοντα, κᾄπειτ’
9. ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἐπὶ τἄλλα μεταβὰς ἀνατεμών
10. τε κᾀκεῖνα τῇ τάξει τῶν ἐν τῇδε τῇ πραγματείᾳ γεγραμμένων
11. ἐξ ἀρχῆς. ὅπως μὲν οὖν ἐγχειρεῖν χρὴ τοῖς κατ’ ἐπιγάστριον,
12. ὅταν ἀπ’ αὐτῶν τις ἄρχηται, μικρὸν ὕστερον ἐρῶ·
13. νυνὶ δ’ ἀκόλουθον τοῖς προειρημένοις τὴν διδασκαλίαν ποιήσομαι.
14. τὰς γὰρ ἀπολελυμένας τοῦ στέρνου πλευρὰς, ἃς
15. ὑπὲρ τοῦ σαφῶς θεάσασθαι τὰς ἔνδον ἀνακλάσαι συνεβούλευσα,
16. πάλιν ἐπαναγαγεῖν χρὴ πρὸς τὸ στέρνον ἐπὶ
17. τὴν ἀρχαίαν θέσιν, ὡς εἰ καὶ μηδ’ ὅλως ἐτέτμηντο,
18. κᾄπειτ’ ἀναδέρειν μὲν, ὅσον ὑπόλοιπον ἔτι τοῦ κατ’ ἐπιγάστριον
1. δέρματος, ἄρχεσθαι δὲ τῆς ἀνατομῆς τῶν ὑπ’ αὐτῷ
2. μυῶν ἀπὸ τοῦ μεγίστου τε καὶ πάντων ἔξωθεν, ὃς ἀπὸ
3. τοῦ θώρακος ἀρχόμενος. ἐπιστρώννυται τοῖς κατ’ ἐπιγάστριον
4. ἅπασι μυσίν. ὄψει δ’ αὐτοῦ τὰς ἀρχὰς ἐναργῶς, ἀνατετμημένων
5. γε τῶν προειρημένων, ἐφεξῆς κειμένας τῷ μεγίστῳ
6. τῶν ὑψηλῶν τοῦ θώρακος μυῶν, οἷον δακτύλοις τισὶ τοῖς
7. ἑαυτοῦ πέρασιν ἐμφύεσθαι ταῖς πλευραῖς, ὡς ἔφην. ἔνθα
8. τοίνυν ἐκείνων ἑκάστη τῶν καταφύσεων τελευτᾷ, παρακειμένας
9. ἐνταῦθα τὰς ἀρχὰς θεάσῃ τοῦ προκειμένου κατὰ τὸν
10. λόγον ἡμῖν μυὸς, ἑνὸς μὲν ἐκ τῶν δεξιῶν δηλονότι μερῶν,
11. ἑτέρου δ’ ἐκ τῶν ἀριστερῶν. ὑπόκειται δ’ ἡ πρώτη τῶν
12. ἐκφύσεων, κατὰ τὴν ἕκτην μάλιστ’ οὖσα πλευρὰν, τῇ τελευτῇ
13. τοῦ προσθίου μυὸς τῶν τὸν θώρακα κινούντων·
14. ἐφεξῆς δὲ καὶ τῶν ἄλλων ἤδη πασῶν ἐκφύεται πλευρῶν πλησίον
15. ἐκείνων τῶν μερῶν, ἔνθα πρῶτον εἰς χόνδρον μεταπίπτει
16. τὸ καθ’ ἕκαστον αὐτῶν ὀστοῦν, ὡς εἴρηται πρόσθεν.
17. ἀνάλογον δέ τι τῇ καμπῇ τῇδε καὶ ταῖς πρώταις ὑπάρχει
18. τῶν νόθων, τῆς μὲν ὀγδόης, ἄνωθεν ἀριθμοῦντι, πρὸς τὸν
1. ξιφοειδῆ χόνδρον ἀναφερομένης, τῶν δ’ ἄλλων ἀπολειπομένων
2. τοῦδε, διαφερουσῶν τῷ μᾶλλόν τε καὶ ἧττον· ἀεὶ γὰρ.
