Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 7.12, ed. Kühn, 1821, vol. 2, p. 626-632. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.12

14. Ἀναμνησθεὶς οὖν ὧν εἶπον οὐ πρὸ πολλοῦ
15. περὶ τῆς συμφύσεως ἐν μὲν τῷ στέρνῳ τοῦ περικαρδίου
16. χιτῶνος, οὐ χαλεπῶς εὑρήσεις, ὅπως χρή σε γυμνῶσαι τὴν
17. καρδίαν. εὔδηλον γὰρ, ὡς οὐδ’ ἄλλως, ἢ ὡς ἐπὶ τεθνεῶτος
18. ἐγυμνοῦτο τοῦ ζώου, καθὰ προείρηται. βέλτιον δ’ ἴσως
19. ἅπαντα τὸν λόγον ἀναλαβεῖν ἕνεκα σαφηνείας. ἔστω τοιγαροῦν
1. ἔτι νέον τὸ ζῶον, ὅπως ἀνύηταί σοι διὰ σμίλης ἡ
2. τομὴ χωρὶς ἐκκοπέων. ἐσχηματίσθω δ’ ὕπτιον ἐπὶ σανίδος,
3. ὁποίας ὁρᾶτε πολλὰς ἐμοὶ παρεσκευασμένας, ἐλάττους τε
4. καὶ μείζους, ὡς εὑρίσκεσθαί τινα μίαν ἀεὶ τῷ μέλλοντι
5. κατ’ αὐτῆς ἐκταθήσεσθαι ζώῳ σύμμετρον. ἐχέτω δ’
6. ἡ σανὶς αὕτη τρήματα, δι’ ὧν οὐ μόνον σχοίνιον λεπτὸν,
7. ἀλλὰ καί τι τῶν παχυτέρων σωμάτων διεκβληθήσεται ῥᾷστα.
8. διδαχθήτω δέ τις τῶν ὑπηρετῶν, ὅταν ὕπτιον ἐπὶ τῆς
9. σανίδος κατακλίνῃ τὸ ζῶον, δεσμοὺς αὐτῷ περιβάλλειν
10. τέσσαρας, ἑκάστῳ τῶν σκελῶν ἕνα, διεκβάλλειν τε κάτω τὰ
11. πέρατα τῶν δεσμῶν, ἀλλήλοις τε συνδεῖν ἐκεῖ. τρίχας δὲ
12. εἴπερ ἔχει μείζους περὶ τὸ στέρνον τὸ ζῶον, ἀφῃρήσθω καὶ
13. ταύτας. παρασκευὴ μὲν ἥδε τοῦ μέλλοντος ἀνατμηθήσεσθαι.
14. σὺ δ’, ὡς εἴρηται, μεγάλῃ σμίλῃ τέμνε παρ’ αὐτὸ τὸ
15. στέρνον ἄνωθεν κάτω τομῇ εὐθείᾳ ἄχρι τοῦ ξιφοειδοῦς χόνδρου.
16. κᾄπειτ’ ἐντεῦθεν ἐπιστρέφων καὶ προσέχων τὴν σμίλην
17. ἐγκαρσίᾳ τομῇ χώριζε τῶν ὑποκειμένων τὸ στέρνον, ὁποτέρως
18. ἂν θέλῃς, εἴτ’ οὖν μετὰ τοῦ ξιφοειδοῦς, εἴτε καὶ μόνον.
1. ἐντεῦθέν τε πᾶν, ὡς ἔχεις, κατὰ τὴν αὐτὴν ἐπιβολὴν τῆς
2. σμίλης ἀνέρχου, τέμνων ὁμοίως παρὰ τὸ στέρνον ἄχρι τοῦ
3. μέρους ἐκείνου, καθ’ ὃ τεθνεῶτος ἑώρακας τοῦ ζώου τὸν
4. περικάρδιον ὑποφυόμενον αὐτῷ. ταῦτα μὲν οὖν ἐκέλευόν
5. σε κᾀπὶ τεθνεῶτος τοῦ ζώου πράττειν. ἐπὶ δὲ τοῦ ζῶντος
6. ὁ μὲν τῆς ἐγχειρήσεως τρόπος ὁ αὐτὸς, ὅσον ἐπὶ τῇ τομῇ·
7. προσέρχεται δέ τι περιττότερον, ὑπὲρ οὗ τοῖς μὲν ἑωρακόσιν
8. ἐμὲ τέμνοντα οὐ μακρῶν δεήσει λόγων· ὅσοι δ’ οὐκ
9. εἶδον, ἐκείνοις εἰπεῖν ἀναγκαῖον, ὡς ἐκ τοῦ θώρακος ἀρτηρίαι
10. καὶ φλέβες εἰς ὑποχόνδρια διεκπίπτουσι παρὰ τὴν τοῦ
11. ξιφοειδοῦς ῥίζαν ἑκατέρωθεν ἓν ζεῦγος, ὧν διατεμνομένων ἐξ
12. ἀνάγκης ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, αἱμοῤῥαγία γίγνεται,
13. καὶ μάλιστ’ ἐκ τῶν ἀρτηριῶν. οὐδὲν δ’ οὕτως χειρουργίαν
14. ἅπασαν ἐν ζώου σώματι ταράττειν εἴωθεν, ὡς αἱμοῤῥαγία.
