Galenus. De anatomicis administrationibus (De anat. administr.) [n° 011 Fichtner] [GalLat]

Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).

De anatomicis administrationibus, 7.16, ed. Kühn, 1821, vol. 2, p. 641-650. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.16

14. Ὅσα μὲν οὖν ἀναγκαῖα καὶ χρήσιμα τῶν
15. περὶ τὴν καρδίαν ἐστὶν, ἔτι τοῦ ζώου ζῶντος ἐγχειρούντων,
16. εἴρηται σχεδὸν ἅπαντα, καὶ βέλτιον ἦν ἐπὶ τὰ κατὰ τὸν
17. θώρακά τε καὶ τὸν πνεύμονα φαινόμενα μεταβαίνειν. ἐπεὶ
18. δ’ ἔνιοι τῶν ἐναργῶς ἐπαγγελλομένων δείξειν ἀρτηρίαν αἵματος
1. κενὴν ἀναισχύντως φλυαροῦσιν, ἄλλος ἄλλου τῶν φαινομένων
2. ἐξ ἀνατομῆς καταψευδόμενοι, δι’ ἐκείνους δεήσει καὶ ἡμᾶς
3. ἔτι διατρίψαι περὶ τὸν τόπον. εἷς μὲν οὖν τις ὑποσχόμενος
4. ἀεὶ τὴν μεγάλην ἀρτηρίαν ἐπιδείξειν κενὴν αἵματος, ἐπιδεικνὺς
5. δ’ οὐδέποτε, κομισάντων αὐτῷ τῶν φιλοτιμοτέρων νεανίσκων
6. ζῶα καὶ προκαλεσαμένων ἐπὶ τὴν δεῖξιν, οὐκ ἄνευ
7. μισθοῦ δείξειν ἔφασκεν. αὐτίκα δ’ ὑπ’ ἐκείνων εἰς μέσον
8. κατατεθεισῶν δραχμῶν χιλίων, ἵν’, εἰ δείξειε, κομίσαιτο,
9. πολλὰς μὲν ἀπορῶν ἐστρέφετο στροφάς· ἀναγκαζόμενος δ’
10. ὑπὸ πάντων τῶν παρόντων, ἐτόλμησε λαβὼν σμίλην τέμνειν
11. κατὰ τὸ ἀριστερὸν μέρος τοῦ θώρακος, ἔνθα μάλιστ’ ᾤετο,
12. τῆς συντρήσεως γενομένης, ἐναργῶς αὐτῷ φαίνεσθαι τὴν
13. μεγάλην ἀρτηρίαν. εὑρέθη δ’ οὕτως γεγυμνασμένος ἐν ταῖς
14. ἀνατομαῖς, ὥστε κατ’ ὀστοῦ ποιήσασθαι τὴν τομήν. ἄλλος
15. δ’ ἐκ τούτου χοροῦ κατὰ μὲν τὸ μεσοπλεύριον ἔτεμεν, ἀλλ’
16. εὐθὺς ἅμα τῇ πρώτῃ τομῇ τήν τ’ ἀρτηρίαν διέκοψε καὶ
17. τὴν. φλέβα. καταγελάσαντες οὖν αὐτὸν οἱ θέντες τὰς χιλίας
1. νεανίσκοι τοῖς ἠθροισμένοις ἐπὶ τὴν θέαν, αὐτοὶ τὴν
2. ἐκείνου ἐπαγγελίαν ἐποιήσαντο, τεμόντες μὲν, ὡς ἑωράκεισαν
3. παρ’ ἐμοὶ, τὸ μεσοπλεύριον ἄνευ τοῦ τρῶσαί τι τῶν ἀγγείων,
4. περιβαλόντες δὲ διὰ ταχέων δύο βρόχους, ἕνα μὲν
5. μετὰ τὴν ἔκφυσιν εὐθέως ἐκ τῆς καρδίας, ἕτερον δ’ ἐπιβαίνειν
6. μελλούσης τῇ ῥάχει τῆς ἀρτηρίας, ἵν’, ὡς οἱ θρασεῖς
7. ἐπηγγείλαντο, μετὰ τὸν τοῦ ζώου θάνατον, ὅσον ἐν τῷ
8. μεταξὺ τῶν βρόχων ἐστὶ τῆς ἀρτηρίας, ἐπιδειχθῇ κενὸν αἵματος.
