Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 7.14, ed. Kühn, 1821, vol. 2, p. 634-639. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.14

13. Ἐπανέλθωμεν δ’ αὖθις ἐπὶ τὸν ἐξ ἀρχῆς
14. λόγον, ἐν ᾧ τρεῖς ἔλεγον εἷναι χειρουργίας ἐπὶ ζῶντος τοῦ
15. ζώου γιγνομένας, τὸ μέν τι κοινὸν ἐχούσας ἀλλήλαις, τὸ δ’
16. ἑκάστῃ ἴδιον. ἤτοι γὰρ ἕνεκα τοῦ θεάσασθαι τὰς ἀρτηρίας
17. τοῦ πνεύμονος ἀρκεῖ μία τομὴ γιγνομένη κατὰ τὰς καμπὰς
18. τῶν πλευρῶν, ἢ καὶ πρὸς ταύτῃ τις ἑτέρα κατὰ τὸ λοιπὸν
1. μέρος τοῦ θώρακος, ἧς τὴν χρείαν ὀλίγον ὕστερον ἐρῶ.
2. τρίτη δὲ ἐπ’ αὐταῖς ἐγχείρησις, καθ’ ἣν ἡ μὲν καρδία γυμνοῦται,
3. σύντρησις δ’ οὐ γίγνεται τοῦ θώρακος. οὐδὲν
4. δήπου θαυμαστόν ἐστι, τρῶσιν μὲν τοῦ θώρακός τινα γενέσθαι,
5. σύντρησιν δὲ μή· τὴν γὰρ εἰς τὰς εὐρυχωρίας αὐτοῦ,
6. καθ’ ἃς ὁ πνεύμων τέτακται, διΐσχουσαν τομὴν ὀνομάζουσι
7. σύντρησιν· ἡ δ’ ἄλλη πᾶσα διαίρεσις αὐτοῦ τρῶσις
8. μὲν λέγεται, σύντρησις δ’ οὐ καλεῖται. τίς οὖν ἡ χρεία
9. τοῦ γυμνοῦν οὕτω τὴν καρδίαν ἐστίν; ἵνα πρῶτον μὲν, ἐν
10. ὁποίῳ τρόπῳ σφύζει, θεασώμεθα σαφῶς, καὶ πότερον ἐν
11. τῷ διαστέλλεσθαι πλήττει τὸν θώρακα, προσερχομένη τοῖς
12. κατὰ τὸ στέρνον χωρίοις, ἢ καθ’ ὃν χρόνον συστέλλεται·
13. δεύτερον δ’, ἵνα γυμνώσαντες ἀρτηρίαν μεγάλην ἐν τῷ ζώῳ,
14. καθάπερ ὁρᾶτέ με τὴν ἐν τῷ βουβῶνι γυμνοῦντα, κατανοήσωμεν
15. ἀκριβῶς, εἴτε, καθ’ ὃν ἡ καρδία διαστέλλεται
16. χρόνον, ἡ ἀρτηρία συστέλλεται, διαστελλομένη, καθ’ ὃν ἡ
17. καρδία συστέλλεται, ἢ καὶ διαστέλλονται καὶ συστέλλονται
18. κατὰ τοὺς αὐτοὺς χρόνους ἀμφότερα· τρίτον, ἵνα τοῖς
19. δακτύλοις διαλαμβάνοντες ἢ καὶ πυράγρᾳ τὴν καρδίαν, ὡς
1. ἐγὼ ποιεῖν εἴωθα, διὰ τὸ ῥᾳδίως αὐτὴν ἐκπηδᾷν τῶν δακτύλων,
2. ἴδωμεν, ὁποῖόν τι σύμπτωμα καταλαμβάνει τὸ ζῶον·
3. ἔτι τε πρὸς τούτῳ τοῖς φάσκουσιν, εἰ διαλάβοι τις βρόχῳ
4. τὴν ἔκφυσιν τῆς μεγάλης ἀρτηρίας, ἢ, ὡς ἕτεροί τινες, τῆς
5. εἰς τὸν πνεύμονα φερομένης τῆς φλεβώδους, τάδε τινὰ καταλαμβάνει
6. τὸ ζῶον τὰ συμπτώματα, λέγουσι δ’ οὐ τὰ αὐτὰ
7. πάντες, ὡς ἂν ψευδομένους δείξωμεν, ὅτι μήτε περιβληθῆναί
8. τις δύναται βρόχος ἄνευ τοῦ συντρηθῆναι τὸν
9. θώρακα, μήτ’, εἰ περιβληθῇ, σφίγγειν ἀκριβῶς οὕτως τὴν
10. ῥίζαν τῆς ἀρτηρίας, ὡς ἀποφράξαι τὸ στόμιον αὐτῆς. λεγόντων
11. δ’ ἐπειράθην ἀεὶ ταῦτα τῶν μηδὲ γυμνῶσαι καρδίαν
12. δυναμένων ἄνευ συντρήσεως, ἀλλ’ εἰ καὶ βιάσαιτό τις.