3. ἡ ταπεινοτέρα βραχυτέρα τῆς ὑψηλοτέρας ἐστίν. ἐκφύεται
4. δὲ καὶ τούτων ἁπασῶν ἡ πρώτη τῶν κατ’ ἐπιγάστριον μυῶν
5. συζυγία λοξαῖς ἰσὶν ἐπὶ τὰ πρόσω τῆς γαστρὸς φερομένη.
6. συνεπεκτείνεται δὲ παντὶ τῷ κατ’ ἐπιγάστριον χωρίῳ τῷ διὰ
7. τῶν κενεώνων, ἐπί τε τὰ τῶν λαγόνων ὀστᾶ παραγινόμενος
8. καὶ τὸν βουβῶνα τὸν καθ’ ἑαυτὸν ἑκάτερος, ἐμφυόμενός τε
9. τοῖς τῆς ἥβης ὀστοῖς ὑμενώδει μὲν, ἀλλ’ ἰσχυρῷ τένοντι,
10. πρὸ τοῦ βουβῶνος τὴν γένεσιν ἔχοντι. καὶ μέντοι καὶ χαλᾶταί
11. ποτε ἡ συντονία τοῦ τένοντος τοῦδε κατὰ τὸν βουβῶνα· καὶ
12. σὺν αὐτῷ χαλαρὸς ἀποτελεσθεὶς ὁ τόπος ὅλος οὗτος ὑποδέχεταί
13. τινα μέρη τῶν ὑποκειμένων σωμάτων εἰς ἑαυτὸν, ἐντέρων
14. ἢ ἐπίπλου, καὶ ἤδη τοῦτο κήλη καλεῖται. τέτακται
15. δ’ ὁ τένων οὗτος ὁ ὑμενώδης μικρὸν ὑπεράνω τοῦ βουβῶνος,
16. ἕνεκα τοῦ διεξελθεῖν τὸ περιτόναιον ἅμα τοῖς ἐν
17. ἑαυτῷ περιεχομένοις, ὑπὲρ ὧν αὖθις εἰρήσεται. τὸ δ’ ἐπὶ
18. τὰ πρόσω τῆς γαστρὸς ἐκτεινόμενον μέρος τῶνδε τῶν μυῶν
1. εἰς λεπτὸν ἀκριβῶς τελευτᾷ τένοντα, τοῖς ὀρθίοις ἐπιβεβλημένον
2. ἔξωθεν μυσίν. οὕτως δὲ καὶ δευτέρας συζυγίας
3. τῶν κατ’ ἐπιγάστριον μυῶν, λοξὴν ἔμπαλιν ἐχόντων τοῖς
4. πρώτοις τὴν θέσιν τῶν ἰνῶν, ὁ τένων ὑμενώδης γενόμενος,
5. ἐπιβάλλει τοῖς προσθίοις μυσίν. ἄρχεται δ’ ἑκάτερος
6. τούτων ἐκ τοῦ τοῦ λαγόνος ὀστοῦ σαρκώδη τὴν ἔκφυσιν
7. ἔχων. εἶτ’ ἐντεῦθεν ἀναφέρονται λοξοὶ κατὰ τῶν ἐγκαρσίων
8. ἐποχούμενοι μυῶν, ἐμφύονται δὲ διὰ σαρκοειδοῦς οὐσίας
9. τοῖς πέρασι τῶν τεττάρων νόθων πλευρῶν. ὁ δὲ τένων αὐτῶν
10. ὁ λεπτὸς, εἰς ὃν ἐλέχθησαν τελευτᾷν, μέσος ἐστὶ τῶν
11. τ’ ὀρθίων μυῶν καὶ τοῦ τῶν προειρημένων τένοντος. ἑνοῦσθαι
12. γάρ σοι δόξουσιν οἱ δύο τένοντες ἀμφοτέρων τῶν μυῶν,
13. καὶ χαλεπόν ἐστιν αὐτοὺς χωρίσαι, καὶ μάλισθ’ ὅταν ἀρχὴν
14. τῆς ἀνατομῆς παντὸς τοῦ ζώου ταυτὶ ποιησώμεθα τὰ μόρια.
