1. Ὥσπερ δ’ εἰς τὴν γαστέρα καταδύεται μικρὰ
2. τῶν μεγάλων ἀγγείων ἀποβλαστήματα, κατὰ τὸν αὐτὸν τρόπον
3. εἰς τὸ κάταντες, ὡς ἐπὶ τὸν ὀμφαλὸν, ἕτερα μικρὰ
4. τῶν μεγάλων ἀποφυόμενα καταφέρεται μετέωρα, περιλαμβανόμενα
5. ταῖς δύο μοίραις τοῦ περιτοναίου. καὶ προσέρχεταί
6. γε τοῦτο τὸ σῶμα, τὸ συγκείμενον ἐκ δυοῖν οἷον πτυχῶν
7. τοῦ περιτοναίου, μέσον δ’ ἐν αὐταῖς περιεχομένων τῶν
8. ἀγγείων, ἐπ’ ἐνίων μὲν τῶν ζώων οὐ πολὺ κατωτέρω τῶν
9. κατὰ τὸν ὀμφαλὸν χωρίων, ἐπ’ ἐνίων δ’ ἄχρι τῶν τῆς ἥβης
10. ὀστῶν, ὀνομαζόμενον ὑπὸ τῶν παλαιῶν Ἑλλήνων διττῶς,
11. ἐπίπλοόν τε καὶ ἐπίπλουν. μέγιστον δ’ ἔχουσιν αὐτὸ τῶν
12. ζώων ἄνθρωποί τε καὶ πίθηκοι. καὶ διὰ τοῦτ’ ἄνθρωποι
13. μὲν πολλοὶ συνεχῶς ἐπιπλοοκομισταὶ λέγονται. καλοῦσι
14. γὰρ οὕτω τὴν κήλην, ὅταν ἐπίπλους ἐμπέσῃ τῷ καθήκοντι
15. πόρῳ πρὸς τὸν ὄρχιν, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ. τῶν
16. δ’ ἄλλων ζώων οὐδὲν, ὅτι μὴ πίθηκος, ἐν τῷ τοιούτῳ πάθει
17. καθίσταται. λέλεκται δὲ τὸ ἐπίπλοον τοῦτο προσφάτως,
18. ἐπειδήπερ ἐπὶ τοῖς ἐντέροις οὐδενὶ συμφύεται αὐτῶν,
1. ὅτι μὴ δεσμοῖς τισιν οὐ πολλοῖς κατὰ τὰ δεξιὰ μέρη τῷ
2. κώλῳ συναπτόμενον. ἡ μὲν οὖν ὑψηλοτέρα μοῖρα κατὰ τὸ
3. ἐπίπλοον ὁποίαν τιν’ ἔχει τὴν γένεσιν, εἴρηται· περὶ δὲ
4. τῶν ἄλλων αὐτοῦ μερῶν ἐφεξῆς λεκτέον. ὅταν ἀκριβῶς
5. θεάσῃ τὰς ἐκ τοῦ κυρτοῦ τῆς γαστρὸς ἐπὶ τὰ κάτω φερομένας
6. φλέβας ὑπὸ διπλοῦ τοῦ περιτοναίου περιλαμβανομένας,
7. οὐ δεῖ παύεσθαι τῆς θέας, ἀλλ’ ἀκολουθεῖν ἑκατέρωσε
8. τῇ κατὰ τὸ κυρτὸν αὐτῆς φλεβί. προάξει γάρ σε
9. κατὰ μὲν τὰ δεξιὰ τοῦ ζώου μέρη πρὸς τὴν ἔκφυσιν, ἣν
10. ἐκποιεῖται τὸ λεπτὸν ἔντερον ἐκ τῆς γαστρὸς, κατὰ δὲ τὸ
11. ἕτερον ἐπὶ τὰ σιμὰ τοῦ σπληνός. ἐν ἀριστεροῖς δὲ κειμένου
12. τοῦ σπλάγχνου τούτου, τὸ μὲν κυρτὸν αὐτοῦ μέρος
13. ἔστραπται πρός τε τὰ τῶν νόθων πλευρῶν πέρατα καὶ
14. ὅσον τούτοις συνεχές ἐστι κατὰ τὸν ἀριστερὸν λαγόνα· τὸ
15. δὲ σιμὸν ἐπὶ τὰ δεξιὰ μέρη νεύει κατ’ ἀντικρὺ τεταγμένον
16. ἥπατός τε καὶ τῶν ἐνταῦθα μορίων. ἡ τοίνυν φλὲψ, ἡ ἀπὸ
17. τοῦ κυρτοῦ τῆς κοιλίας ἐπὶ τὸ σιμὸν τοῦ σπληνὸς ἐκτεινομένη,
18. κατὰ μὲν τὸν αὐτὸν τρόπον ἐπιφύεται τῷ σπληνὶ,
1. καθ’ ὃν καὶ τῇ κοιλίᾳ, μετέωρος ὑπὸ διπλοῦ στηριζομένη
2. τοῦ περιτοναίου· πέμπει δ’ ἐξ αὑτῆς ἀποβλαστήματά τινα,
3. καθάπερ ἐπὶ τῆς γαστρὸς, ἀριθμῷ μὲν πολλὰ, μεγέθει δὲ
4. σμικρὰ, τὰ μὲν εἰς τὸν σπλῆνα, τὰ δ’ εἰς τὸ ἐπίπλοον.
