ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΑΤΟΜΙΚΩΝ
ΕΓΧΕΙΡΗΣΕΩΝ
ΒΙΒΛΙΟΝ Ζ.
1. Ἐπειδὴ κατὰ τὴν αὐτὴν τάξιν ἔδοξεν ἄμεινον
2. εἶναι ποιήσασθαι τὴν πραγματείαν τήνδε τῇ περὶ
3. χρείας μορίων, ἐν ἐκείνῃ δὲ μετὰ τὸν περὶ κώλων λόγον
4. ὁ περὶ τῶν τῆς τροφῆς ὀργάνων ἐστὶν, ἀκόλουθον ἂν εἴη
5. καὶ νῦν ἐπὶ τοῦτον ἔρχεσθαι. χερσὶ μὲν οὖν καὶ σκέλεσιν
6. ὁμοιότατος ἀνθρώπῳ πίθηκος, ᾧ μήτε πρόσωπόν ἐστι πρόμηκες,
7. μήθ’ οἱ κυνόδοντες μεγάλοι, (καὶ γὰρ συναύξεται
8. ταῦτα ἀλλήλοις καὶ συμμειοῦται,) καθάπερ ἥ τ’ ὀρθὴ βάδισις,
1. καὶ τοῦ δρόμου τὸ τάχος, καὶ ὁ μέγας δάκτυλος ἐν τῇ
2. χερὶ, καὶ ὁ κροταφίτης μῦς, καὶ τῶν τριχῶν ἡ κατὰ
3. σκληρότητα καὶ μαλακότητα καὶ μῆκος καὶ βραχύτητα
4. διαφορά. καίτοι τούτων, ὧν εἶπον, ἓν ὁτιοῦν θεασαμένῳ
5. γιγνώσκειν ὑπάρξει καὶ περὶ τῶν ἄλλων· ἀεὶ γὰρ ἀλλήλοις
6. ἅπαντα ταῦτα συναυξάνεται. ἐάν ποτε τρέχοντα θεάσῃ πίθηκον
7. ὀρθὸν ὠκέως, ἐξ ἀπόπτου γίνωσκε τοῦτον ὅμοιον
8. ὑπάρχειν ἀνθρώπῳ· καὶ δύνασαι προειπεῖν, ἐπ’ αὐτοῦ
9. πάνθ’ ὑπάρχειν, ἃ μικρῷ πρόσθεν εἶπον, πρόσωπον στρογγύλον,
10. κυνόδοντας μικροὺς, τὸν δάκτυλον τὸν μέγαν ἐν τῇ
11. χειρὶ, μὴ πάνυ μικρὸν, ὡς ἐπὶ τῶν ἄλλων πιθήκων ἀνάλογον·
12. πάλιν δὲ τοὺς ἐν τῷ ποδὶ δακτύλους μικροτέρους,
13. ἢ τοὺς ἐν τοῖς ἄλλοις πιθήκοις, τοὺς κροταφίτας μῦς μικροὺς,
14. ὥσπερ γε καὶ τοὺς ἐκ τοῦ μηροῦ καθήκοντας εἰς
15. τὴν κνήμην οὐκ ἐπὶ πολὺ προερχομένους, τό τ’ ὀστοῦν τοῦ
16. κόκκυγος ὀνομαζομένου σμικρὸν, ἥκιστά τε λάσιον
17. εἶναι τὸν πίθηκον τοῦτον, καὶ τὰς τρίχας ἔχειν μὴ πάνυ
18. σκληρὰς ἢ προμήκεις. οὕτω δ’, ἄν τι τῶν εἰρημένων
1. ἐναντίως ἔχῃ, καὶ τἄλλα ἐναντίως ἕξει. τινὲς γοῦν αὐτῶν ἐγγυτάτω
2. τὴν ἰδέαν εἰσὶ τοῖς κυνοκεφάλοις ἄχρι τοῦ καὶ τὸν κόκκυγα
3. μακρὸν ἔχειν, καί τινες ἄχρι τῆς οὐρᾶς. οὗτοι καὶ λασιώτατοι
4. τῶν πιθήκων εἰσὶ, καὶ τὰς τρίχας ἔχουσι σκληρὰς
5. καὶ ὀρθὰς, καὶ τὸ βλέμμα θρασύ· τῷ δ’ ἀκριβεῖ πιθήκῳ
6. καὶ τοῦτο δειλόν ἐστιν. ὅ γε μὴν κροταφίτης μῦς ἐπιπλεῖστον
7. μὲν ἀνατείνεται τοῖς ἀκριβέσι πιθήκοις, αὐτόθι