15. κατὰ δὲ τὴν προκειμένην ἐγχείρησιν ἀρχομένοις τῆς
16. ἀνατομῆς τῶν μυῶν τῶνδε ῥᾷον χωρίσαι τοὺς τένοντας,
17. ἀκολουθοῦντας ἑκατέρῳ τῶν μυῶν· ἔνθα γὰρ πρῶτον αὐτῶν
18. παύεται τὸ σαρκῶδες, ἐντεῦθεν ὁ τένων ἐκπέφυκε, συνεχὴς
1. ὑπάρχων τῇ σαρκί. ταύτην οὖν θεώμενος ὅροις ἰδίοις περιγεγραμμένην,
2. οὐ χαλεπῶς εὑρήσεις τὸν ἐξ ἑκατέρας αὐτῶν
3. ἐκφυόμενον ὑμενώδη τένοντα. καὶ μὲν δὴ γεννᾶται κατ’
4. ἐκεῖνο τὸ χωρίον ὁ τένων οὗτος, ἔνθα τῶν ὀρθίων μυῶν
5. ἐστιν ἡ κατὰ τὸ πλάγιον ἑκατέρου πλευρά. κατὰ μὲν γὰρ
6. τὰ πρόσω μέρη ψαύουσιν ἀλλήλων οἱ δύο μύες οἵδε ταῖς
7. προσθίαις πλευραῖς· ἐκ δὲ τῶν πλαγίων, ὡς εἴρηται, τὰς
8. τῶν ὑμενωδῶν τενόντων ἐπιβολὰς δέχονται. σὰρξ δ’ ἐστὶν
9. αὐτῶν ἡ οὐσία δι’ ὅλου τοῦ μήκους ἄνωθεν αὐτοῖς, καὶ
10. τένων οὐδαμόθεν σαφὴς, ὥστε καὶ τοῖς τῆς ἥβης ὀστοῖς
11. ἐμφύονται διὰ σαρκός. ἐν τούτοις δὲ τοῖς μέρεσι καὶ συμπεφύκασιν
12. ἀκριβῶς ἀλλήλοις, ἀρξάμενοι τοῦτο πάσχειν κατωτέρω
13. τοῦ κατὰ τὸ ζῶον ὀμφαλοῦ. τὸ γὰρ ὑψηλότερον
14. αὐτῶν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, παράκειται μὲν, οὐχ
15. ἥνωται δέ. τρίτην ταύτην συζυγίαν τίθεσο τῶν κατ’ ἐπιγάστριον
16. ὀκτὼ μυῶν. ἡ δὲ λοιπὴ καὶ τετάρτη φύεται ἔκ τε
17. τῆς ὀρθίας γραμμῆς τοῦ τοῦ λαγόνος ὀστοῦ καὶ τῶν πλαγίων
18. ἀποφύσεων τῶν ἐν ὀσφύϊ σπονδύλων. ἔστι δὲ καὶ οὐκ 
1. εὐθέως ἅμα τῷ πρῶτον ἐκφύεσθαι μῦς ἑκάτερος, ἀλλ’
2. ὑμενώδης σύνδεσμος ἰσχυρὸς, ἐκ τῶν εἰρημένων ὀστῶν ἐκπεφυκὼς,
3. εἶτ’ ἐν τῷ προϊέναι προσκτώμενος ἶνας ἐγκαρσίας
4. εἰς ἰδέαν ἀφικνεῖται μυός· ὑποφύεται δὲ καὶ τοῖς ἔνδον
5. μέρεσι τῶν περάτων ἑκάστης τῶν νόθων πλευρῶν. ὥσπερ
6. δὲ ἐν τῷ προσκτήσασθαι τὰς ἶνας ἐγένοντο μύες, οὕτως
7. αὖθις ἐν τοῖς πρόσω μέρεσιν ἀποθέμενοι πάλιν αὐτὰς εἰς
8. τένοντα πλατὺν τελευτῶσι. καὶ λανθάνει γ’ ὁ τένων οὗτος,
9. ὥσπερ καὶ τῶν εἰρημένων τὰ πλεῖστα, τοὺς πολλοὺς τῶν
10. ἰατρῶν· ὑμενώδης γὰρ ὢν καὶ λεπτὸς ἐπιφύεται τῷ περιτοναίῳ,
11. καὶ τὸ συγκείμενον ἐξ ἀμφοῖν οὐχ, ὥσπερ ἐστὶν οὕτω
12. καὶ φαίνεται σύνθετον, ἀλλ’ ἁπλοῦς εἷς ὑμὴν εἶναι δοκεῖ.