15. προγινώσκοντας οὖν ὑμᾶς τοῦτο, καθ’ ὁ τί περ ἂν πρῶτον
16. ἐξακοντιζόμενον ὑπὸ τῆς ἀρτηρίας ἴδητε τὸ αἷμα, τελευτώσης
17. ἤδη τῆς κατάντους τομῆς, ἐπιστρέφειν μὲν ὅτι τάχιστά
18. τὴν σμίλην εἰς ἐγκαρσίου τομῆς σχῆμα, καθ’ ὅτι 
1. λέλεκται, τῆς δ’ ἀριστερᾶς χειρὸς τοῖς δύο δακτύλοις, λιχανῷ
2. τε καὶ μεγάλῳ, περιλαμβάνειν τοῦ στέρνου τὸ μέρος
3. ἐκεῖνο, καθ’ ὃ τὴν ἀρτηρίαν αἱμοῤῥαγοῦσαν ὁρᾶτε, ἵν’ ἅμα
4. μὲν ἐπίθημα στόματος ὁ ἕτερος ᾖ δάκτυλος, ἅμα δ’ ἀσφαλὴς
5. ἐξ ἀμφοῖν γίγνηται λαβὴ τοῦ παντὸς ὀστοῦ· καὶ πειρᾶσθαί
6. γε πράττειν ἑνὶ χρόνῳ τὰ δύο ταυτὶ, τῇ μὲν σμίλῃ
7. τέμνειν ὅτι τάχιστα, συνάπτειν δὲ τῷ πέρατι τῆς κατάντους
8. τομῆς προτέραν μὲν τὴν ἐγκαρσίαν, ἐφεξῆς δ’ αὐτῇ
9. τὴν ἀνάντη, τοῖς δακτύλοις δὲ ἀνακλᾷν ἀεὶ τὸ στέρνον.
10. ἕπεται γὰρ ἀνακλωμένῳ καλῶς αὐτῷ τὴν τῆς αἱμοῤῥαγίας αἰτίαν
11. παύεσθαι, τῆς κατὰ θάτερον στόμα τομῆς κρατουμένης
12. ὑπὸ τοῦ χειρουργοῦντος, ὁρᾶσθαί τε τοῦ περικαρδίου τὴν
13. πρόσφυσιν ποδηγοῦσάν σε πρὸς τὸ τέλος τῆς τομῆς. ἀνακλωμένου
14. γὰρ τοὺ στέρνου τό τε κάτω πέρας ὑψηλὸν γίγνεται,
15. ἥ τε αἱμοῤῥαγία διὰ τοῦ τοιούτου σχήματος μειοῦται,
16. τῶν τ’ ἀγγείων ἡ θέσις μεταπίπτει, καμπτομένων ἐν τῇ ἄνω
17. χώρᾳ ἅμα τῷ στέρνῳ καὶ μηκέτι εὐθέως εἰς τὸ κάταντες
18. φερομένων. ὑποτέτακται γὰρ ἐκ τῶν ἔνδον μερῶν τῷ στέρνῳ
1. ζεύγη δύο μεγάλων ἀρτηριῶν τε καὶ φλεβῶν, ἃς περὶ τὴν
2. ῥίζαν ἔφην τοῦ ξιφοειδοῦς χόνδρου διεκπιπτούσας εἰς ὑποχόνδρια
3. ἐν τῇδε τῇ χειρουργίᾳ τέμνεσθαι. κατὰ μέντοι
4. τὴν ἑτέραν ἐγχείρησιν, ἐν ᾗ διαιρεῖν ἐκέλευόν σε τὰς καμπὰς
5. τῶν πλευρῶν, ἔνθα πρῶτον εἰς χόνδρον ἐξ ὀστοῦ μεταπίπτουσιν,
6. οὐδεὶς φόβος αἱμοῤῥαγίας ἐστὶ διὰ τὴν τῶν ἀγγείων
7. μικρότητα. χρησίμη δ’ ἐκείνη τομὴ γίγνεται κατὰ τὸ
8. ἕτερον μέρος ἐπιτελουμένη τῷ θεάσασθαι βουλομένῳ τὰς