8. δέ που παύεται περὶ τὴν στεφανιαίαν ῥαφὴν τοῖς ἀκριβέσιν,
9. ὥσπερ τοῖς ἀνθρώποις. οὕτω δὲ καὶ οἱ ὀδόντες μεγάλοι
10. μὲν ἅπαντες, ἐπιφανέστεροι δ’ οἱ κυνόδοντες, ἅσπερ γε καὶ
11. ἡ γένυς μακρὰ, καὶ πάνυ μικρὸς ὁ ἐν τῇ χειρὶ δάκτυλος
12. ἅπασι τοῖς κυνοκεφαλοειδέσι πιθήκοις ἐστίν. οἱ τοιοῦτοι
13. καὶ τοὺς εἰς τὴν κνήμην ἐκ τοῦ μηροῦ καθήκοντας μῦς
14. ἐπὶ πλεῖστον ἔχουσι ἐκτεινομένους, καὶ διὰ τοῦτο συνδεδεμένην,
15. ὡς ἂν εἴποι τις, ὅλην τὴν ἰγνύαν, διόπερ οὐκ
16. ἀκριβῶς ἐκτείνειν δύνανται τὰ σκέλη, διόπερ αὖ πάλιν
17. οὐδ’ ἵστασθαι καλῶς. ὅτῳ δ’ οὐχ ὑπάρχει ζώῳ καλῶς
18. ὀρθῶς στῆναι, πῶς ἂν ἢ βαδίσειεν ὀρθὸν, ἢ δράμοι
1. ταχέως; οὐκοῦν οὐδὲ τὸν μέγαν ἐν τῷ ποδὶ δάκτυλον
2. ἔχουσι μέγαν, ὡς ἄνθρωποι, οὐδὲ τοὺς ἄλλους μικρούς·
3. ἀλλὰ πάντες μὲν αὐτοῖς εἰσι μεγάλοι, μικρότερος δὲ τῶν
4. ἄλλων, ὃν ἄνθρωπος ἔχει μέγιστον. ἀρχὴ δέ τις οὐρᾶς
5. ἐστιν ἐν αὐτοῖς, καὶ τὸ σύμπαν σῶμα κυνοκεφάλοις ἐοίκασιν
6. οἱ τοιοῦτοι πίθηκοι. ὥσπερ οὖν ἄμεινόν ἐστιν ἀνατέμνειν
7. τὰ κῶλα τῶν ὁμοιοτάτων ἀνθρώπῳ πιθήκων, ὅταν
8. ἐπὶ παραδείγματος ἐθέλῃς γυμνάζειν σεαυτὸν, οὕτως ἄμεινον,
9. ὅταν ἀπορῇς τοιούτου πιθήκου, καὶ τῶν ἀνομοίων
10. τινὰ λαμβάνειν, ὥσπερ κᾂν ὅλως ἀπορῇς πιθήκου, κυνοκέφαλον,
11. ἢ σάτυρον, ἢ λύγκα, συνελόντι δ’ εἰπεῖν, ἐκεῖνα
12. τῶν ζώων, οἷς ἔσχισται τὸ πέρας τῶν κώλων εἰς δακτύλους
13. πέντε. τοῖς δὲ αὐτοῖς τούτοις καὶ κλεῖς ἐστι, καὶ στέρνον
14. ἥκιστ’ ὀξὺ, καὶ διὰ τοῦτο ἐπὶ τῶν δυοῖν βαδίζει σκελῶν,
15. ὥσπερ ἄνθρωπος χωλεύων. μετά γε μὴν τὰ τοιαῦτα ζῶα
16. καὶ ἡ ἄρκτος ἐστὶ, καὶ ὁ λέων, καὶ ὅλως τὰ καρχαρόδοντα
17. καλούμενα. καὶ εἰ μὴ μικρὸν ἦν τὸ τῶν ἑρπόντων γένος,
18. οἷον ἰκτίδες, καὶ γαλαῖ, καὶ μύες, ἦν ἂν καὶ τούτων
1. τὰ κῶλα χρήσιμα πρὸς τὴν ἐν ταῖς ἀνατομαῖς γυμνασίαν·
2. ἅπαντα γὰρ ταῦτα τέτταρας ἔχει δακτύλους ἀπολωλεκότα
3. τὸν μέγαν, ὅτι μή τισιν αὐτῶν οἷον ὑπογραφή τίς ἐστι
4. κατά γε τὴν ῥίζαν, ἀλλ’ οὐδὲ ταύτην ἀπὸ τοῦ λιχανοῦ
5. πολὺ κεχωρισμένην, ὡς ἐπ’ ἀνθρώπου, θεάσῃ. προγεγυμνασμένος
6. γε μὴν ἐν πιθήκῳ καὶ ταῦτ’ ἀνατέμνειν δυνήσῃ.