9. ὡς δ’ οὐχ εὑρέθη κενὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, παρέμπτωσιν
10. εἰς αὐτὴν ἔφασκον γεγονέναι, καθ’ ὃν οἱ βρόχοι
11. περιεβάλλοντο, ὥσπερ ἄλλου τινὸς, οὐκ αὐτῶν ἐκείνων ἐπαγγειλαμένων
12. τὴν τοιαύτην ἐγχείρησιν, μήτε πεπειραμένοι ποτ’
13. αὐτῆς πρὸ ἑτέρων, ἢ θᾶττον αὐτοὶ περιβάλλειν δυνάμενοι
14. τοὺς βρόχους, οἵ γε μηδ’, ὅτι παρατέταται τοῖς κάτω μέρεσι
15. τῶν κατὰ τὰς πλευρὰς ὀστῶν ἥ τ’ ἀρτηρία καὶ ἡ
16. φλὲψ, ἠπίσταντο. τοιοῦτος δὲ καὶ ὁ τὸν τετράστομον πέλεκυν
17. ἐπινοήσας, εἶτα μήτε κατασκευάσας ποτ’ αὐτὸν, μήτε
18. πειραθεὶς, ὅμως οὐκ ᾐδεῖτο δι’ αὐτοῦ τούτου δείξειν ἐπαγγελλόμενος 
1. ἀρτηρίαν κενὴν αἵματος. ἦν δ’ οὖν αὐτοῦ τοιόνδε
2. τι τὸ ἐνύπνιον. ἐν τετραγώνῳ σχήματι πρὸς μίαν ἥκοντι
3. κορυφὴν ἠξίου ποιήσασθαι τετράστομον πέλεκυν, εἶτα κατὰ
4. τὴν κορυφὴν αὐτοῦ διεκβεβλῆσθαι στειλεὸν, οἷόν περ
5. ἔχουσιν αἵ τ’ ἀξίναι καὶ οἱ πελέκεις ἔπειτα ζῶόν τι πρηνὲς
6. ἐκτείναντα κατὰ τῆς ῥάχεως αὐτοῦ πατάξαι τῷ πελέκει
7. σφοδρῶς, ἵνα μιᾷ πληγῇ τετράγωνόν τι σχῆμα τῆς ῥάχεως
8. ἐκκοπῇ κατὰ περιγραφὴν ἰδίαν, ἐν ᾧ τὸ περιλαμβανόμενον
9. τῆς μεγάλης ἀρτηρίας εὑρεθήσεσθαι κενὸν αἵματος ἔφασκε.
10. τοῦτο μὲν οὖν εἰς γελωτοποιΐαν τοῖς γράφουσι τοὺς μίμους
11. τῶν γελοίων ἀφείσθω. μνημονεύσωμεν δ’ ἡμεῖς ἑτέρας ἐγχειρήσεως,
12. ἐφ’ ἧς δείξειν ἔφασκε γέρων τις ἑβδομηκοντούτης
13. πάνυ σεμνὸς ἀρτηρίαν κενὴν αἵματος. ἠξίου γὰρ εἶναι
14. μὲν τὸ ζῶον ἕν τι τῶν δαρτῶν ὀνομαζομένων, οἷον ἢ πρόβατον,
15. ἢ βοῦν, ἢ αἶγα, διαιρεθῆναι δὲ κατά τι μόριον,
16. ἔνθα μεγάλη μετὰ τὸ δέρμα εὐθύς ἐστιν ἀρτηρία, περιδαρῆναι
17. δ’ ἐκείνην καὶ γυμνωθῆναι τῶν πέριξ σωμάτων, ὡς
1. προσηρτῆσθαι μηδενὶ, κᾄπειτα φυλαττομένης τῆς κατὰ τὸ
2. δέρμα τομῆς μεθ’ ἡμέρας ἓξ ἢ ἑπτὰ, διαστήσαντας τὰ