5. οὐ μὴν οὐδ’ ἀναλίσκεται κατὰ τὸν σπλῆνα τὸ ἀγγεῖον.
6. ὅσον δ’ αὐτοῦ περιττὸν, ἅμα τῷ τῆς ἐζευγμένης ἀρτηρίας
7. λειψάνῳ φέρεται κάτω διὰ τοῦ ἀριστεροῦ λαγόνος, ἀρχὴ
8. τῆς γενέσεως τῷ κατὰ τοῦτο τὸ μέρος ἐπιπλόῳ γιγνόμενον.
9. καὶ συμπροέρχεταί γε τοῖς ἀγγείοις τὸ ἐπίπλοον ἄχρι τοσούτου
10. γεννώμενον, ἄχρις ἂν ἐκεῖνα καταναλωθῇ, σχιζόμενα
11. δίκην κλάδων εἰς ἀκρέμονάς τε καὶ βλαστήματα.
12. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἡ κατὰ τὸν δεξιὸν λαγόνα
13. μοῖρα τοῦ ἐπιπλόου κατέρχεται σὺν τοῖς κατ’ ἐκεῖνο τὸ
14. μέρος ἀγγείοις, ἃ συνεχῆ κατὰ τὸ κυρτόν ἐστι τῆς γαστρός·
15. ὥστε ἐνταῦθα ποδηγούμενος ὑπ’ ἐκείνων ἀκριβῶς
16. κατόψει τὴν γένεσιν αὐτοῦ. ταυτὶ μὲν οὖν τὰ κατὰ
17. τοὺς λαγόνας μέρη μεταξὺ κεῖται τῆς ἄνωθεν μοίρας, ἣν
18. ἔκ τε τοῦ κυρτοῦ τῆς γαστρὸς ἔφην γεννᾶσθαι καὶ τῆς
1. κάτωθεν, ἣν οὔπω διῆλθον τῷ λόγῳ· τούτων δ’ αὐτῶν
2. ἑκατέρα συνεχής ἐστι τῇ κατὰ τοὺς λαγόνας. οὐ τούτῳ δὲ
3. διαφέρουσι μόνῳ, τῷ τὴν μὲν ἐπικεῖσθαι, τὴν δ’ ὑποκεῖσθαι·
4. πρόσεστι γάρ τις αὐτοῖς οὐ σμικρὰ καὶ ἄλλη διαφορὰ
5. κατὰ τὸ τῶν ἀγγείων μέγεθος. ἡ γὰρ ὑποβεβλημένη
6. μοῖρα τοῦ ἐπιπλόου κατά τε τὸν ἀριθμὸν καὶ τὸ μέγεθος
7. ἐλάττους ἔχει τὰς φλέβας· ἐκφύεται δ’ ἐκ τῶν σιμῶν
8. τῆς κοιλίας, ἐξ ὧνπερ ἔχει καὶ τὰ ἀγγεῖα, τῶν ἐνταῦθα
9. κατασχιζομένων εἰς τὴν γαστέρα λείψανά τινα συναπαγόμενα
10. αὐτῷ κάτω. συνεχῆ δ’ ἐστὶ ταῦτα πάντα ἀλλήλοις τὰ
11. μόρια, καὶ συνίστησιν ἓν σῶμα, τὸ ἐπίπλουν, ἐν σχήματι
12. μάλιστα φασκωλίου τε καὶ θυλάκου καὶ σάκκου, τὸ στόμα
13. μὲν ἔχοντος τὴν ἐκ τῆς γαστρὸς ἔκφυσιν ἄνωθέν τε καὶ κάτωθεν,
14. ὅλον δὲ τὸ κύτος ἑαυτοῦ μέχρι τοῦ πυθμένος,
15. ὅσον ἐκ τῶν εἰρημένων ἀρχῶν ἀποτείνεται κάτω. μαθήσῃ
16. δ’ ἐναργέστερον οὕτως τοῦτο ἔχον, ἐὰν ἀποτεμὼν ἐνταῦθα
17. αὐτὸ καὶ κατὰ μηδὲν ἄλλο μέρος ἢ τρήσας ἢ διασπάσας
18. ἐμπιπλάναι βουληθῇς ἤτοι ὑγρᾶς οὐσίας, ἢ στερεᾶς·
1. πληρωθήσεται γὰρ ὑπ’ αὐτῆς ὅλον ὑπάρχον ὑγιές τε καὶ