7. τά τε γὰρ ἄλλα καὶ ὁ πλατὺς τῷ τῆς χειρὸς ἔνδον ὑποφυόμενος
8. τένων καὶ τούτοις τοῖς ζώοις, ὥσπερ γε καὶ οἱ
9. τοὺς δακτύλους κινοῦντες μύες· οὕτως δὲ καὶ οἱ τὸν καρπόν
10. τε καὶ τὴν κερκίδα. τοὺς δὲ τὸν μέγαν δάκτυλον κινοῦντας
11. μῦς τε καὶ τένοντας εὔδηλον ὡς οὐκ ἔχει ταῦτα
12. τὰ ζῶα. συνελόντι δὲ εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν, ὧν
13. ἐνεργεῖ, καὶ τῆς ἰδέας τῶν μορίων, ἣν ἔχον ἔξωθεν φαίνεται
14. τῶν ζώων ἕκαστον, ὑπαγορεύσει σοί τι καὶ περὶ τῆς ἐν
15. αὐτῷ κατασκευῆς. τὰ γὰρ ὡσαύτως ἐνεργοῦντα μόρια καὶ
16. τὴν ἔξωθεν ἰδέαν ἔχοντα τὴν αὐτὴν ἀνάγκη πᾶσα καὶ τὴν
17. ἐν τῷ βάθει κατασκευὴν ἔχειν τὴν αὐτήν. οὕτως δὲ καὶ
1. τοῖς ὁμοίως ἐνεργοῦσιν ὁμοίαν τε τὴν ἐκτὸς ἔχουσιν ἰδέαν
2. ὁμοία καὶ ἡ ἐν τῷ βάθει μορίων ἐστὶν ἅπασα φύσις. ἑκάστῳ
3. γάρ τοι τῶν ζώων ἡ φύσις τὸ σῶμα παρεσκεύασεν
4. ἐπιτήδειον ταῖς κατὰ τὴν ψυχὴν ὁρμαῖς· καὶ διὰ τοῦθ’
5. ἅμα τῷ γεννηθῆναι πάντα χρῆται τοῖς μορίοις, ὥσπερ δεδιδαγμένα.
6. μύρμηκας μὲν οὖν καὶ κώνωπας καὶ
7. ψύλλους, ὅσα τ’ ἄλλα τῶν ζώων σμικρὰ, τὴν ἀρχὴν οὐδ’
8. ἐπεχείρησά ποτ’ ἀνατέμνειν· ὅσα δ’ ἕρπει ζῶα, καθάπερ
9. γαλαῖ τε καὶ μύες, ὅσα τ’ εἰλυσπᾶται, καθάπερ ὁ ὄφις,
10. ὀρνίθων τε γένη πολλὰ καὶ ἰχθύων, πολλάκις ἀνέτεμον,
11. ἕνεκα τοῦ πεισθῆναι βεβαίως, ἕνα τὸν νοῦν εἶναι τὸν διαπλάττοντα
12. ταῦτα, καὶ ὡς τῷ ἤθει τοῦ ζώου τὸ σῶμά ἐστιν
13. οἰκεῖον ἐν πᾶσιν. ἐκ γὰρ τῆς γε τοιαύτης γνώσεως ἔσται
14. σοι προγνῶναι θεασαμένῳ τι ζῶον, ὃ μήπως πρόσθεν εἶδες,
15. ὁποίαν τινὰ τὴν ὑπὸ τῷ δέρματι κατασκευὴν ἔχει· καὶ
16. πολλάκις ἐγὼ τοῦτ’ ἐπεδειξάμην οὐκ ἄλλοθεν, ὡς ἔφην,
17. οὔτ’ ἐμοὶ περιγενόμενον, οὔτ’ ἄλλοθέν ποθεν ὑπάρξαν, ἢ
18. ἐκ τοῦ πεισθῆναι βεβαίως, οἰκείαν ἑκάστῳ ζώῳ τὴν τοῦ
1. σώματος εἶναι κατασκευὴν τοῖς τῆς ψυχῆς ἤθεσί τε καὶ
2. δυνάμεσιν. οὐδὲν οὖν ἐστι θαυμαστὸν, ἐκ τῆς ἔξωθεν
3. ἰδέας ἐναργῶς ὀφθείσης προγνῶναι τὴν ἔνδον παρασκευὴν
4. ἑκάστου τῶν ζώων· ἔτι δὲ μᾶλλον, ἐὰν ἐνεργοῦν ἴδῃς αὐτὸ,
5. καθάπερ ἀρτίως εἶπον ἐπὶ τῶν βαδιζόντων ὀρθῶς. καὶ μὲν
6. δὴ κᾂν φωνοῦντος ἀκούσῃς ζώου, δυνήσῃ τι τεκμῄρασθαι
7. περὶ τῶν φωνητικῶν ὀργάνων, οὐκ ἐκ τοῦ μεγέθους τῆς
8. φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἄλλης ἰδέας. εἰρήσεται δέ μοι
9. περὶ τοῦδε σαφέστερον, ὅταν ἐπὶ τὴν τῶν φωνητικῶν ὀργάνων
10. ἀνατομὴν ἀφίκωμαι. νυνὶ δὲ καὶ τοῦτο περὶ τῶν κώλων
11. ἐπιπλεῖον διῆλθον, ὅτι τὴν κατασκευὴν αὐτῶν ἐν τοῖς
12. πρώτοις τῆσδε τῆς πραγματείας ὑπομνήμασιν ἐξηγησάμην.
