Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 6.14, ed. Kühn, 1821, vol. 2, p. 584-588. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:6.14

3. Καταλείπεται δὲ τὴν τρίτην διαφορὰν ἐξηγήσασθαι
4. τῶν ὀργάνων τῆς τροφῆς, ἅπερ οἱ μύες εἰσὶν,
5. οἱ μὲν κατ’ ἐπιγάστριον, οὐκ εἰς ἀπόκρισιν μόνην τῶν περιττῶν,
6. ἀλλὰ καὶ πρὸς τὰς ἐκφύσεις τε καὶ φωνὰς οὐ μικρὰν
7. ἔχοντες δύναμιν, οἱ δὲ κατὰ τὴν ἕδραν, εἴς τε τὸ
8. σφίγγειν τε καὶ κλείειν τοῦ πόρου τὸ πέρας, ἀνασπῶντες
9. αὖθις, ὅταν ἐν ταῖς διαχωρήσεσιν ἐκτραπῇ, κατὰ δὲ τὴν
10. κύστιν ἕνεκα τοῦ κλείειν μόνον. τοῖς μὲν οὖν κατ’ ἐπιγάστριον
11. εὐθὺς ἐν τῇ πρώτῃ τῶν ζώων ἀνατομῇ κάλλιον ἐγχειρεῖν,
12. εἴπερ ὅλως μέλλοις ἐπ’ αὐτοῦ τοῦ ζώου διακρίνειν
13. αὐτούς. ὅσοι δὲ περὶ τὴν ἕδραν εἰσὶν, εἰ μὴ πρότερόν τ’
14. ἐξέλοις τὰ ἔντερα, διαστήσαις τε τὰ τῆς ἥβης ὀστέα, θεάσασθαι
15. σαφῶς αὐτοὺς ἀδύνατον. ὅπως οὖν χρὴ τοῦτο
16. πράττειν, ἐμοὶ μὲν ἤδη λέγειν, σοὶ δ’ ἀκούειν καιρός.
17. ἐπειδὴ τὰ τῆς ἥβης ὀστᾶ συμπέφυκεν ἀλλήλοις διὰ χόνδρου
18. κατὰ τὸ πρόσω μέρος αὑτῶν, ἐξευρεῖν ἀκριβῶς πειρῶ τὴν
1. γραμμὴν τῆς συμφύσεως. ἐὰν γὰρ κατ’ ἐκείνης τέμῃς ἰσχυρᾷ
2. καὶ μεγάλῃ σμίλῃ, ῥᾳδίως αὐτὰ χωρίσεις ἀλλήλων.
3. εἰ δὲ ταῦτα χωρισθείη, χωρίσεις ἑτοίμως αὐτίκα καὶ τὸ
4. κατὰ τὴν βάσιν αὐτῶν ὑποκείμενον δέρμα, χωρὶς τοῦ διατέμνειν
5. τὴν ἕδραν. εἶθ’ ἑξῆς ἑκατέρου τῶν ὀστῶν λαβόμενος,
6. ὃ καλεῖται λαγὼν, ἀνάκλα πρὸς τὸ ἐκτὸς ἄχρι τοῦ καὶ
7. ταῦτα λυθῆναι τῆς πρὸς τὸ πλατὺ συμφύσεως, ὃ δὴ καὶ
8. ἱερὸν ὀνομάζεται. καταφανῆ γὰρ οὕτως ἔσται σοι τὰ κατὰ
9. τὴν χώραν ἐκείνην ἅπαντα, ἣν τό τε πλατὺ καὶ τὰ τῆς
10. ἥβης ὀστᾶ περιλαμβάνει. αὐτὴ μὲν οὖν ἡ ἐγχείρησις ἁπάντων
11. ἐστὶ κοινὴ τῶν ἐνταῦθα κειμένων ὀργάνων. καὶ γὰρ
12. ἐὰν τὰς ἀρτηρίας, ἢ τὰς φλέβας, ἢ τὰ νεῦρα θεάσασθαι
13. βουληθῇς, ἢ τὴν κύστιν, ἢ τὴν μήτραν, ἢ τοὺς ἐπὶ τὸν
14. τοῦ μηροῦ μέγαν τροχαντῆρα παραγιγνομένους μῦς,
15. ἀπ’ ἀλλήλων μὲν πρότερον χωρίσεις τὰ τῆς ἥβης ὀστᾶ, μετὰ
16. τοῦτο δ’ ἀνακλάσεις ἐπὶ τὸ ἐκτὸς ἑκάτερον τῶν κατὰ τοὺς
17. λαγόνας ὀστῶν, χωρίζων τῆς περὶ τὸ πλατὺ συμφύσεως.
18. ἐπὶ δὲ τὸ προκείμενον ἰτέον. ἑκατέρῳ μὲν τῶν τῆς ἥβης
1. ὀστῶν ἐκ τῶν ἔνδον μερῶν θεάσῃ παμπόλλην ἐπικειμένην
2. σάρκα, καλυπτομένην ὑμενώδει συνδέσμῳ τῶν ὀστῶν αὐτῶν
3. ἐκπεφυκότι κυκλοτερῶς. ὅσον δ’ αὐτῆς συνεχές ἐστι τῇ
4. καθ’ ἱερὸν ὀστοῦν χώρᾳ, τοῦτο συνεκφυόμενον ἔχει σύνδεσμον
5. ἐξ ἐκείνου συνεχῆ τῷ προειρημένῳ. οὕτως οὖν ὁ πᾶς
6. σύνδεσμος, ὅ τ’ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ ὁ κατὰ τὴν
7. ἥβην ἐκφυόμενος, εἷς ἀποτελεῖται, κεφαλὴ μυὸς γιγνόμενος,
8. οὐ μεγάλου μὲν, ὑμενώδους δὲ ὅλου καὶ πλατέος, ἐπὶ τὴν
9. ἕδραν ἀφικνουμένου καθ’ ἑκάτερον μέρος, ὃν ἐὰν ἀκριβῶς
10. διασώσῃς, ἐξ αὐτῆς τῆς θέσεως διδαχθήσῃ τὴν ἐνέργειαν.
