Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 7.11, ed. Kühn, 1821, vol. 2, p. 623-626. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.11

9. Ὄψει δὲ δήπου, γυμνώσας ὅλην τὴν καρδίαν,
10. τὴν μὲν ἀριστερὰν κοιλίαν αὐτῆς ἀνήκουσαν ἐπ’
11. ἄκραν τὴν κορυφὴν, τὴν δεξιὰν δὲ πολὺ κατωτέρω παυομένην,
12. καὶ περιγραφὴν δὲ πολλάκις ἰδίαν ἔχουσαν, ἐπὶ μὲν
13. τῶν μεγάλων ζώων μᾶλλον, οἷον ἵπποιν τε καὶ βοῶν καὶ
14. καμήλων, ἔτι δὲ μᾶλλον ἐλεφάντων, ἔστιν ὅτε μὴν κᾀπὶ
15. τῶν μικρῶν. ἀλεκτρυόνα γοῦν τις θύων θεοῖς εὗρε δύο
16. κορυφὰς ἔχουσαν τὴν καρδίαν, εἶθ’ ἡγησάμενος οἰώνισμα
17. γεγονέναι τοῦτο τοὺς περὶ ταῦτα δεινοὺς ἀνεζήτησε. κατὰ
18. τύχην δὲ περιπεσὼν ἐμοὶ δύο καρδίας εὑρηκέναι καθ’ ἓν 
1. ζῶον ἔφη θύων τοῖς θεοῖς. ἀλλ’ οὐ δύο ἦσαν, ὡς ᾤετο,
2. κᾂν τῆς δεξιᾶς ἡ κορυφὴ περιγραφὴν ἰδίαν εἶχεν. εὖ γὰρ
3. εἰδέναι χρή σε, κᾂν ἐλέφαντος ᾖ τι μεῖζον, ἢ κορυδαλοῦ μικρότερον,
4. ἐξ ἀέρος ἀναπνέον, ὁμοίαν αὐτοῖς εἶναι τὴν κατασκευὴν
5. τῆς καρδίας· ἄμεινον δ’ οὐχ ὁμοίαν, ἀλλὰ
6. τὴν αὐτὴν κατ’ εἶδος εἰπεῖν. ὁποία δέ τίς ἐστι τοῖς ἰχθύσιν
7. ἡ καρδία, καὶ ὅλως ὅσα καθ’ ὕδατος διαιτᾶται, προϊούσης
8. τῆς πραγματείας εἰρήσεται· νῦν δὲ πρότερον ἐπὶ τῶν
9. ἐξ ἀέρος ἀναπνεόντων ζώων ὁ λόγος ἐξεταζέσθω. τούτων
10. οὖν ἁπάντων εὑρήσεις τὴν αὐτὴν κατασκευὴν τῆς καρδίας,
11. ὡσαύτως δὲ καὶ τὴν τοῦ πνεύμονος, ὁποίαν ὀλίγον ἔμπροσθεν
12. εἶπον. ἓν ἔτι μοι δοκεῖ λείπεσθαι τῶν κατ’ αὐτὰ, ὃ
13. κατὰ τὴν τῶν νεύρων ἀνατομὴν εἰρήσεται, περί τε τοῦ
14. σπλάγχνου τοῦδε καὶ περὶ τῆς καρδίας. εἰρήσεται δὲ καὶ
15. ὅτι τὰ τῆς καρδίας ὦτα τῶν κοιλιῶν αὐτῆς ἐκτός ἐστιν.