13. ἐλπίσας οὖν ἀκολουθήσειν τῷ λόγῳ τοὺς προγεγυμνασμένους
14. ἐν αὐτοῖς, ὡς ἐπὶ παραδείγματος αὐτῶν διῆλθον ὑπέρ
15. τῆς τῶν ἄλλων ζώων ὁμοιότητός τε καὶ ταὐτότητος, ἣν ἔκ
16. τε τῶν ἐνεργειῶν ἔνεστί σοι σκοπεῖσθαι καὶ τῆς
17. μορφῆς τοῦ ζώου συμπάσης καὶ κατὰ τὰ μόρια. δάκτυλος
18. γὰρ, ὅπου ποτ’ ἂν ᾖ, τὴν αὐτὴν ἔχει κατασκευὴν, ᾗ δάκτυλός
1. ἐστιν. οὕτω δὲ καὶ εἰ τοιόσδε τις ὁ δάκτυλος εἴη,
2. τὴν τοιαύτην ἔχει κατασκευὴν ἀεὶ τῷ τοιῷδε δακτύλῳ. κατὰ
3. δὲ τὸν αὐτὸν τρόπον καὶ πῆχυς, καὶ κερκὶς, καὶ ἕκαστον
4. τῶν ἄλλων. ᾗ μὲν γὰρ κερκὶς ἢ πῆχύς ἐστιν, ἀεὶ τὴν
5. αὐτὴν ἔχει κατασκευήν· ᾗ δὲ τοιάδε τις κερκὶς ἢ τοιόσδε
6. τις πῆχυς, ὁμοίαν μὲν ἐν τοῖς ὁμοίοις, ἀνάλογον δ’ ἐν τοῖς
7. ἀνομοίοις. ὅστις μὲν οὖν ἐγυμνάσατο λογικῶς ἅμα τῷ καὶ
8. πεφυκέναι καλῶς, εὑρίσκει ῥᾳδίως τό τε ταὐτὸν ἐν ἑκάστοις
9. τῶν ὄντων καὶ τὸ μὴ ταὐτόν. ὁ δὲ μήτε εὖ πεφυκώς
10. μήτε γεγυμνασμένος τάχ’ ἂν καὶ οὗτος ὑπὸ τοῦ πλήθους
11. τῶν ἀνατεμνομένων ζώων ἐπαχθείη ποτὲ πρὸς τὸ κᾂν
12. ἀμυδρῶς γοῦν ἐννοῆσαι, τὸ μὲν ταὐτὸν, οὐ κατὰ συμβεβηκὸς,
13. οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ κατὰ τὴν οἰκείαν οὐσίαν
14. ὑπάρχειν ἑκάστῳ τῶν εἰδῶν, τὸ δ’ οὐ ταὐτὸν ἀπό τινων
15. συμβεβηκότων τοῖς κατὰ μέρος, ἅπερ ἀτόμους οὐσίας ὀνομάζομεν.