3. χείλη τοῦ ἕλκους, περιβάλλειν βρόχους δύο περὶ τὴν ἀρτηρίαν,
4. καθόσον οἷόν τε πλεῖστον, ἀλλήλων διεστῶτας, εἶτ’
5. ἐκκόπτειν τὸ μέσον αὐτῶν, εὑρεθήσεσθαι γὰρ κενόν. ἐκεῖνος
6. μὲν οὖν, ἑβδομήκοντα γεγονὼς ἐτῶν, τὴν ἐγχείρησιν ταύτην
7. οὐδέποτ’ ἐτόλμησεν ἔργῳ βασανίσαι. πρὸς ἡμῶν δ’ εὐθέως
8. ἐβασανίσθη μετὰ τὸ πρῶτον ἀκοῦσαι, καὶ ὡς ἐπειράθημεν
9. αὐτῆς, αἶγα καὶ πρόβατα οὕτω προπαρασκευάσαντες,
10. ἐκομίσαμεν τῷ γέροντι παρακαλοῦντες αὐτὸν ἐξεγερθέντα
11. θεάσασθαί ποτε κᾂν ἅπαξ παρελεγχόμενος τὰ κατὰ τὸν
12. ὕπνον αὐτῷ φαντασθέντα. καὶ τοίνυν καὶ ἄλλος τις οὐ
13. πρὸ πολλοῦ γεγραμμένην ἐγχείρησιν ὑπ’ ἐμοῦ κατὰ
14. τὸ βιβλίον, οὗ ἐπίγραμμά ἐστιν, εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις
15. αἷμα, διηγεῖτο πρὸς τοὐναντίον, ἢ κατὰ ἀλήθειαν ἔχει.
16. θαυμάζοντες οὖν αὐτοῦ τὴν τόλμαν οἱ τεθεαμένοι παρ’
17. ἐμοὶ τὴν ἐγχείρησιν ἠρώτων, εἴποτ’ αὐτὸς ἐποίησεν αὐτὴν, ἢ
18. διηγουμένου τινὸς ἀκούσας ἐπίστευσεν. ὁ δὲ καὶ πάνυ πολλάκις
1. ἔφη πεποιηκέναι. κομίσαντες οὖν αἶγα αὐτῷ δεικνύειν
2. ἠνάγκαζον. ὡς δ’ οὐκ ἐβούλετο, διότι μηδ’ ἠπίστατο, δείξαντες
3. τοῖς παροῦσιν ἐναντίως ἔχον τὸ φαινόμενον, ἔπαυσαν
4. οὕτως τῆς εἰς τὸ λοιπὸν ἀλαζονείας. ἡ δ’ ἐγχείρησίς ἐστι
5. τοιάδε. τῶν ἐγγὺς τοῦ δέρματος ἀρτηριῶν τῶν μεγάλων
6. χρὴ γυμνώσαντα μίαν, οἵα πέρ ἐστιν ἡ κατὰ τὸν βουβῶνα,
7. μάλιστα γὰρ ἐπ’ ἐκείνης εἴωθα ποιεῖσθαι τὴν ἀνατομὴν
8. τήνδε, βρόχον περιβάλλειν τοῖς ὑψηλοτέροις αὐτῆς μέρεσιν,
9. εἶτα τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς αὐτὴν σφίγγοντα
10. τὴν ἀρτηρίαν, ὅσον οἷόν τε ποῤῥωτάτω μὲν τοῦ βρόχου,
11. πρὶν δ’ ἀποβλάστημα ποιήσασθαι μέγα, διατέμνειν αὐτὴν
12. κατὰ τὸ μῆκος εὐθείᾳ τομῇ, τηλικοῦτον ὡς ἐνθεῖναι δύνασθαι
13. κοῖλόν τι σῶμα μεταξὺ τοῦ βρόχου καὶ τῶν δακτύλων.
