4. Τήν τε οὖν κοίλην φλέβα θεάσῃ σαφῶς
5. ἄχρι τῆς σφαγῆς ἀνατεινομένην ὀρθίαν, τάς τε τῆς
6. καρδίας ἀποφύσεις, ἃς ὀνομάζουσιν ὦτα, φύσεως οὐσίαν
7. ἰδίαν ἐχούσας, οὐδαμόθι κατ’ ἄλλο μόριον ὑπάρχουσαν,
8. ὥσπερ ἀμέλει καὶ τὴν τῆς καρδίας αὐτῆς. παραπλήσια γάρ
9. ἐστι τῶν ὁμοιομερῶν ὀνομαζομένων ἀλλήλοις ἔνια, τὴν δ’
10. οὐσίαν ἀκριβῶς οὐκ ἔχει τὴν αὐτὴν, ἀλλ’ ἔστι καθ’ ἕκαστον.
11. αὐτῶν ἰδιότης τις, ἣν ὑπογράψαι μὲν οἷόν τε τῷ λόγῳ,
12. δηλῶσαι δ’ ἐναργῶς ἀμήχανον. ἃ γὰρ ἰδόντι μόνον ἢ
13. ψαύσαντι σαφῶς διαγιγνώσκεται, ταῦτα ἀδύνατον ἀκριβῶς
14. διδαχθῆναι λόγῳ· ποδηγῆσαι μέντοι τινὰ πρὸς τὴν ἀκριβεστέραν
15. αὐτῶν ἐπίσκεψιν οἷόν τε, τὴν μὲν καρδίαν ἐξ ἰνῶν
16. ποικίλων τῇ θέσει συγκεῖσθαι λέγοντα, περιφυομένης αὐτῶν
17. ἑκάστῃ σαρκὸς ἁπλᾶς. κοινὸν γὰρ τοῦτο καὶ τοῖς μυσὶν
1. ἅπασι, καὶ τῇ γαστρὶ, καὶ τοῖς ἐντέροις, κύστει τε καὶ
2. μήτρα. οὐ μὴν οὔθ’ αἱ ἶνες ἴσην ἰσχὺν ἢ πάχος ἔχουσιν ἐν
3. ἅπασιν, οὔτε ἡ σὰρξ τὴν αὐτὴν ἀκριβῶς ἰδέαν. ἀλλ’ ἡ μὲν
4. ἐν τοῖς μυσὶν ἐρυθροτέρα τ’ ἐστὶ καὶ μαλακωτέρα τῆς κατὰ
5. τὴν γαστέρα, καὶ μήτραν, καὶ κύστιν, ἅπασάν τε τὴν τῶν
6. ἐντέρων οὐσίαν· ἡ δὲ τῆς καρδίας σκληροτέρα ἅμα καὶ
7. ποικιλωτέρα ταῖς ἰσίν. ἁπλῶς μὲν γὰρ ἔχουσι τῇ θέσει τὰς
8. ἶνας οἱ μύες, οὐχ ἁπλῶς δὲ ἡ καρδία, καθάπερ οὐδ’ ὁ
9. τῆς μήτρας ἴδιος χιτὼν, οὐδ’ ὁ τῆς κύστεως. ὅστις δ’
10. ἀμελῶς ὁρᾷ, δόξει τούτῳ μηδὲν διαφέρειν οὐσίαν μυὸς καὶ
11. καρδίας, ὥσπερ οὐδὲ νεύρου, καὶ συνδέσμου, καὶ τένοντος.
12. ἀλλὰ περὶ μὲν τῆς ἐν ταῖς ἁπλοῖς καὶ πρώτοις σώμασι
13. διαφορᾶς εἴρηται μὲν ἤδη καὶ δι’ ἄλλων, εἰρήσεται δ’, ἂν
14. δεήσῃ, καὶ κατὰ τὸν ἐνεστῶτα λόγον αὖθις. ὅτι δ’ ἡ τοῦ
15. σώματος τῆς καρδίας οὐσία πάμπολλα διαφέρει μυὸς, αὐτάρκως
16. ἐπιδέδεικται, μαρτυρούσης αὐτῇ καὶ τῇς ἐνεργείας.