13. αὐτοὺς, εὐθέως συντρησάντων τὸν θώρακα, φασκόντων χαλεπὸν
14. εἶναι τυχεῖν τούτου, καὶ διὰ τοῦτ’ ἀναβαλλομένων
15. τὴν χειρουργίαν εἰς αὖθις, ὡς, εἴ γ’ εὐτυχηθείη γυμνωθῆναι,
16. περιβάλλοντες ἂν τὸν βρόχον ἀπέδειξαν σαφῶς, ἅπερ
17. ἐπηγγείλαντο. τούτοις οὖν ἡμεῖς ἔμπαλιν ἐπαγγελλόμεθά τε
18. καὶ πράττομεν. γυμνώσαντες γὰρ τὴν καρδίαν ῥᾳδίως ἄνευ
1. τοῦ τρῶσαί τινα τῶν διαφραττόντων ὑμένων τὸ κύτος τοῦ
2. θώρακος, ἀξιοῦμεν αὐτοὺς περιβαλεῖν τὸν βρόχον τοῖς τῆς
3. καρδίας ἐκφυομένοις ἀγγείοις. οἱ δ’ ἄχρι τοσούτου βιάζονται
4. μὲν, ἀνύουσι δ’ οὐδὲν, ἄχρι τοῦ διασπάσαι τινὰ τῶν
5. ὑμένων σύντρησίν τε ἐργάσασθαι· τηνικαῦτα γὰρ οὐδ’
6. ἐπιχειρεῖν. ἔτι χρῆναί φασιν. ἀλλ’ ἡμεῖς τε ἐν τάχει πάλιν
7. ἐφ’ ἑτέρου ζώου γυμνώσαντες αὐτοῖς τὴν καρδίαν παρέχομεν,
8. ἀναγκάζομέν τε πάλιν ἐγχειρεῖν, ἄχρι περ ἂν ἀσχημονήσωσιν
9. ἐφ’ οἷς ἠλαζονεύσαντο. τῇ μὲν γὰρ ἐκφύσει τῶν
10. ἀγγείων περιβάλλειν τὸν βρόχον οὐχ οἷόν τε· τῇ βάσει δὲ
11. τῆς καρδίας ἐγχωρεῖ μὲν, ἀλλ’ εὐθέως ἀποθνήσκει τὸ
12. ζῶον. τοιοῦτον γάρ τι καὶ τῷ φάσκοντι, τῆς φλεβώδους
13. ἀρτηρίας βρόχῳ διαληφθείσης, ὅταν καρδία γυμνωθῇ
14. χωρὶς τοῦ συντρῆσαι τὸν θώρακα, διεσταλμένον ἀεὶ διαμένειν
15. τὸν πνεύμονα, συνέβη παθεῖν ἐπὶ πολλῶν μαρτύρων
16. ὑπό τινος τῶν ἡμετέρων ἑταίρων ἐλεγχθέντι. τοσαύτη τινὲς
17. ἀλαζονείᾳ τε ἅμα καὶ τόλμῃ περὶ ὧν οὐκ ἴσασι πρὸς τοὺς
18. οὐκ εἰδότας χρῶνται, καὶ μάλιστα ὅταν ἐπὶ τῆς φλεβώδους
1. ἀρτηρίας ὁ λόγος αὐτοῖς γίγνηται, τῆς ἔνδον ἔτι τοῦ τῆς
2. καρδίας ὠτὸς σχιζομένης. οἱ δέ γ’, ὡς μονοφυοῦς ἀνισχούσης
3. αὐτῆς, βρόχον ἐπιβεβληκέναι φασὶ, καὶ συμβῆναι τὸ
4. ζῶον ἐκεῖνο παθεῖν ἄμφω ταῦτα, τὰς μὲν ἐν ὅλῳ τῷ σώματι
5. πάσας ἀρτηρίας ἀκινήτους ἔχειν, ὡς ἂν δηλονότι τὴν χορηγίαν
6. τοῦ πληροῦντος αὐτὰς πνεύματος ἀφῃρημένας, μένειν
7. δ’ ἐν ἴσῃ διαστάσει τὸν πνεύμονα, μηδὲν δηλαδὴ μηδ’ ἐκ
8. τούτου τῆς καρδίας ἑλκούσης. ἕτεροι δὲ τῇ τραχείᾳ φασὶν
9. ἀρτηρίᾳ βρόχον περιβάλλοντες ἐπιδεικνύναι κινούμενον τὸν
10. πνεύμονα, μηκέτι προσθέντες οἷς λέγουσιν ἢ διαγράφουσι,
11. καὶ γὰρ καὶ γέγραπται πρός τινων ταῦτα, πῶς ἐθεάσαντο
12. συστελλόμενον τὸν πνεύμονα, πότερον ἄνευ τοῦ συντρηθῆναι
13. κατὰ τὸν θώρακα τὸ ζῶον, ἢ συντρηθέντος· ἑκάτερον
14. γὰρ ἄτοπον. συντρηθέντος μὲν διαφθείρεται τὰ κατὰ τὴν
15. ἀναπνοὴν ἅπαντα· πρὶν δὲ συντρηθῆναι, τὴν ἀρχὴν οὐδ’
16. ἰδεῖν ἐστιν αὐτὸν, εἰ μή τις ἄρα βούλοιτο πλευρὰν ἐκκόψας
17. ἀπαθῆ φυλάξαι τὸν ὑπεζωκότα· λέγουσι δ’ οὐ δὲ τοῦθ’, ὅσοι 
1. τὰ τοιαῦτα ληροῦσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἐφεξῆς
2. εἰρήσεται κατὰ τὴν ἰδίαν τοῦ θώρακος ἀνατομήν· ὅσα δὲ
3. περὶ τὴν καρδίαν φαίνεται γυμνωθεῖσαν, ἐπάνιμεν.

Cliquer un n° de page pour en afficher l’image