14. παρεσκευάσθω δή σοι κάλαμος τῶν λεπτῶν, οἷς γράφομεν,
15. ἢ χαλκοῦν τι τοιοῦτον ἐπίτηδες γεγονός· ἀρκεῖ δ’
16. εἶναι τοῦτο τῷ μήκει δακτυλιαῖον. εὔδηλον οὖν, ὡς κατὰ
17. τὴν ἐνέργειαν ταύτην οὐδεμία γενήσεται τῆς διῃρημένης ἀρτηρίας
18. αἱμοῤῥαγία, τοῦ μὲν ὑψηλοτέρου μέρους, ὅθεν ἐπιῤῥεῖ
1. τὸ αἷμα, βρόχῳ διειλημμένου, τοῦ ταπεινοτέρου δὲ μήτε
2. σφύζοντος ἔτι διὰ τὸν βρόχον, ὑπό τε τῶν δακτύλων σφιγγομένου.
3. κατὰ πολλὴν οὖν σχολὴν ἔνεστί σοι τὸ καθιέμενον
4. εἰς τὴν ἀρτηρίαν σῶμα κοῖλον ὑποκείμενον ποιῆσαι τῷ
5. διῃρημένῳ μέρει τοῦ χιτῶνος αὐτῆς, εἶτα περιλαμβάνειν ἐν
6. κύκλῳ λίνῳ λεπτῷ τὴν ἀρτηρίαν ἅμα τῷ καλάμῳ, προνοούμενον,
7. ὅπως μηδὲν ὑπερεκπίπτῃ τῆς κατὰ τὴν ἀρτηρίαν τομῆς
8. τοῦ καλάμου. τῷ πάχει δὲ ἔστω τηλικοῦτος ὁ κάλαμος,
9. ὡς ἔφην, ὥστε τὸν χιτῶνα τῆς ἀρτηρίας μὴ χαλαρὸν ἐγκεῖσθαι,
10. βουλόμεθα γὰρ αὐτὸν κατὰ χώραν μεῖναι, μήτ’
11. ἀνώτερον τῆς κατὰ τὴν ἀρτηρίαν διαιρέσεως ἐνεχθέντα, μήτε
12. κατώτερον. γενομένου δὲ τούτου, λῦσον μὲν τὸν βρόχον,
13. αὐτὸς δὲ ὑπὲρ ἀσφαλείας, εἰ βούλει, μετάθες τοὺς δακτύλους,
14. οἷς ἔσφιγγες τὴν ἀρτηρίαν, ἐπὶ τὴν περὶ τῷ καλάμῳ
15. μοῖραν αὐτῆς. εἴ γε μὴν, ὡς εἶπον, ἐσφηνωμένος τ’ εἴη
16. καὶ δεδεμένος ἀκριβῶς ὁ κάλαμος, οὐδὲν ἔτι δεήσεταί
17. σου κρατοῦντος, ἀλλ’ ἐφ’ ἡσυχίας μὲν δὴ οὕτως ὑπάρξει
18. σοι θεάσασθαι τὸ μὲν ἀνώτερον τοῦ καλάμου τῆς ἀρτηρίας
19. ἔτι καὶ νῦν σφύζον, ὡς ἔμπροσθεν, ἄσφυκτον δ’
1. ἀκριβῶς γιγνόμενον αὐτοῦ τὸ κατώτερον. τὸ μὲν οὖν ἀληθῶς
2. φαινόμενον οὕτως ἔχει. διηγεῖτό γε μὴν ἐναντίως ὁ
3. Ἐρασίστρατος ὑπὲρ αὐτοῦ, φαίνεσθαι λέγων κινούμενον τὸ
4. κάτω τοῦ καλάμου. τοσαύτη τίς ἐστιν ἐνίων τόλμα, προπετεῖς
5. ἀποφάσεις ποιουμένων ὑπὲρ ὧν οὐδέποτ’ ἐθεάσαντο.