9. τοῦ πνεύμονος ἀρτηρίας ἔτι ζῶντος. ἡ δὲ νῦν μοι
10. προκειμένη πρὸς ἄλλα μέν ἐστι χρησίμη, περὶ ὧν ἐφεξῆς
11. ἐρῶ· φυλάττει δὲ, ὡς ἔφην, ἀτρώτους ἑκατέρας τοῦ θώρακος
12. τὰς κοιλότητας. ἔστι δὲ καὶ τρίτη τις ἄλλη χειρουργία,
13. γιγνομένη μὲν ἐπὶ ζῶντος ἔτι τοῦ ζώου, διαφέρουσα δὲ
14. τῆς πρώτης εἰρημένης τῷ κατ’ ἄμφω τὰ μόρια τοῦ θώρακος
15. ὁμοίαν γίγνεσθαι τομήν. ταύτης μὲν οὖν τὴν χρείαν
16. ὀλίγον ὕστερον ἀκούσῃ, τῆς πρώτης δ’ αὐτάρκως ἤδη μεμάθηκας.
17. ὥρα τοίνυν ἀκούειν σε περὶ τῆς νῦν προκειμένης,
18. ἣν κάλλιστα ἐργάσῃ, γυμνὴν μὲν ἀποφῄνας τὴν καρδίαν,
1. ἀτρώτους δὲ φυλάξας τοῦ θώρακος τὰς κοιλότητας. ἐνίοτε
2. μὲν οὖν κατὰ τὴν εἰρημένην ἐγχείρησιν ὁ περικάρδιος διῄρηται,
3. πολλάκις δὲ ἄτρωτος μένει. κοινὸν δ’ ἀμφοτέραις
4. ἐστὶ τὸ διελεῖν αὐτὸ ἄχρι τοῦ γυμνοῦσθαι τὴν καρδίαν
5. καὶ μὴ τρῶσαι τοὺς διαφράττοντας ὑμένας τὸν θώρακα.
6. τρωθέντος γὰρ οὑτινοσοῦν αὐτῶν, ἀναγκαῖόν ἐστι
7. περιπεσεῖν τὸ ζῶον ἐκείνοις τοῖς συμπτώμασιν, ἃ κατὰ τὸν
8. ἑξῆς λόγον εἰρήσεται γίγνεσθαι συντετρημένου τοῦ θώρακος.
9. ἐπὶ δὲ τῆς γυμνουμένης καρδίας ἀπαθεῖς φυλάττειν πρόκειταί
10. σοι τὰς ἐνεργείας ἁπάσας, ὥσπερ οὖν καὶ φυλάττονται.
11. καὶ γὰρ ἀναπνέον ὡσαύτως καὶ κεκραγὸς φαίνεται τὸ
12. ζῶον, καὶ εἰ λύσαις δὲ τῶν συνδέσμων αὐτὸ, τρέχον, ὡς
13. ἔμπροσθεν ἔτρεχε. εἰ δὲ καὶ περιλάβοις ἔτι δεσμοῖς τὸ
14. τραῦμα, καὶ τροφὴν ὄψει προσφερόμενον, ἢν πεινῆσαν
15. τύχῃ, καὶ πῖνον, ἢν διψήση. καὶ τί θαυμαστόν; ὅπου
16. γε ὁ Μαρύλλου τοῦ μιμογράφου παῖς ἐθεραπεύθη καὶ
17. ζῇ νῦν ἔτι, καίτοι γυμνωθείσης αὐτῷ ποτε τῆς καρδίας.
18. εἰκὸς δηλονότι μᾶλλον, ἄλογον ζῶον, ὅσῳ δυσπαθέστερόν
1. ἐστιν ἀνθρώπου, μηδὲν πάσχειν ὑπὸ τοιούτου
2. τραύματος.

Cliquer un n° de page pour en afficher l’image