17. ἀβούλητος μὲν γάρ ἐστι καὶ ἄπαυστος, ἔστ’ ἂν περιῇ τὸ
18. ζῶον, ἡ τῆς καρδίας κίνησις. ἡσυχάζει δὲ πολλάκις, ἐπεγείρεταί
1. τε πάλιν ἡ τῶν μυῶν, ταῖς ὁρμαῖς τοῦ ζώου δουλεύουσα.
2. καὶ μὴν ὁμολογοῦσί γε πάντες οἱ περὶ φύσιν δεινοὶ
3. φιλόσοφοί τε καὶ ἰατροὶ, ταῖς τῆς οὐσίας ἰδιότησι τὰς
4. ἐνεργείας ἕπεσθαι. διὰ τοῦτο γοῦν, ὅσα μὲν ἔχει μόρια
5. ταὐτὸν εἶδος οὐσίας, ὡσαύτως ἐνεργεῖ, κᾂν ἐν διαφέρουσιν
6. ᾖ πάμπολλα ζώοις· ὅσα δ’ οὐκ ἔχει, διάφορός ἐστι τούτων
7. ἡ ἐνέργεια, κᾂν ἑνὸς ὑπάρχῃ ζώου μόρια. καρδία μὲν
8. γὰρ ἅπασα καρδίᾳ πάσῃ τὴν αὐτὴν ἐνέργειαν ἔχει, καὶ θώραξ
9. θώρακι, καὶ πνεύμων πνεύμονι· νεφροὶ δὲ καὶ κύστις οὕτε
10. τούτων τινὶ τὴν αὐτὴν, οὔθ’ ἥπατι καὶ γαστρί. διὰ τοῦτ’
11. οὖν οὐδ’ οἱ μύες ἔχουσι τῇ καρδίᾳ τὴν αὐτὴν ἐνέργειαν,
12. ὅτι μηδὲ τὴν οὐσίαν. ἀμέλει κᾂν ἑψήσας τις ἅμα καρδίαν
13. τε καὶ μῦν ὁντιναοῦν ἑκατέρου γεύσασθαι βουληθῇ, διαφορὰν
14. εὑρήσει κατὰ τὴν γεῦσιν αὐτῶν οὐ σμικρὰν, ὥσπερ
15. εἰ σπληνὸς, ἢ νεφρῶν, ἢ πνεύμονος, ἢ κοιλίας, ἢ
16. ἥπατός τε καὶ γλώττης, ἤ τινος ἄλλου γεύσαιτο μορίων.
17. ἅπαντα γὰρ, ὥσπερ ἁπτομένῳ τε καὶ θεωμένῳ καὶ σκληρότητι,
1. καὶ μαλακότητι, καὶ πυκνότητι; καὶ ταῖς κατὰ
2. χρόαν διαφοραῖς, οὕτω δὲ καὶ τῇ γεύσει διαφέρει. ὅσοι δὲ
3. διὰ τοῦτό φασι τὴν καρδίαν οὐκ ἔχειν τοῖς μυσὶ τὴν αὐτὴν
4. ἐνέργειαν, ὅτι νεύρων οὐ μετέσχηκε κινητικῶν, ἀλλ’, ὡς ἐκεῖνοι
5. νομίζουσιν, αἰσθητικῶν, ἀθρόα πολλὰ κατὰ τὸν λόγον
6. ἁμαρτάνουσι· πρῶτον μὲν ἐν αὐτῇ τῇ τῆς οὐσίας ἀγνοίᾳ·
7. καὶ γὰρ σκληροτέρα μυὸς παντὸς ἡ καρδία, καὶ τῇ
8. τῶν ἰνῶν ποικιλίᾳ διαφέρει σαφῶς, ὥσπερ γε καὶ τῇ χρόᾳ,
9. καὶ πρὸς τούτοις ἅπασιν ἔτι δὴ καὶ μᾶλλον τῇ γεύσει·
10. καὶ γὰρ καὶ τοῦτο μέγιστόν ἐστι γνώρισμα διαφορᾶς οὐσιῶν.
