Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 6.2, ed. Kühn, 1821, vol. 2, p. 541-544. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:6.2

16. Ἃ δέ μοι πρόκειται λέγειν ἐν τούτῳ τῷ
17. λόγῳ περὶ τῶν τῆς τροφῆς ὀργάνων, ὧν ἕνεκα καὶ τὰ μέχρι
18. δεῦρο διῆλθον, ἄπιστα μὲν ἴσως σοι δόξει τήν γε πρώτην 
1. ἀκούσαντι· φιλοπονοῦντι δ’ ἐπὶ πολλῶν ζώων, ὁμοειδῶν τε
2. καὶ οὐχ ὁμοειδῶν, ἄπιστα μὲν οὐκέτι φανεῖται, θαυμαστὰ
3. δέ σοι δόξει, μίαν τέχνην ἐνδεικνύμενα τῶν ζώων ἁπάντων
4. δημιουργὸν, εἴγε τοὺς σκοποὺς τῆς κατασκευῆς τῶν
5. μορίων τὰς χρείας αὐτῶν πεποίηται. μιᾶς γοῦν οὔσης κοινῆς
6. χρείας ἅπασι τοῖς ζώοις, ἧς ἕνεκα δέονται τροφῆς,
7. εὑρήσεις ὄργανα καθ’ ἕκαστον εἶδος αὐτῶν τριττά· τινὰ μὲν
8. κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γεγονότα πρός τε
9. τὴν ὑποδοχὴν αὐτῆς καὶ κατεργασίαν, ἔτι δὲ τὴν εἰς ὅλον
10. τὸ σῶμα φοράν· ἕτερα δὲ κατὰ δεύτερον, ὅσα τῶν περιττῶν
11. ἐστιν ὑποδεκτικά· διαφέρει δ’ οὐδὲν, εἴτε περιττὰ καλεῖν
12. ἐθέλεις, εἴθ’, ὡς Ἀριστοτέλης, περιττώματα· τρίτα
13. δ’ ἄλλα μόρια κατὰ τρίτον λόγον ὑπηρετοῦντα ταῖς τούτων
14. ἐκκρίσεσιν. εἰς ὃ μὲν ὑποδέχεται τὴν τροφὴν ἅπαντα
15. τὰ ζῶα μόριον, ὀνομάζεται γαστήρ. ἐν τούτῳ δὲ καὶ μεταβάλλεταί
16. τινα μικρὰν καὶ πρώτην μεταβολὴν, προπαρασκευαζόμενα
17. τῷ ἥπατι, μεγίστην ἀλλοίωσιν ἐργαζομένῳ τῆς
1. εἰς αὐτὸ παραγινομένης τροφῆς. ἐντεῦθεν δὲ φλέβες εἰς
2. ὅλον ὀχετεύουσι τὸ σῶμα κατεργασθεῖσαν αὐτήν. ὅπως δ’
3. ἐξ ἥπατος εἰς ὅλον τὸ σῶμα φέρηται καθαρὰ καὶ μηδὲν
4. ἔχουσα περιττὸν, ὄργανα παρεσκεύασεν ἡ φύσις ἐπιτήδεια
5. πρὸς τοῦτο, κατὰ δεύτερον ἤδη λόγον, οὐκέτι πρῶτον,
6. ὥσπερ τὰ πρόσθεν, ὅσα λέλεκταί μοι. τούτων δὲ τῶν ὀργάνων
7. τὰ μὲν τὸ λεπτὸν καὶ κοῦφον αὐτῆς ἐκκαθαίρει,
8. τὰ δὲ τὸ γεῶδες καὶ βαρὺ, τὰ δὲ τὸ μέσον ἀμφοῖν, ὃ ὑδατῶδές
9. τέ ἐστι καὶ ὀῤῥῶδες. ὀνομάζεται δ’ ὑπὸ τῶν
10. ἰατρῶν τὰ μὲν πρῶτα ῥηθέντα πόροι χοληδόχοι καὶ
11. κύστις ὁμοία τοῖς πόροις χοληδόχος. τὰ δὲ τὸ γεῶδές τε
12. καὶ βαρὺ, τῶν τε σπλάγχνων ὁ σπλὴν, καὶ τῶν ἐντέρων ἡ
13. κάτω μοῖρα πρὸ τοῦ ἀπευθυσμένου. τὰ δὲ τὸ λοιπὸν τὸ
14. τρίτον, οὐρητῆρες, καὶ νεφροὶ, καὶ κύστις. ἵνα δ’ ἐπὶ
15. ταῖς ὁρμαῖς τοῦ ζώου τῶν περιττῶν ἡ ἀπόκρισις ᾖ, μῦς
16. ἐπέστησεν ἡ φύσις ἐπὶ τοῖς πέρασι τῶν περιεχόντων ἀγγείων
17. ταῦτα, κατὰ τρίτον ἤδη λόγον ἐκ τῶν περὶ τὴν τροφὴν ὀργάνων
18. γιγνομένους. ἀναγκαῖον οὖν ἐν πᾶσι τοῖς ζώοις τὰ
1. τρία ταῦτα γένη τῶν ὀργάνων εἰς τὴν τῆς τροφῆς οἰκονομίαν
2. παρεσκευάσθαι τῇ φύσει, καὶ τοῦτ’ εἶναι τὸ κοινόν
3. τε καὶ ταὐτὸν ἐν ἅπασιν, ἔντερα μὲν καὶ γαστέρα καὶ
4. φλέβας καὶ ἧπαρ ἐκ τῶν κατὰ τὸν πρῶτον λόγον γεγονότων·
5. τὰ δ’ ἕνεκα τῆς διακρίσεώς τε καὶ καθάρσεως τῶν
6. περιττῶν ἀγγεῖα χοληδόχα, καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν,
7. ἔτι τε σπλῆνα καὶ νεφροὺς ἐκ τῶν δευτέρων· τοὺς δὲ ταῖς
8. τῶν περιττωμάτων ἐκκρίσεσιν ὑπηρετοῦντας μῦς ἐκ τῶν
9. τρίτων.

Cliquer un n° de page pour en afficher l’image