13. πειρᾶσθαι τοιγαροῦν χρὴ, καθ’ ὅ πρῶτον οἱ τένοντες αὐτῶν,
14. ἐκφυόμενοι τῆς σαρκὸς, ἐπιβαίνουσι τῷ περιτοναίῳ, κατὰ
15. τοῦτο μάλιστα φυλάξαι τὴν ἕνωσιν, ὡς, ἤν γ’ ἀποσπασθῇ
16. τῆς σαρκὸς ὁ τένων, οὐκέθ’ οἷόν τε χωρίζειν αὐτὸν, εἰ μή
17. τις εἴη γεγυμνασμένος ἐπιστήμων τε τῆς φύσεως ἑκατέρων.
18. ἀμέλει κᾀν ταῖς καλουμέναις γαστροραφίαις ὡς περιτόναιον
1. ἀνατείνουσι καὶ διαῤῥάπτουσι τὸ συγκείμενον ἐξ ἀμφοῖν
2. τῶν εἰρημένων· λέγω δ’ ἐκ τοῦ κατ’ ἀλήθειαν περιτοναίου
3. καὶ τῆς τοῦ μυὸς ὑμενώδους τελευτῆς. ἔστι δ’ αὐτὸ τὸ
4. περιτόναιον ἀραχνίοις πλατέσιν ὁμοιότατον, ἁπλοῦν καὶ
5. λεπτὸν ἐσχάτως, οὐχ ὥσπερ ἔνιοι τῶν τενόντων, εἰς ὑμένος
6. ἰδέαν ἀπολεπτυνθέντες, ὅμως ἐμφαίνουσι τοῖς γοῦν ἀκριβῶς
7. ἐν αὐγῇ λαμπρᾷ σκοπουμένοις ἶνας λεπτὰς ἐν αὐτοῖς ἐμφερομένας·
8. ἀλλ’ οὐ τό γε περιτόναιον. ἁπλοῦν γάρ ἐστιν,
9. ὡς εἴρηται, συνεχὲς ἑαυτῷ πᾶν, ὁμοιομερὲς ἀκριβῶς, τῶν
10. πρώτων σωμάτων ἕν τι. καὶ μὲν δὴ καὶ φαίνεταί σοι
11. σαφῶς, ὁποῖόν τι τὴν φύσιν ἐστὶν ἐν τοῖς κάτω μέρεσιν,
12. ἔνθα μονοῦται, χωρισθέντων ἀπ’ αὐτοῦ τῶν ἐγκαρσίων
13. μυῶν. ἀναμίγνυνται γὰρ οὗτοι καὶ συμφύονται τοῖς ὀρθίοις
14. ἐνταῦθα μυσίν, ἀπολιπόντες τὸ περιτόναιον. περὶ
15. μὲν δὴ τῶν κατ’ ἐπιγάστριον ὀκτὼ μυῶν αὐτάρκως εἴρηται
16. κατά γε τὴν πρώτην ἰδέαν τῆς ἀνατομικῆς αὐτῶν ἐγχειρήσεως,
17. ὃν νῦν διῆλθον.

Cliquer un n° de page pour en afficher l’image