16. εἰ δέ τις αὐτὰ μέρη τοῦ σπλάγχνου θέμενος, ὥσπερ
17. Ἡρόφιλος, ἐπὶ πλέον ἐξέτεινε τὸν ἀριθμὸν τῶν στομάτων,
18. καὶ ταύτῃ δόξει διαφωνεῖν Ἐρασιστράτῳ τε καὶ ἡμῖν,
1. εἰρηκόσι δ΄ τὰ πάντα εἶναι στόματα τῶν κατὰ τὴν καρδίαν
2. ἀγγείων τεττάρων. ἐκ δὲ τῶν γεγραμμένων ὑπομνημάτων
3. μοι περὶ τῆς ἀνατομικῆς διαφωνίας μαθήσεται τὸν ἀκριβῆ
4. τρόπον τῆς διαγνώσεως, ὧν τ’ ἐν τοῖς φαινομένοις αὐτῶν
5. τέσσαρσι διαφέρονται κατ’ ἀλλήλους οἱ ἀνατομικοὶ τῶν ἀνδρῶν,
6. ὧν τ’ ἐν τοῖς περὶ αὐτῶν δόγμασιν, ἐν τῷ πρώτῳ
7. τῆς διδασκαλίας. ἓν μὲν γάρ ἐστι τὸ στόμα τῆς φλεβώδους
8. ἀρτηρίας κατὰ τὴν ἀριστερὰν κοιλίαν, ἐφ’ ᾧ καὶ οἱ ὑμένες
9. ἔξωθεν ἔσω νεύοντες. οὐ μὴν μένει γ’ ἓν ἄχρι πλείονος,
10. ἀλλ’ εὐθέως ἐν τῇ κάτω οὔσῃ εὐρυχωρίᾳ σχισθὲν εἰς τέτταρα
11. μόρια, ὧν ἕκαστον εἰς ἓν ἀφικνεῖται τῶν τοῦ πνεύμονος
12. λοβῶν. ὅτι δ’ οὐχ, ὡς ἐφ’ ἥπατος, οἱ λοβοὶ τοῦ
13. πνεύμονος ἄνισοι τὸν ἀριθμόν εἰσιν, ἀλλ’ ἐπὶ πάντων τῶν
14. ζώων, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν ἐνέστηκε, δύο μὲν ἐν τοῖς
15. δεξιοῖς αὐτοῦ μέρεσι, δύο δ’ ἐν τοῖς ἀριστεροῖς, ὡμολόγηται
16. πᾶσιν. ὡμολόγηται δ’, εἰ καὶ μὴ πᾶσι, ἀλλὰ τοῖς ἀκριβέστερον
17. ἀνατέμνουσιν, ὡς ἐν τῷ δεξιῷ μέρει τοῦ θώρακός
18. ἐστί τις καὶ πέμπτος λοβὸς μικρὸς, οἷον ἀποβλάστημά τι
1. θατέρου τοῖν δυοῖν. εὑρήσεις δ’ αὐτὸν ῥᾷστα τῇ κοίλῃ
2. φλεβὶ προσέχων τὸν νοῦν, ἐκείνῃ γὰρ ὑποβέβληται, καθ’ ὃ
3. πρῶτον ἐμπίπτει τῷ θώρακι, καταλιποῦσα τὰς φρένας. ἔστι
4. δ’ ὅτε καὶ κοιλότητά τινα κατὰ τὸ τῆς ἐπιπολῆς αὐτοῦ σαφῶς
5. ἰδεῖν ἐστιν, ἐφ’ ἧς ἡ φλὲψ στηρίζεται, ζῶντος ἔτι τοῦ
6. ζώου. μετὰ γάρ τοι τὸν θάνατον ὁ πνεύμων ἀεὶ συμπεπτωκὼς
7. ὁρᾶται καὶ μικρὸς, οὐκ ὀλίγης γιγνομένης τῆς μεταξύ
8. χώρας αὐτοῦ τε καὶ τοῦ θώρακος, ἔμπαλιν ἢ ὡς ζῶντος
9. ἔσχε τοῦ ζώου. καὶ λεχθήσεταί γε περὶ τούτου διὰ τῶν
10. ἐφεξῆς ἐπὶ συμπληρωθέντι τῷ περὶ τῆς καρδίας λόγῳ
11. παντί· λείπεται γὰρ εἰπεῖν, ὅπως ἄν τις αὐτὴν ἔτι ζῶντος
12. τοῦ ζώου γυμνώσειεν ἄνευ τοῦ τρῶσαι τὰς κοιλίας τοῦ
13. θώρακος.

Cliquer un n° de page pour en afficher l’image