3. Ἐπεὶ δ’ ἅπαξ ἐμνημόνευσα τοῦ θεραπευθέντος
4. παιδὸς, οὐδὲν ἂν εἴη χεῖρον ἅπαντα διηγήσασθαι τὰ
5. κατ’ αὐτὸν, γενόμενα· διὰ γὰρ τὸ χρήσιμον τῆς ἱστορίας,
6. εἰ καὶ μὴ τῆς παρούσης πραγματείας ἴδιόν ἐστι, βέλτιον
7. αὐτὰ οἰηθῆναι. πληγεὶς ἐκεῖνος ὁ παῖς ἐν παλαίστρᾳ κατὰ
8. τὸ στέρνον, ἠμελήθη μὲν τὸ πρῶτον, ὕστερον δ’ οὐ καλῶς
9. προὐνοήθη. καὶ μετὰ τέσσαράς που μῆνας ἐφάνη πῦον ἐν
10. τῷ πληγέντι μορίῳ. τοῦτο κομίσασθαι βουλόμενος ὁ θεραπεύων,
11. ἔτεμε τὸν παῖδα, καὶ, ὡς ᾤετο, διὰ ταχέων εἰς οὐλὴν ἤγαγεν.
12. εἶτ’ αὖθις ἐφλέγμῃνε, καὶ αὖθις ἀπέστη, καὶ
13. αὖθις ἐτμήθη, καὶ οὐκέθ’ οἷόν τε εἰς οὐλὴν ἀχθῆναι.
14. ταῦτ’ ἄρα καὶ ὁ δεσπότης αὐτοῦ, πλείονας ἀθροίσας ἰατροὺς,
15. ἐν οἷς ἦν κᾀγὼ, σκοπεῖσθαι περὶ τῆς ἰάσεως ἐκέλευσεν. ὡς
16. δὲ πᾶσιν ἐδόκει σφάκελος εἶναι τοῦ στέρνου τὸ πάθος,
17. ἐφαίνετο δὲ καὶ ἡ τῆς καρδίας κίνησις ἐκ τῶν ἀριστερῶν
18. αὐτοῦ μερῶν, οὐδεὶς ἐκκόπτειν ἐτόλμα τὸ πεπονθὸς ὀστοῦν·
1. ᾤοντο γὰρ, ἐξ ἀνάγκης ἐπ’ αὐτῷ σύντρησιν ἔσεσθαι τοῦ
2. θώρακος. ἐγὼ δ’ ἐκκόψειν μὲν ἔφην αὐτὸ χωρὶς τοῦ τὴν
3. καλουμένην ἰδίως ὑπὸ τῶν ἰατρῶν σύντρησιν ἐργάσασθαι·
4. περὶ μέντοι τῆς παντελοῦς ἰάσεως οὐδὲν ἐπηγγελλόμην, ἀδήλου
5. ὄντος, εἰ πέπονθε καὶ μέχρι πόσου πέπονθε τῶν ὑποκειμένων
6. τι τῷ στέρνῳ. γυμνωθέντος οὖν τοῦ χωρίου,
7. πλέον οὐδὲν ἐφάνη τοῦ στέρνου πεπονθὸς, ἢ ὅπερ ἐξ ἀρχῆς
8. εὐθὺς ἐφαίνετο. διὸ καὶ μᾶλλον ἐθάῤῥησα πρὸς τὴν χειρουργίαν
9. ἐλθεῖν, ἀπαθῶν γε τῶν ἑκατέρωθεν ὀφθέντων
10. περάτων, οἷς ὑποπεφύκασιν αἵ τ’ ἀρτηρίαι καὶ φλέβες.
11. ἐκκοπέντος δὲ τοῦ πεπονθότος ὀστοῦ κατ’ ἐκεῖνον μάλιστα
12. τὸν τόπον, ἐν ᾧ ἐμπέφυκεν ἡ τοιαύτη κορυφὴ τοῦ περικαρδίου,
13. καὶ φανείσης γυμνῆς τῆς καρδίας, ἐσέσηπτο γὰρ ὁ
14. περικάρδιος κατὰ τοῦτο, παραχρῆμα μὲν οὐκ ἀγαθὴν ἐλπίδα
15. περὶ τοῦ παιδὸς εἴχομεν, ὑγιάσθη δὲ εἰς τὸ παντελὲς
16. οὐκ ἐν πολλῷ χρόνῳ· ὅπερ οὐκ ἂν ἐγένετο, μηδενὸς τολμήσαντος
17. ἐκκόψαι τὸ πεπονθὸς ὀστοῦν· ἐτόλμησε δ’ ἂν οὐδεὶς
18. ἄνευ τοῦ προγεγυμνάσθαι κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις.
1. ἄλλος γοῦν τις ἐν ἐκείνῳ τῷ χρόνῳ, σηπεδονώδη διάθεσιν
2. ἐξ ἀποσκήμματος ἐν βραχίονι τέμνων, ἀγνοίᾳ τῶν ἐν τῷ
3. χωρίῳ μορίων ἀρτηρίαν ἀξιόλογον ἔτεμεν, ἔν τε τῷ παραχρῆμα
4. διὰ τὴν αἱμοῤῥαγίαν ἐθορυβήθη, καὶ μόγις ἐκλαβεῖν
5. δυνηθεὶς αὐτὴν, ὡς βρόχῳ διαλαβεῖν, ἐτύγχανε γὰρ οὖσα
6. βύθιος, ἐν μὲν τῷ παραχρῆμα τὸν ἐκ τῆς αἱμοῤῥαγίας
7. ἀπεώσατο κίνδυνον, ἑτέρῳ μέντοι τρόπῳ τὸν ἄνθρωπον
8. ἀπέκτεινε, γαγγραίνης ἐπὶ τῷ βρόχῳ καταλαβούσης τὴν μὲν
9. ἀρτηρίαν μάλιστά τε καὶ πρώτην, ἐφεξῆς δ’ ἅπαντα τὰ πέριξ
10. αὐτῇς. ταυτὶ μὲν οὖν ἀπὸ πολλῶν ὀλίγα κατὰ πάρεργον
11. εἰρήσθω, τοῖς νοῦν ἔχουσιν ἐνδεικνύμενα τῆς προκειμένης
12. πραγματείας τὴν χρείαν.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 7.13, ed. Kühn, 1821, vol. 2, p. 632-634. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