3. Ἐπ’ αὐτοῖς δ’ ἄλλο τι κατεσκεύασε μόριον,
4. οὐσίαν τε τὴν αὐτὴν ἔχον τῷ περιτοναίῳ καὶ χρείας τὰς
5. αὐτὰς παρέχον ἅπασι τοῖς τοῦ πνεύματος ὀργάνοις. ὥσπερ
6. ἐκεῖνο τοῖς τῆς τροφῆς. ὀνομάζεται δ’, ὥσπερ ἐκεῖνο περιτόναιον
7. ἀπὸ τοῦ περιτετάσθαι τοῖς τῆς τροφῆς ἀγγείοις,
8. οὕτω τοῦθ’ ὑπεζωκὼς, ἐπειδὴ τὰς πλευρὰς ὅλας ἔσωθεν
9. ὑπέζωκεν. ὡσαύτως δ’ ἐκείνῳ καὶ τὰς ἄλλας ἔχει δύο
10. προσηγορίας, ὑπ’ ἐνίων μὲν ὑμὴν, ὑπ’ ἐνίων δὲ χιτὼν ὀνομαζόμενος·
11. ὑμὴν μὲν ἀπὸ τῆς οὐσίας, χιτὼν δ’ ἀπὸ τῆς
12. χρείας. λεπτότατος γὰρ ὢν, ὥσπερ ἀράχνιον, ὁμοιομερής
13. τε κατὰ πᾶν ἑαυτῷ, τὰς μὲν πλευρὰς ὑπέζωκεν, ἀμφίεσμα
14. δ’ ἐστὶν, οἷον χιτών τις, ἁπάντων τῶν πνευματικῶν ὀργάνων.
15. ἀκριβῶς μὲν οὖν ὑμήν ἐστι καὶ ὁ περιτόναιος, ὥσπερ
16. ἐῤῥέθη κατὰ τὸν πρὸ τούτου λόγον, ἀκριβῶς δὲ καὶ οὗτος
17. ὁ ὑπεζωκὼς ὀνομαζόμενος· ἀκριβῶς δὲ καὶ ἡ λεπτὴ μήνιγξ,
18. οἵ τε περιόστεοι, καὶ οἱ τῶν μυῶν αὐτῶν ἴδιοι, καὶ
1. τὸ τῆς καρδίας ἀμφίεσμα. σώματα δ’ ὑμενώδη πολλαχόθι
2. χωρὶς τούτων ἐστὶ, τὰ μὲν ἐξ ὀστῶν ἐκφυόμενα κατὰ τὴν
3. τῶν συνδέσμων οὐσίαν, τὰ δ’ ἐκ τῆς τῶν μυῶν ἀπονευρώσεως
4. γεννώμενα κατὰ τὴν τῶν τενόντων. ἀλλ’ ὁ ὑπεζωκὼς
5. οὗτος ἐπιτείνεται πᾶσι τοῖς ἔνδον τοῦ θώρακος ὀργάνοις,
6. ὡς ὁ περιτόναιος ἐλέχθη καὶ ἐδείχθη τοῖς
7. κάτω τῶν φρενῶν. ἐξ αὐτοῦ δὲ καὶ οἱ διαφράττοντες ὑμένες
8. τὸν θώρακα γεννῶνται, καὶ κατὰ τοῦτ’ ἂν ἔχοι μόνον
9. ἡ κατασκευὴ διαφερόντως αὐτῷ πρὸς τὸ περιτόναιον, ὅτι
10. διττὸς ἀκριβῶς ἐστιν, οὐχ εἷς, ὥσπερ ἐκεῖνο. καταμαθήσῃ
11. δ’ αὐτοῦ τὴν φύσιν ἀκριβῶς, ἐὰν διακόψῃς τὸ πρόσθιον
12. ὀστοῦν τοῦ θώρακος μέσον, ὃ προσαγορεύουσιν οἱ ἀνατομικοὶ
13. στέρνον, ἔχῃς δ’ εἰς τοῦτο παρεσκευασμένους τοὺς καλουμένους
14. ἐκκοπεῖς, ἰσχυρούς τε ἅμα καὶ ὀξεῖς. ἐγχειρῶν
15. δ’ ἅμα τῷ ἔργῳ πρότερον ἀφαιρήσεις δηλονότι τὰ περικείμενα
16. σώματα παντὶ τῷ στέρνῳ. γυμνωθέντος γὰρ αὐτοῦ
17. στοχάσῃ τῆς μέσης γραμμῆς ἀκριβέστερον, ᾗ προσέχων τὸν
18. νοῦν εἰς δύο τε μέρη διελὼν ἄχρι τοῦ ξιφοειδοῦς χόνδρου
1. τὸ πᾶν ὀστοῦν τοῦ στέρνου, κατάβαινε πρὸς τὸ βάθος
2. ἕως τῆς ῥάχεως, ἀφιστὰς ἀλλήλων τοὺς ὑμένας. ἑτοιμότερον
3. δὲ αὐτὸ πράξεις, ἐὰν ἑκάτερον τῶν μερῶν τοῦ στέρνου
4. πρὸς τὴν ἐκτὸς χώραν ἀπάγῃς ἀνακλῶν ἀτρέμα. καὶ τοίνυν
5. πράττοντί σοι τοῦτο τὰ μὲν ἄλλα πάντα μέρη ῥᾳδίως ὑπακούσει,
6. κατὰ δὲ τὴν τῆς καρδίας χώραν οὐκέθ’ ὁμοίως.