11. ἔτι δὲ μᾶλλον, ἐὰν, ὡς εἴρηται, γυμνώσας τῶν πέριξ ὅλον τε
12. τὸν μῦν καὶ τὴν ἕδραν, εἶτα λαβόμενος τῆς εἰρημένης
13. κεφαλῆς, ἕλκῃς ἐπ’ ἐκείνην διὰ τοῦ μυὸς τὴν ἕδραν, ὄψει,
14. ὅπως ἀνασπᾶται. κατασπᾷ δ’ οὐδεὶς αὐτὴν ἄλλος ἀντιτεταγμένος
15. μῦς, ὥσπερ ἐπὶ τῶν πλείστων ἔχει μορίων, ἀλλ’
16. ὑπὸ τῶν κατ’ ἐπιγάστριον μυῶν ἅμα ταῖς φρεσὶ θλιβόντων
17. τά τε ἔντερα, καὶ δι’ ἐκείνων ὅ τί περ ἂν ἐν αὐτοῖς περιέχηται,
18. προωθεῖσθαί τε συμβαίνει τὴν ἕδραν, ἐκτρέπεσθαί τε 
1. πολλάκις εἰς τοσοῦτον, ὡς μηδ’ ὑπὸ τῶν εἰρημένων δυοῖν.
2. μυῶν ἑτοίμως ἀνασπᾶσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν χρόνον,
3. ἐν ᾧπερ ἂν ἀποπατῇ τὸ ζῶον, οἱ μὲν ὀκτὼ μύες οἱ
4. καθ’ ὑπογάστριον ἅμα ταῖς φρεσὶ κατὰ τὴν κοινὴν ἐνέργειαν
5. ἁπάντων μυῶν τείνονται, κεχαλασμένου τοῦ κυκλοτεροῦς
6. μυὸς, ὃς ἐν κύκλῳ τὴν ἕδραν περιλαμβάνει· κατὰ δὲ
7. τὸν λοιπὸν ἅπαντα χρόνον ἐσφιγμένος ὁ κυκλοτερὴς οὗτος
8. μῦς κλείει τὸ στόμα τῆς ἕδρας, ὃν καὶ αὐτὸν ὄψει ῥᾳδίως,
9. ἀποτεμὼν μὲν πρῶτον ἅπαν τὸ περικείμενον τοῖς χωρίοις
10. τούτοις δέρμα· μετὰ δὲ τοῦτο καὶ τὴν πρὸς τὸν
11. κόκκυγα σύμφυσιν τῶν ὑμενωδῶν σωμάτων μιγνυμένην τῷ
12. δέρματι, τὸ πέρας γεννᾷ τῆς ἕδρας, ὅσον ἐκτός ἐστι τοῦ
13. κυκλοτεροῦς μυός. αὐτὸς δ’ οὗτος ὁ μῦς ἐκ μὲν τῶν ὀπίσω
14. μερῶν ὑποβεβλημένην ἑαυτῷ τὴν ἀρχὴν ἔχει τοῦ κόκκυγος,
15. ἐκ δὲ τῶν πρόσω διὰ μυὸς ἑτέρου συνῆπται τῷ καυλῷ, περὶ
16. οὗ κατὰ τὴν τῶν γεννητικῶν ὀργάνων ἀνατομὴν αὖθις ἐπισκέψῃ.
17. νυνὶ δὲ τὸν ἐπὶ τῷ πέρατι τῆς κύστεως μῦν, ἔνθα
18. πρῶτον ὁ καλούμενος αὐχὴν αὐτῆς ἀποφύεται, γεγυμνωμένον
1. ἔχων ἤδη θεάση σαφῶς ὅμοιον ὄντα τῷ περὶ τὴν ἕδραν
2. κυκλοτερεῖ κατά τε τὴν ἐνέργειαν καὶ χρείαν. σφίγγει γοῦν
3. καὶ οὗτος, ὥσπερ κᾀκεῖνος, τὸ στόμιον, οὗ προτέτακται· διὸ
4. καὶ προσαγορεύουσιν, ὥσπερ ἐκεῖνον, οὕτω καὶ τοῦτον ἔνιοι
5. σφιγκτῆρα. κατάλοιποι δ’ εἰσὶν οἱ κατειληφότες ἅπασαν
6. τὴν κάτω χώραν τῶν φρενῶν ὀκτὼ μύες, οἵ μᾶλλόν τι τοῖς
7. τῆς τροφῆς ὀργάνοις, ἢ τοῖς τοῦ πνεύματος ὑπὸ τῆς φύσεως
8. παρεσκευασμένοι εἰσὶ, περὶ ὧν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρημένων
9. ἔμπροσθεν ἐν τῇ τῶν ἐκτὸς μορίων ἀνατομῇ κατὰ
10. τὸ πέμπτον γράμμα.

Cliquer un n° de page pour en afficher l’image