2. συνεχὲς αὑτῷ, καθάπερ τὰ φασκώλια. ῥᾷστον δ’ ἐστὶ
3. καὶ τελέως ἐξελεῖν τοῦ ζώου· βραχεῖαι γὰρ ἔτι συμφύσεις
4. ὑπολείπονται πρός τε τὸν σπλῆνα καὶ τὸ κῶλον αὐτὸ
5. μετὰ τὸ τῶν πρώτων ἐκφύσεων ὅλον χωρισθῆναι. προσφύεται
6. μὲν οὖν ποτε σπανίως καὶ λοβῷ τοῦ ἥπατος ἄλλοτ’
7. ἄλλῳ, καί τινι νόθῃ πλευρᾷ, μηδὲ ταύτῃ μιᾷ διαπαντὸς,
8. ἀλλ’ ὡς ἂν τύχῃ. τοὐπίπαν δ’ ἀπολύεταί τε καὶ κεχώρισται
9. πάντων τῶν ἄλλων, ὅτι μὴ τριῶν τῶνδε, γαστρὸς καὶ
10. σπληνὸς καὶ κώλου· τούτοις γὰρ ἀεὶ συνῆπται. τὸ μὲν
11. οὖν ἐπίπλοον ὁποῖόν τ’ ἐστὶν αὐτὸ καὶ ἥτις ἡ γένεσις
12. αὐτοῦ, κατὰ τὸν εἰρημένον τρόπον ἐγχειρῶν ἀνατέμνειν
13. εὑρήσεις οὐ χαλεπῶς. ἐξαιρεθέντων δ’ αὐτοῦ τῶν λοιπῶν
14. ἁπάντων, ἀποδέρειν πειρῶ τὸ περιτόναιον, ἀπὸ μὲν τοῦ
15. κυρτοῦ τῆς γαστρὸς αὖθις ἀρχόμενος ἄχρι τοῦ πυλωροῦ
16. τε καὶ τῆς τῶν ἐντέρων γενέσεως, ἀπὸ δὲ τοῦ κάτω πέρατος,
17. ἔνθα μόνον ὑπάρχειν ἔφην αὐτὸ χωρὶς τῆς τῶν
18. ἐγκαρσίων μυῶν ἀπονευρώσεως, ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ
1. προσερχόμενος. ἐντεῦθεν γὰρ ἐπεκτεινόμενον αὐτὸ θεάσῃ
2. κύστει τε καὶ, μήτρᾳ, καὶ εἰ προσαναβαίνοις αὖθις ἀνώτερον
3. διὰ τῶν ταπεινῶν κατὰ βάθους μερῶν, ὅπου τὸ μεσεντέριον,
4. ὃ καὶ μεσάραιον καλεῖται, τοῖς κατ’ ὀσφὺν ἅπασιν,
5. ἐν οἷς εἰσι καὶ οἱ νεφροί. παραγενήσῃ δ’ ἐπὶ ταῦτα, κᾂν
6. ἄνωθεν κατίῃς· ὡς γὰρ εἴρηται κατ’ ἀρχὰς, ἓν ὑπάρχον
7. ἑαυτῷ συνεχὲς τὸ περιτόναιον ἔν τε τοῖς πρόσω μέρεσι τῆς
8. γαστρὸς ἅπασι τοῖς τῆς τροφῆς ὀργάνοις περιτέταται, καὶ
9. κατὰ τὴν ῥάχιν ὑπεστήρικται ἅμα καὶ περιβέβληται. οὐ
10. μὴν ἴσον αὐτῷ τὸ πάχος ἐστὶν ἐν ἅπασιν, οἷς περιτείνεται,
11. καθάπερ εἶπον, ἀλλ’ ἐπί τινων μὲν ἑαυτοῦ ἐστι παχύτερον,
12. ἐπί τινων δὲ λεπτότερον. ἐπὶ μέν γε τοῦ ἥπατος, ὡς
13. καὶ πρόσθεν ἐῤῥέθη, λεπτότατόν ἐστιν· οὕτως δὲ καὶ
14. κατὰ τὸν σπλῆνα· τούτων δ’ ἧττον ἐπὶ τοῖς νεφροῖς. παχύτερον