7. ὁ γάρ τοι περικάρδιος ὀνομαζόμενος ὑμὴν καὶ χιτὼν, ἄμφω
8. γὰρ καὶ τοῦτον ἐγχωρεῖ καλεῖν, ὑμένα μὲν ἀπὸ τῆς οὐσίας,
9. χιτῶνα δ’ ἀπὸ τῆς χρείας, προσήρτηται τῷ στέρνῳ κατά
10. τε τὴν κορυφὴν ἑαυτοῦ μάλιστα καί τινα τῶν ἐφ’ ἑκάτερον
11. τῆς κορυφῆς μερῶν. ἐντεύξῃ δὴ καὶ τούτῳ κατ’ ἐκεῖνον μὲν
12. τὸν χρόνον, ἡνίκα διακόπτεις τὸ στέρνον, οὐχ ἥκιστα δὲ
13. καὶ κατὰ τὸν ἐφεξῆς, ὁπότε χωρίζεις ἀλλήλων τοὺς διαφράττοντας
14. ὑμένας ὅλον τὸν θώρακα. κάλλιστον μὲν οὖν
15. ἐστιν ἄτρωτον αὐτὸν φυλάξαι· διαφθαρήσεταί γε μὴν οὐδ’
16. ἂν τρωθῇ σοι τὸ προκείμενον κατὰ τήνδε τὴν ἀνατομήν.
17. εἰ μὲν γὰρ καρδία μὴ φανεῖται, συντρωθήσονται οὐδ’ οὕτως
18. αἱ τοῦ θώρακος εὐρυχωρίαι. καὶ γάρ τοι πολλάκις ἑκόντες
1. αὐτοὶ ζῶντος τοῦ ζώου γυμνοῦμεν ὅλην τὴν καρδίαν ἄνευ
2. τοῦ συντρῆσαί τινας τῶν τοῦ θώρακος εὐρυχωριῶν. ἀλλὰ
3. περὶ μὲν ἐκείνης τῆς ἀνατομῆς ὀλίγον ὕστερον εἰρήσεται.
4. περὶ δὲ τῆς νῦν ἡμῖν προκειμένης ἀναλαβόντες λέγωμεν, ὡς
5. χρὴ πειρᾶσθαι μὲν, εἰ οἷόν τε, μὴ τρῶσαι τὸν περικάρδιον·
6. εἰ δὲ καὶ τρωθείη, μένουσιν ἀπαθεῖς οἱ διαφράττοντες
7. ὑμένες τὸν θώρακα. τοῦτο δ’ ἐστὶ τὸ προκείμενον
8. ἐπὶ τῆς ἐνεστώσης ἀνατομῆς. ἑκάτερος γάρ τοι τῶν ὑμένων
9. φανεῖταί σοι συνεχὴς ἑαυτῷ κατὰ πᾶν μέρος, ὅ τ’ ἐν τοῖς
10. δεξιοῖς τοῦ θώρακος, ὅ τ’ ἐν τοῖς ἀριστεροῖς, ὑπαλείφων
11. ἅπασαν μὲν τῶν πλευρῶν τὴν ἔνδον χώραν, ἅπασαν δὲ τὴν
12. καθ’ ἑαυτὸν ἄνω τῶν φρενῶν· ἐπεκτεινόμενος δὲ καὶ τῷ
13. πνεύμονι, καθάπερ ἐλέχθη τὸ περιτόναιον ἅπασι τοῖς κάτω
14. τοῦ διαφράγματος. ἔτι δ’, ὥσπερ ἐκεῖνος τὰ μετέωρα τῶν
15. ἀγγείων, οὕτω καὶ τοῦτο περιλαμβάνει κατὰ κύκλον, ἐπιτέταταί
16. τε τοῖς κατὰ ῥάχιν ὁμοίως ἐκείνῳ, καὶ τῇ μεγίστῃ
17. τῶν ἀρτηριῶν ἐνταῦθ’ ὑποκειμένῃ, καὶ τῇ παρατεταμένῃ
18. ταύτῃ φλεβὶ τῇ τὰ ἄνω τοῦ θώρακος τρεφούσῃ, καὶ
1. προσέτι τῷ στομάχῳ. ἐντεῦθεν δὲ ἀνατεινόμενος ὁ ὑμὴν
2. ἄχρι τοῦ στέρνου περιγίγνεται διττὸς ὑπάρχων, ὡς εἶπον.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 7.2, ed. Kühn, 1821, vol. 2, p. 591-595. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