6. κατά γ’ οὖν τὴν ἐγχείρησιν εἰ βούλοιο μηδεμίαν ἔκχυσιν
7. αἵματος γενέσθαι, τεμνομένης τῆς ἀρτηρίας, ἔνεστί σοι μὴ
8. μόνον ἄνω περιβάλλειν βρόχον, ἀλλὰ καὶ τοῖς κάτω μέρεσιν
9. ὁμοίως, ὃν δηλονότι λύσεις ὕστερον, ἐπειδὰν ἐνθῇς τὸν
10. κάλαμον. ἐγὼ δ’ οὐ περιβάλλω, βουλόμενος ἄθλιπτόν τε
11. καὶ ἄθλαστον φυλάττεσθαι τὸ σῶμα τῆς ἀρτηρίας. λέγουσί
12. γε μὴν ἔνιοι καὶ ἄλλας ἐγχειρήσεις, δι’ ὧν ἐπαγγέλλονται
13. δείξειν ἀρτηρίαν κενὴν αἵματος, ὡσπερεὶ ποιῆσαί τι σοφώτερον
14. ἐγχειρῆσαί τε κάλλιον Ἐρασιστράτου δυνάμενοι.
15. πάντως γὰρ ἂν ἐκεῖνος, εἴ τις ὅλως ἦν τρόπος ἀνατομῆς
16. ἱκανὸς ἐπιδεῖξαι κενὴν ἀρτηρίαν, ἐπενόησε πρότερος,
17. ὥσπερ ὃν ἐπέγραψεν ἐπὶ τῶν νεοθηλῶν ἐρίφων· ἀλλὰ 
1. κᾀκείνου πειραθεὶς εὑρήσεις οὐδ’ αὐτὸν ἀληθῆ. γιγνέσθω
2. δ’ ἡ πεῖρά σοι μὴ μόνον ἐπὶ τῶν ἐρίφων, ἀλλὰ καὶ παντὸς
3. οὑτινοσοῦν ἑτέρου ζώου, περιέχοντος ὑγρὰν οὐσίαν ἐν τῇ
4. γαστρί. καὶ ὅσῳ γ’ ἂν ᾖ λεπτομερεστέρα, τοσούτῳ ῥᾳδίως
5. εἰς τὰς ἀρτηρίας ἀναληφθήσεται. κατ’ ἀρχὰς μὲν οὖν
6. φασιν ἅμα τῷ γυμνωθῆναι τὸ μεσεντέριον ἀεροειδεῖς φαίνεσθαι
7. τὰς ἀρτηρίας, ὕστερον δ’ ὁρᾶσθαι γάλακτος πληρουμένας.
8. εἰ μὲν οὖν ἀεροειδεῖς φαίνονται, παρείσθω σκοπεῖν,
9. καίτοι πολλῶν φιλονεικούντων ἐφ’ ἑκάτερον μάτην ὑπὲρ
10. αὐτοῦ. τὸ δὲ πληροῦσθαι γάλακτος αὐτάς, ἐν τούτῳ γάρ
11. ἐστι τὸ συνέχον τοῦ λόγου ψεῦδος, ὡς εἴρηται, καὶ σοὶ
12. πάρεστι πεῖραν λαβεῖν ἐπὶ πάντων τῶν ζώων, οὐ μόνον
13. ἐρίφων, οὐδὲ γάλακτος μόνου πεπληρωμένης τῆς γαστρὸς,
14. ἀλλὰ πάσης ὑγρασίας. οὐδὲ γὰρ οὐδ’ εἰ γάλα, διὰ τοῦτο
15. ἀναλαμβάνεται ταχέως, ἀλλὰ διὰ μὲν τὴν ὑγρότητα ῥᾳδίως
16. ἐμπίπτει τοῖς στόμασι τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὴν
17. γαστέρα, διὰ δὲ τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν, ὡς
18. ἐκεῖνός φησιν, ἕλκεται ταχέως, ὥσθ’, ὅσῳ περ ἂν ᾖ λεπτομερεστέρα
1. γάλακτος ἡ ὑγρότης, τοσούτῳ ῥᾷον ἀναληφθήσεται.
2. ἀλλ’, ὡς εἶπον, οὐδ’ ἐφ’ ἑνὸς οὐδέποτε εἴδομεν
3. αὐτὴν ἀναλαμβανομένην, οὐδ’ ἄλλος τις ὄψεται πειραθῆναι
4. βουληθείς.

Cliquer un n° de page pour en afficher l’image