11. ἀλλά μοι δοκοῦσιν οὐδέποτε καρδίας ἑψημένης φαγεῖν, ἢ
12. πάντως ἔγνωσαν ἂν, ὁπόσον διαλλάττει τῶν σαρκῶν, εἰ μὴ
13. ἄρα ἀγνοοῦσι καὶ ταῦτα, ὡς αἱ σάρκες ἅπασαι μυῶν εἰσι
14. μόρια. ταῦτα μὲν οὖν ἁμαρτάνουσι περὶ τὴν τῆς καρδίας
15. οὐσίαν αἰσθήσει διδαχθῆναι δυνάμενοι. καὶ πρὸς τούτοις
16. ἅπασιν ἄλλα ἁμαρτάνουσι περὶ τὴν τῶν νεύρων φύσιν, καὶ
17. νομίζουσι τὸν ἐγκέφαλον ὅμοιον αὐτοῖς κατὰ πάνθ’ ὑπάρχοντα
18. τὰ μέρη, πλὴν ὅσον ἔνια μὲν αὐτῶν εἰσι μᾶλλον, ἔνια δ’ ἧττον
1. μαλακά. διὰ μὲν ἑτέρων νεύρων αἰσθητὴν δύναμιν ἐπιπέμπει
2. τοῖς κάτω τῆς κεφαλῆς, δι’ ἄλλων δὲ κίνησιν καθ’
3. ὁρμήν. ἅπαντα μὲν γὰρ εὔλογον ἔχειν τὰ νεῦρα τὰς δυνάμεις
4. ἀμφοτέρας, ἐπιτηδειότερα δέ εἰσι πρὸς μὲν τὴν αἴσθησιν
5. τὰ μαλακὰ, πρὸς δὲ τὴν κίνησιν τὰ σκληρά. φαίνεται
6. γὰρ ἐκ τῆς αὐτῆς ῥίζης εἰς πλείω σχισθείσης ἔνια
7. μὲν τῶν νεύρων εἰς μῦς, ἔνια δ’ εἰς ἄλλα καταφυόμενα μόρια,
8. καθάπερ ἐπί τε τῆς τρίτης ἔχει συζυγίας αὐτῶν, καὶ
9. τῆς ἕκτης οὐδὲν ἧττον, ἀφ’ ἧς ἡ καρδία λαμβάνει μικρόν
10. τι νεῦρον· ἀπὸ ταύτης γὰρ οὐ μόνον ἡ καρδία, καὶ πνεύμων,
11. ἧπάρ τε καὶ γαστὴρ, ἔτι τε τὸ μεσεντέριον ἅπαν ἅμα
12. τοῖς ἐντέροις, ἀλλὰ καὶ οἱ τοῦ λάρυγγος μύες ἅπαντες ἄλλοι
13. τέ τινες ἀποβλαστήματα λαμβάνουσιν. ἀλλ’ οὔτε τι
14. βλέπουσιν οἱ τὴν καρδίαν εἰπόντες εἶναι μῦν, οὔθ’ ὅτι
15. νεύρων ἀπορήσασα, καθάπερ αὐτοὶ νομίζουσι, κινητικῶν
16. ἐστέρητο μὲν ἂν διὰ τοῦτο τῆς καθ’ ὁρμὴν κινήσεως, οὐ
17. μὴν τήν γε διὰ τῶν σφυγμῶν ἐπεκτήσατο. χρὴ μὲν γὰρ
18. δήπου καὶ ταύτης τῆς ἐνεργείας εἶναί τινα αἰτίαν. ἤτοι δὲ
19. ἐκ τῆς τῶν νεύρων οὐσίας αὐτὴν χορηγεῖσθαι λεκτέον
1. αὐτοῖς ἐστιν, ἢ σύμφυτον ὑπάρχειν ἐν τῷ σπλάγχνῳ. καὶ
2. μὴν οὐκ ἔστιν ἐκ τῆς τῶν νεύρων· ἅπαντά τε γὰρ ἂν αὐτῆς
3. μετέσχεν, ὅσα καὶ τῶν νεύρων μετέσχηκε, διακοπέντων
4. τε αὐτῶν οὐκ ἂν ἔσφυζεν ἡ καρδία· φαίνεται δ’ οὐδέτερον
5. γιγνόμενον. ὑπολείπεται γοῦν ἐξ αὐτοῦ τοῦ σώματος αὐτῆς
6. ὁρμᾶσθαι τὴν σφυγμικὴν δύναμιν. οὐκ ἂν δ’ ὡρμήθη τὴν
7. αὐτὴν τοῖς καθ’ ὅλον τὸ ζῶον μυσὶ φύσιν ἔχοντος τοῦ
