4. Ἥτις δ’ ἐστὶν ἡ σωματικὴ τῶν ἀγγείων οὐσία,
5. καιρὸς ἤδη λέγειν, ἀρχὴν τῷ λόγῳ τήνδε θεμένους.
6. αἱ καθ’ ὅλον τὸ σῶμα φλέβες ἐξ ἑνὸς ἰδίου γεγόνασι χιτῶνος·
7. ὁ γὰρ ἔξωθεν αὐταῖς ἐνίοτε περιφυόμενος ὑμὴν,
8. ἔνθα συνδεῖσθαί τισιν ἢ στηρίζεσθαί τε καὶ σκέπεσθαι
9. δέονται, κατ’ ἐκεῖνα μόνα προσέρχεται. δύο δ’ εἰσὶ οἱ τῆς
10. ἀρτηρίας ἴδιοι χιτῶνες, ὁ μὲν ἔξωθεν, οἷός περ ὁ τῆς
11. φλεβὸς, ὁ δ’ ἔνδον, πενταπλάσιός που τῷ πάχει τοῦδε, καὶ
12. μέντοι καὶ σκληρότερος, εἰς ἐγκαρσίας ἶνας διαλυόμενος·
13. ὅ γε μὴν ἔξωθεν, ὁ καὶ ταῖς φλεψὶν ὑπάρχων, εὐθείας τε
14. καὶ ἐνίας μετρίως λοξὰς· ἔχει τῶν ἰνῶν, ἐγκαρσίαν δ’ οὐδεμίαν.
15. ὁ δ’ ἔνδον χιτὼν τῆς ἀρτηρίας, ὁ παχὺς καὶ σκληρὸς,
16. οἷον δέρμα τι κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἔχει παραπλήσιον
17. ἀραχνίῳ σαφῶς, φαινόμενον μὲν ἐπὶ τῶν μεγάλων
18. ἀρτηριῶν, ὃν ἔνιοι τρίτον ἀρτηρίας τίθενται χιτῶνα. τέταρτος
1. δ’ ἄλλος ἴδιος αὐτῆς οὐδείς ἐστιν, ἀλλ’ ὥσπερ ἐνίαις τῶν
2. φλεβῶν, οὕτω καὶ τῶν ἀρτηριῶν ἐπιφύεταί τε καὶ περιφύεται
3. κατά τινα μέρη λεπτὸς ὑμὴν σκέπων ἢ στηρίζων ἢ
4. συνδεσμεύων αὐτὰς τοῖς πλησιάζουσι μορίοις. καὶ μάλιστά
5. γε τοῦτο γίγνεται ταῖς ἀρτηρίαις καὶ ταῖς φλεψὶν ἐν μὲν
6. τοῖς κάτω φρενῶν χωρίοις ὑπὸ τοῦ περιτοναίου, καθάπερ
7. εἴρηται πρόσθεν, ἐν δὲ τοῖς ἄνωθεν τοῖς ἔνδον τοῦ θώρακος
8. ὑπὸ τοῦ τὰς πλευρὰς ὑπεζωκότος. ὁποῖαι μὲν οὖν
9. καθ’ ὅλον τὸ σῶμά εἰσιν αἱ ἀρτηρίαι, τοιοῦτον ἐκ τῆς
10. δεξιᾶς κοιλίας τῆς καρδίας ἐκφυόμενον ἀγγεῖον εἰς ὅλον τὸν
11. πνεύμονα κατασχίζεται· ὁποῖαι δ’ αἱ φλέβες, τοιοῦτον ἐκ
12. τῆς ἀριστερᾶς· ὥστε, τριῶν ἀγγείων διαπλεκόντων τὸν πνεύμονα,
13. τὸ μὲν ἀπὸ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον
14. ἀρτηρίαν φλεβώδη καλεῖσθαι, τὸ δ’ ἀπὸ τῆς δεξιᾶς ἀρτηριώδη
15. φλέβα, τὸ δὲ τρίτων ἀρτηρίαν τραχεῖαν, ἐκ χόνδρων
16. συγκειμένην σιγμοειδῶν τὸ σχῆμα. τὸ μὲν οὖν κυκλοτερὲς
17. τοῦ χόνδρου κατά τε τὴν μεγάλην ἀρτηρίαν τὴν ἐν τῷ
18. τραχήλῳ πρέμνου λόγον ἔχουσαν ὡς πρὸς τὰς ἐν τῷ πνεύμονι
1. καὶ κατ’ αὐτὰς ἐκείνας, ὥσπερ τινὰς κλάδους ἀπ’
2. αὐτῆς πεφυκυίας, ἐν τοῖς πρόσω τέτακται μέρεσι, κατὰ μὲν
3. τὸν τράχηλον ὁμιλοῦν τῷ στομάχῳ, κατὰ δὲ τὸν πνεύμονα
4. τῇ κληθείσῃ πρὸς ἡμῶν ὀλίγον ἔμπροσθεν ἀρτηριώδει φλεβί.
5. ἀναπληροῦνται δὲ τὰ μεταξὺ τῶν ἀγγείων ὑπὸ τῆς τοῦ
6. πνεύμονος ἰδίας οὐσίας, ἣν οἱ περὶ τὸν Ἐρασίστρατον ὀνομάζουσι
7. παρέγχυμα. τοῦτον μὲν δὴ καὶ τοῦ θώρακος ἐξῃρημένον
8. ἀνατέμνειν ἐστὶν, ὥσπερ καὶ τὴν καρδίαν αὐτήν·
9. οὐ μὴν τήν γε πρὸς τοὺς ὑμένας οἷόν τε κοινωνίαν
10. αὐτῶν ἐπιγνῶναι τοῦ θώρακος ἐξελόντα, ἀλλ’ ὡς ἀρτίως
11. εἶπον. ἵνα μὲν γὰρ ἀπ’ ἀλλήλων χωρίσῃς τοὺς διαφράττοντας
12. ὑμένας ὅλον τὸν θώρακα, διατέμνειν χρὴ κατὰ μῆκος
13. τὸ στέρνον ἐπὶ τεθνεῶτος τοῦ ζώου, κᾄπειτ’ ἀνακλᾷν πρὸς
14. τὰ πλάγια τὸ μέρος ἑκάτερον.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 7.5, ed. Kühn, 1821, vol. 2, p. 601-603. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