16. ὅπου γὰρ ἂν ἴδῃς κῶλον οὐ μόνον ἐκτεινόμενον
17. καὶ καμπτόμενον, ἀλλὰ καὶ πρὸς τὰ πλάγια περιφερόμενον,
18. ἐξ ἀνάγκης ἐκείνῳ τῷ κώλῳ δύο γένη μυῶν ἐστιν, ἄλλοι
1. μὲν ἐκτάσεώς τε καὶ κάμψεως, ἄλλοι δὲ τῆς ἐφ’ ἑκάτερα
2. φορᾶς αἴτιοι. προσεπισκεψάμενος οὖν, εἴθ’ ἕν ἐστιν ὀστοῦν
3. κατὰ τὸ κῶλον, ὡς ἐπὶ βραχίονος, εἴτε δύο, καθάπερ ἐπὶ
4. πήχεώς τε καὶ κερκίδος, ἓν μὲν εὑρὼν ὀστοῦν, ἐπ’ ἐκείνου
5. ζήτει τοὺς εὐθεῖς τε καὶ λοξοὺς μῦς· δυοῖν δ’ ὄντων, ὡς
6. ἐπὶ πήχεώς τε καὶ κερκίδος, ἴσθι μὲν εὐθέως ἤδη τὸ μὲν
7. ἕτερον αὐτοῖν ἔκτασίν τε καὶ καμπὴν ἐργαζόμενον τοῦ κώλου,
8. τὸ δ’ ἕτερον ἑκατέρωσε περιάγον· ἴσθι δ’, ὡς καὶ
9. τῶν κινούντων αὐτὰ μυῶν λοξότεροι μέν εἰσι κατὰ τὴν θέσιν
10. οἱ κατὰ τὰς λοξὰς κινήσεις κινοῦντες, εὐθύτεροι δ’ οἱ
11. τὰς εὐθείας. ἀλλὰ τοῦτο μὲν ὑπάρχει τοῖς κώλοις
12. ἅπασι κοινὸν, ὅσα περ ἔχει τὰς αὐτὰς κινήσεις. τὸ δὲ μέγεθος
13. τῶν μυῶν καὶ τὸ σχῆμα καὶ ἡ θέσις ὁμοία μὲν
14. ἐν τοῖς ὁμοίοις κατὰ τὴν μορφὴν κώλοις, ἀνομοία δ’ ἐν
15. τοῖς ἀνομοίοις. οὕτω δὲ καὶ κατὰ τοὺς δακτύλους, εἰ καὶ
16. μικρότερον εἴη τὸ ἀνατεμνόμενον ζῶον, οἷοί περ οἱ ἕρποντες
17. οὗτοι μύες, ἀναγκαῖον αὐτῷ τούς τε κάμπτοντας εἶναι
18. καὶ τοὺς ἐκτείνοντας τένοντας ἕκαστον τῶν δακτύλων, ὡς
1. ἐν ἀνθρώπῳ. εἰ δὲ καὶ πρὸς τὰ πλάγια μέρη θεάσαιο κινουμένους
2. τοὺς δακτύλους, ἀνάγκη πᾶσα καὶ τὰς κατ’ αὐτὰ
3. κινήσεις ἀνάλογον ἔχειν ἐκείνῳ τῷ ζώῳ τοῖς ἀνθρώποις,
4. ὥστε τὴν μὲν ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον ἑκάστου φορὰν
5. ὑπὸ τῶν ἔξωθεν ἐπικειμένων τῷ κώλῳ τενόντων τε καὶ
6. μυῶν γίγνεσθαι, τὴν δ’ ὡς ἐπὶ τὸν μέγαν ὑπὸ τῶν ἔνδον.
7. αὐτὸν δὲ τὸν μέγαν ὥσπερ οὖν καὶ τὸν μικρὸν, ἐπιπλεῖστον
8. ἀπαγόμενον ἁπάντων τῶν ἄλλων εὑρήσεις ἐπὶ τῶν τοιούτων
9. ζώων ὑπὸ μυῶν ὁμοίαν ἐχόντων θέσιν τῇ κατὰ τοὺς ἀνθρώπους·
10. ὥστε σοι καὶ τὴν ἀνατομὴν αὐτῶν ῥᾳδίαν γίγνεσθαι,
11. καθάπερ οὖν καὶ πολλάκις ἔμπροσθεν ἐχειρούργησας
12. ἀμφ’ αὐτούς. ταυτὶ μὲν οὖν, εἴπερ ὅλως μέμνησαι τῶν
13. εἰρημένων ἐν τῷ πρώτῳ γράμματι περὶ χειρὸς, ἑτοίμως τ’
14. ἔμαθες τῶν ἄρτι ῥηθέντων ἀκούσας, ἑτοίμως τε ἐπὶ τῶν
15. ζώων εὑρήσεις.