8. σπλάγχνου. ἀλλὰ καὶ τὸ τοῦ θώρακος ἐξαιρεθεῖσαν τὴν
9. καρδίαν ἄχρι πολλοῦ φαίνεσθαι κινουμένην, οὐ σμικρὸν
10. τεκμήριόν ἐστι τοῦ μηδὲν δεῖσθαι τῶν νεύρων αὐτὴν εἰς
11. τὴν οἰκείαν ἐνέργειαν. ταῦτά τε οὖν ἅπαντα δοκοῦσί μοι
12. ἀγνοεῖν οἱ τὴν καρδίαν ὑπολαμβάνοντες εἶναι μῦν, οὐ νενοηκέναι
13. τε τὴν ὑπεροχὴν τῆς κατὰ αὐτὴν ἐνεργείας, ὡς ἐξ
14. ἰδιότητος οὐσίας ἀναγκαῖον ὑπάρχειν τῷ σπλάγχνῳ. μέγιστα
15. μὲν οὖν ἡμαρτήκασιν οἱ νομίζοντες μῦν εἶναι τὴν καρδίαν·
16. ἐλάττονα δὲ οἱ τὸν τῆς καρδίας στόμαχον ὑπολαβόντες ἐκ
17. τῆς αὐτῆς οὐσίας ἀκριβῶς εἶναι τοῖς μυσίν. ἐγγύτερον μὲν
18. γὰρ αὐτῶν ἐστι τῆς οὐσίας αὐτῆς ὁ ἔξωθεν χιτὼν, ὁ τὰς
19. ἐγκαρσίας ἔχων ἶνας· οὐ μὴν οὐδ’ οὗτος ἀκριβὴς ὑπάρχει μῦς.
1. ἐχρῆν δ’, εἴπερ ἐκ τῶν νεύρων ἡ καρδία τὴν σφυγμικὴν ἐνέργειαν
2. ἔσχε, καὶ τὸν στόμαχον τὴν αὐτὴν ἐσχηκέναι. νυνὶ
3. δὲ συστελλόμενος μὲν ὁρᾶται, καταπινόντων καὶ αὖθις
4. ἐμούντων, ὅπερ ὑπάρχει καὶ τῇ γαστρὶ καὶ τοῖς ἐντέροις·
5. καὶ γὰρ καὶ ταῦτα περιστέλλεται τοῖς ἔνδον αὑτῶν· οὐ μὴν
6. τήν γε κατὰ τοὺς σφυγμοὺς ἔχει κίνησιν. ἐκεῖνο μὲν οὖν
7. ἥμαρτον μεγάλως, μὴ γνόντες ὅλως ἐνέργειάν τε καὶ δύναμιν
8. μυῶν τε καὶ καρδίας. ἐμοὶ δ’, ὅτι μὲν ἡ καρδία τῆς
9. τε θυμοειδοῦς ἐστι δυνάμεως ἀρχὴ, τῆς τ’ ἐμφύτου θερμασίας
10. οἷον πηγή τις, ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
11. Πλάτωνος δογμάτων ὑπομνήμασι δέδεικται.
⟨
(De anat. administr.) [n° 011 Fichtner] [GalLat]
De anatomicis administrationibus
Περὶ ἀνατομικῶν ἐγχειρήσεων
Pratiques anatomiques
Anatomical Procedures (AA)
Garofalo, 1986; Garofalo, 2000.
De anatomicis administrationibus, 1821, vol. 2, p. 215-731. urn:cts:greekLit:tlg0057.tlg011.verbatim-lat1
Simon, 1906 (deu); Singer, 1956 (eng); Duckworth, 1962 (eng); Garofalo, 1991 (ita); López Salvá, 2022 (spa).
De anatomicis administrationibus, 7.8, ed. Kühn, 1821, vol. 2, p. 609-615. urn:cts:greekLit:tlg0057.tlg011.1st1K-grc1:7.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