15. δ’ αὑτοῦ ἐστι κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα,
16. καὶ κύστιν, καὶ μήτραν, ὥστε τινὰς ἐξηπάτησεν, ὡς αὐτῶν τῶν
17. εἰρημένων μορίων ἴδιον ὑπάρχον μέρος. εἰκότως δ’, οἶμαι,
18. τοιοῦτον ἐγένετο περὶ τοῖς ὀργάνοις, ὅσα πληρούμενα κατά
1. τινα χρόνον ἐξαίρεται τοῖς ὄγκοις· ἄμεινον γὰρ ἦν αὐτῷ
2. συνεπεκτείνεσθαι τούτοις, ο΄ περ, εἰ πάνυ λεπτὸν ἦν, οὐκ
3. ἂν ἀλύπως ὑπέμεινε. ὅτι δ’ ὑπὸ τοῦ περιτοναίου σκέπεται
4. ταῦτα πάντα, κατὰ τὴν εἰρημένην ἐγχείρησιν ἀποδέρων αὐτὸ
5. μαθήσῃ. καὶ μέντοι καὶ τὸ μεσεντέριον ὅπως ὑπ’ αὐτοῦ γεννᾶται,
6. δυνήσῃ γνῶναι, πρῶτα μὲν ἀποδείρας τὰ περὶ τὸν
7. πυλωρόν τε καὶ τὴν ἔκφυσιν, εἶθ’ ἑξῆς κατὰ τὸ συνεχὲς
8. τὴν νῆστίν τε καὶ τὸ λεπτὸν ἔντερον ὅλον, εἶθ’ ἑξῆς τὸ
9. παχύ. περιείληφε γὰρ ἅπαντα μὲν ταῦτα ἐν κύκλῳ τὸ περιτόναιον,
10. οὐσῶν δ’ ἑλίκων παμπόλλων ἐν αὐτοῖς, ἀνάγκη
11. δήπου τὸ μὲν κυρτὸν εἶναι τῆς ἕλικος, τὸ δὲ σιμὸν αὐτῶν.
12. εἰς μὲν δὴ τὸ σιμὸν αὐτῶν ἐμφύεται τὰ διὰ τοῦ μεσεντερίου
13. φερόμενα πρὸς ἕκαστον τῶν ἐντέρων ἀγγεῖα· κατὰ δὲ τὸ
14. κυρτὸν οὔτ’ ἀγγεῖόν τι καταφύεται τοῖς ἐντέροις, οὔτ’ ἄλλη
15. τις σύμφυσίς ἐστιν, ἢ πρὸς ἕτερον ὄργανον, ἢ πρὸς ἄλληλα.
16. κατὰ ταῦτ’ οὖν εἰκότως ἀποδέρεταί τε καὶ γυμνοῦται
17. τοῦ περιτοναίου ῥᾳδίως πάντα· κατὰ δὲ τὸ σιμὸν
18. ἀποσπᾶσθαι μᾶλλον, οὐ δέρεσθαι τοῖς ἀγγείοις ἀναγκαῖόν
1. ἐστι. καὶ διὰ τοῦτ’, ἐφ’ ὧν ζώων ὑγρόν τέ ἐστι φύσει τὸ
2. αἷμα καὶ τὸ περιέχον θερμὸν, ὅ τε θάνατος οὐ πρὸ πολλοῦ
3. γέγονεν, ἅμα τῷ σφαγῆναι τὸ ζῶον τὸ αἷμα προχεῖται κατὰ
4. τὰ στόματα τῶν ἀποῤῥηγνυμένων ἀγγείων· εἰ δ ἤτοι πρὸ
5. πολλοῦ τεθνεὸς εἴη τὸ ζῶον, ἢ ἐσφαγμένον, ἢ παχύχυμον,
6. ὥσπερ ὁ κύων τε καὶ ὁ λέων, ἢ καὶ τὸ περιέχον ψυχρὸν,
7. οὐκ ἐκχεῖται τῶν ἀγγείων τὸ αἷμα.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 6.5, ed. Kühn, 1821, vol. 2, p. 556-563. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:6.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